# Catena In Acta ΚΕΦ. ΛΖ..1

Catenae (Novum Testamentum), Catena In Acta, ΚΕΦ. ΛΖ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-acta/%CE%9A%CE%95%CE%A6.%20%CE%9B%CE%96..1

Αγρίππα f καὶ Βερνίκης παρουσία καὶ πεῦσις τῶν κατὰ Παῦλον. Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντες εἰς τὸ ἀκροατήριον, σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ’ ἐξοχὴν οὖσι τῆς πόλεως, Τοῦ Χρυσοστόμου. Ὅρα οἷον ἀκροατήριον συλλέγεται ἐν τῷ Παύλῳ, “ τοῖς κατ’ ἐξοχήν, φησι, “ τῆς πόλεως·” τοὺς δορυφόρους πάντας συναγαγὼν ὁ ἄρχων, καὶ ὁ βασιλεὺς καὶ οἱ χιλίαρχοι παραγεγόνασιν· εἶτα ἀχθέντος τοῦ Παύλου, ὅρα πῶς ἀνακηρυττεται. Καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος. καί φησιν ὁ φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ παρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι. Τοῦ Χρυσοστόμου. Καὶ γίνεται λαμπρότερος ὁ Παῦλος· τοιαῦται γὰρ, ὅπερ ἔφην, αἱ ἐπιβουλαί· εἰ μὴ ταῦτα ἦν, οὐδεὶς ἃν τούτων κατηξίωσεν ἐπακοῦσαι αὐτοῦ τῶν ἀρχόντων· οὐδεὶς ἃν μετὰ τοσαύτης ἡσυχίας καὶ σιγῆς· καὶ δοκεῖ μὲν διδάσκειν, καὶ δοκεῖ ἀπολογεῖσθαι· δημηγορεῖ δὲ μᾶλλον μετὰ πολλῆς τῆς εὐταξίας. Καὶ μετ’ ὀλίγα—Σκόπει πῶς ἐκείνων μὲν κατηγορεῖ, τοῦτον δὲ ἀφίησιν· ὣ τῆς τῶν δικαιωμάτων περιουσίας· ὅπως καταδικάσει οὐχ εὑρίσκει ὁ ἄρχων, τοσαύτης γενομένης ἐξετάσεως· τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι. Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν. Τοῦ Αὐτοῦ. “ Ἀχθέντος τοῦ Παύλου. ὅρα πῶς ἀνακηρύττεται· ἀφίησιν αὐτὸν τῶν ἐγκλημάτων· πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων παρῆσαν· οὐχ οἱ μὲν, οἱ δὲ οὔ· ἐπέστησαν οἱ Ἰουδαῖοι λοιπὸν, τῇ ἐφέσει χρησάμενοι ἐκείνου· καὶ τότε ἑαυτῷ λαμπρότερον γίνεται τὸ θέατρον· δείκνυσιν ὅτι δικαίως ἐπεκαλέσατο Καίσαρα. Ἀμμωνίου. Τέως αὐτὸς ὁ δικαστὴς μαρτυρεῖ αὐτῷ ὅτι ἀνεύθυνος ἦν· πλὴν ὅμως οὐκ ἀπέλυσεν αὐτὸν, τάχα οὕτως οἰδονομήσαντος τοῦ Κυρίου, ἵνα ἐκκαλέσηται, καὶ ἀνάγκῃ τῆς ἐκκλήτου πεμφθῇ εἰς Ῥώμην, μὴν, καὶ πληρωθῇ τὸ προφητευθὲν ὑπ’ αὐτοῦ. “ὅτε “δεῖ με καὶ Ῥώμην ἰδεῖν. Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ Κυρίῳ μου οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο ἦν τῆς Παύλου καθαρότητος, τὸ μηδὲν ἔχειν τὸν δικαστὴν ὅτι εἴπῃ περὶ αὐτοῦ. Ὅπως τῆς ἀνακρίσεως γινομένης σχῶ τι γράψαι. ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι. Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. Τοῦ Αὐτοῦ. Ὅρα πῶς βασανίζεται πολλάκις τὸ πρᾶγμα· καὶ τῆς ἀλογίας ταύτης Ἰουδαῖοι αἴτιοι, ἣν ἔμελλον μανθάνειν καὶ οἱ ἐν τῇ Ῥώμῃ· ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται κακίας, καὶ τῆς Παύλου ἀρετῆς, καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε λαμπρότερον ἀπήγετο Παῦλος, ἣ εἰ χωρὶς δεσμῶν ἀπῆλθεν· οὐκ- έτι γὰρ ὡς πλάνος καὶ γόης, τοσούτων αὐτὸν ἀφέντων δικαστῶν, ἀπήγετο· πάντα τοίνυν ἀποδυσάμενος, παρ’ οἷς ἐτράφη καὶ ἐτέχθη, καὶ οὐχ ἁπλῶς, οὕτως καθαρὸς ὑποψίας ἐπιβαίνει τῇ Ῥώμᾐ. * Παύλου ἀπολογία ἐπ’ αὐτῶν περὶ τῆς ἐν νόμῳ θρησκείας αὐτοῦ καὶ κλήσεως εἰς τὸ Εὐαγγέλιον. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο οὕτως, Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε, τι δὴ τοῦτο ; ἃ ἐπεκαλεσάμην Καίσαρα, μυριάκις ἐκρίθην· μέχρι πότε ; ἀλλὰ τί; πάλιν ἰτοι- ’μὸς ἐγένετο δοῦναι εὐθύνας, καὶ ἐπὶ τοῦ μάλιστα εἰδότος· καὶ μετὰ πολλῆς τῆς παρρησίας, οἷά τε οὐκ ὄντων κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι πρὸς Καίσαρα πορεύσῃ· δίδωσι λόγον καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων, οὐ περὶ τῶν μὲν, περὶ τῶν δὲ οὔ. Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον, ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι· Τοῦ Αὐτοῦ. ταῦτα δὲ ἔλεγεν οὐ κολακεύων αὐτὸν, ἄπαγε· ἀλλὰ διὰ τῆς ἡμερότητος κερδάναι βουλόμενος· καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλε ὁ τέως κατάδικος εἶναι νομιζομ́ε- νος· καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ, παρόντων ἁπάντων λέγων, *’ ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γε- “νέσθαι.” ΜάΛιστα ἐπιστάμενος γνώστην σε ὄντα πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων. Τοῦ Αὐτοῦ. Καίτοι γε εἰ συνῄδει ἑαυτῷ, φοβηθῆναι ἐχρῆν, παρὰ τῷ πάντα εἰδότι δικαζόμενον· ἀλλὰ καθαροῦ συνειδότος τοῦτό ἐστι, μὴ παραιτεῖσθαι δικαστὴν τὸν ἀκριβῶς εἰδότα τὰ γεγενημένα, ἀλλὰ καὶ χαίρειν καὶ μακάριον ἑαυτὸν λέγειν. Διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου. Τοῦ Αὐτοῦ. Ἐπειδὴ μέλλει λόγον ἐκτείνειν καὶ λέγειν τι περὶ ἑαυτοῦ, διὰ τοῦτο προλαβὼν παρεκάλεσεν. Οὐ λέγει ποταπὸς αὐτοῦ ὁ βίος, ἀλλ’ ἀφίησιν αὐτὸν τῷ συν- εἰδότι, καὶ τὸ πᾶν ἐν τῇ αἱρέσει τίθησιν· οὐκ ἃν ἑλόμενος αὐτὴν, εἰ μοχθηρὸς ἦν καὶ πονηρός. Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος, τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος· Ἁμμωνίου. Ἀντὶ τοῦ ἴσασι τὸ ἀληθὲς, ἀλλ’ οὐ θέλουσιν εἰπεῖν, ἑκουσίᾳ γνώμῃ ψευδόμενοι καὶ ἁμαρτάνοντες, οὐκ ἐκ φύσεως ἔχοντες. τοῦτο ἁρμόζει κατὰ Μανιχαίων, ἤτοι τῶν ἀστρολογίαις καὶ τύχῃ καὶ εἱμαρμένῃ τὰ πρακτέα ἀνατιθέντων, καὶ τὸ τῶν ἀνθρώπων αὐτεξούσιον ἀναιρούντων· σημειωτέον δὲ ὅτι καὶ οἱ Φαρισαῖοι αἱρετικοὶ, εἰ καὶ ἀκριβέστερον τῶν ἄλλων αἱρέσεων τῶν Ἱουδαϊκῶν τὰς γραφὰς ἀνακρίνουσιν· ἀκριβῶς δὲ εἶπε καὶ οὐκ ἀληθῶς· οὐ γὰρ εἶχον τὴν ἀληθῆ τῶν γραφῶν γνῶσιν· ἡ οὖν ἀκρίβεια λεπτολογεῖ καὶ συλλογίζεται· οὐ μὴν ὅτι πάντως γινώσκει τὸ ὃν, ἀλλ’ ἔστιν ὅτε καὶ φρεναπατᾷ τις ἑαυτόν. Καὶ νῦν ἐπ’ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος, εἰς ἢν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενίᾳ νύκτα καὶ ἡμέραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, ὑπὸ Ἰουδαίων. τί; ἄπιστον κρίνεται παρ’ ἡμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Δύο τίθησι περὶ ἀναστάσεως λογισμούς· ἕνα μὲν τὸν ἀπὸ προφητῶν, καὶ οὐ παράγει προφήτην, ἀλλ’ αὐτὴν τῶν Ἰουδαίων τὴν δόξαν· ἄλλον δὲ τὸν ἰσχυρότερον τὸν f ἀπὸ πραγμάτων, ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς· εἶτα καὶ μετ’ ἐγκωμίου τῶν Ἰουδαίων· “νύκτα καὶ ἡμέραν,” φησὶ, “ λατρεῦον g, “ ἐλπίζει καταντῆσαι· ὥστε εἰ καὶ μὴ ἀλήπτου βίου ἤμην ὑπὲρ τούτων, οὐκ ἔδει κρίνεσθαι τι ἄπιστον, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει. Καὶ ἄλλος λογισμός· εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν· εἰ γὰρ μὴ ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, τίς οὐκ ἂν ἐδέξατο τὸν λόγον; ὑπὲρ τῆς αἱρέσεως ταύτης, φησὶν ἐγκαλοῦμαι, καὶ αὐτὴ παρ’ αὐτοῖς πρεσβεύεται· διὰ ταύτην ηὔχοντο, δία ταύτην λατρεύουσιν, ἴνα ταύτης τύχωσι ταύτην ἐγὼ καταγγέλλω. Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ Τοῦ Κατὰ Τῦν κωδικέλλων h Ἀλεξανδρείασ. Οὐ γὰρ ἐπειδὴ τὸν Χριστὸν ἐσταύρωσαν καὶ τὸ Εὐαγγέλιον οὐκ ἐδέξαντο, ἤδη που καὶ τὰ ἐκ τῶν πατέρων καὶ προφητῶν διὰ μέσων αὐτῶν καταβάντα διωθησόμεθα· καὶ τῶν τηλικούτων ἀγαθῶν ξένους ἑαυτοὺς καταστήσομεν. Καὶ μετ’ ὀλίγα—Ἀκούεις ὅπως ἐν τούτοις οὐκ ἐρυθριᾷ Παῦλος περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως τὴν αὐτὴν ἔχειν ἐλπίδα τοῖς Ἰουδαίοις ὁμολόγων ἥντινα καὶ πρὸς τοὺς πατέρας ἐπαγγελίαν ἐκάλεσε τοῦ Θεοῦ, ὡς οὐκ Ἰουδαίων, ἀλλὰ τὴν ὑπάρχουσαν. Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις· καὶ πολλοὺς δὲ τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τὲ αὐτῶν, κατήνεγκα ψῆφον. καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αύτοῦς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τὲ ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον καὶ εἰς τὰς ἔξω πόλεις. Τοῦ Χρυσοστόμου. Λέγει πῶς ἐδίωκε· καὶ τοῦτο δὲ κατασκευαστικόν· καὶ τοὺς ἱερεῖς παράγει μάρτυρας, καὶ “τὰς ἔξω “ πόλεις·” καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ “σκληρὰ λακτίζειν· καὶ δείκνυσι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ὁ διωκόμενος ὤφθη αὐτῷ· οὐ γὰρ ἐμὲ μόνον εὐηργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδάσκαλον· καὶ δεικνὺς τὴν προφητείαν ἐξελθοῦσαν τὴν λέγουσαν, “ ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν. “ ἐγὼ μὲν οὖν “ ἔδοξα ἐμαυτῷ,” τουτέστιν ἔκρινα “ πολλὰ ἐναντία πρᾶξαι·” οὐκ ἤμην τῶν μαθητῶν τοῦ Χριστοῦ· τῶν πολεμούντων αὐτῷ ἤμην· ὅθεν καὶ ἀξιόπιστος γίνεται μάρτυς, ὅτι μυρία ποιῶν καὶ πολεμῶν καὶ ἀναιρῶν τοὺς πιστεύοντας καὶ πείθων βλασφημεῖν, καὶ πάντα κινῶν πόλεις καὶ ἄρχοντας· δι’ ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης μεταβέβληται· εἶτα πάλιν οἱ μάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, καὶ οὐκ ἀπατηθέντα, ἀπὸ τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε τῶν νυν γεγενημένων. ὄρα γοῦν πὼς ἄπο προφήτων καὶ ἄπο τουτων αὐτοὺς πιστοῦται· ἵνα γὰρ μὴ δόξῃ καινοτομεῖν, καίτοι γε ἔχων μεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τοῦτο μέσον τίθησι· τοῦτο μὲν οὖν ἀξιοπιστότερον, ἅτε νῦν γενόμενον· ἀλλ’ ἐπειδὴ μόνος εἶδε, πάλιν αὐτὰ ἀπὸ προφητῶν πιστοῦται. Καὶ ὅρα αὐτὸν οὐχ ὁμοίως διαλεγόμενον ἐν δικαστηρίῳ καὶ ἐν ἐκκλησίᾳ· ἐκεῖ μὲν οὖν λέγει, ὅτι καὶ ἀνείλετε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε μὴ πλέον ἐκκαῦσαι τὸν θυμόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν εἰπὼν, εἰ παθητὸς ὁ Χριστὸς, οὕτως ἀφίησιν αὐτὸν ἐγκλημάτων· ὅτι καὶ οἱ προφῆται, φησὶ, τοῦτο λέγουσιν, οὐκοῦν δέξασθε. καὶ τὸ λοιπὸν, ἐπειδὴ εἶπε τὴν ὄψιν, λοιπὸν μετ’ ἀδείας καὶ τὰ κατορθώματα λέγει. Ἀμμωνίου. “ Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ ἐνόμισα ἐξ οἰκείας ἐπικρίσεως τοῦτο οὕτω δεῖν γενέσθαι· “περισσῶς τε ἐμμαινόμενος,” ἄτοπα τινὰ ἐποίουν, ἅπερ οἱ πάνυ μεμηνότες ἐποίουν· ἣ τάχα καὶ περισσότερον ἐγὼ ἐκείνων ἐμαινόμην, ἔπειπερ ἑκὼν ἔπραττον τὸ κακὸν. Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λέγουσαν πρός με τῆ Ἑβραΐδι διαλέκτῳ, Σαοὺλ, Σαοὺλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Τοῦ Αὐτοῦ. “ Εἶδον ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου,” τῶν αἰσθητῶν τὸ φωτεινότερον παράγων, καὶ μὴ δυνάμενος ἀντισῶσαι τῷ φωτὶ ἐκείνω τὸ τοῦ Ἰησοῦ φῶς, καθὼς δύναται παραδέξασθαι ἀκοῇ ἀνθρώπου λαβεῖν· ὑπερνικᾶν τὸ ἡλιακὸν φῶς ἐκεῖνο φήσας “ ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν,” τῷ ἐθνικῷ διαλεγόμενος, κηρύξαι τὲ αὐτῷ πρῶτον ἀνάστασιν νεκρῶν, ἐπιφέρει, καὶ τὸ δεῖν πιστεύειν τῷ μόνῳ Θεῷ, ἀποστάντα τινὰ τῆς τοῦ Σατανᾶ πλάνης· ἀφίσταται δὲ, εἰ τοῖς λόγοις τοῖς τῶν εὐαγγελιζομένων πεισθῇ τις· εἶτακαταλέγει καὶ τὰ τῶν πιστῶν ἀγαθὰ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ μετὰ τῶν ἁγίων ἐγκαταλεγῆναι. Ἐγὼ δὲ εἶπον, τίς εἶ, Κύριε; ὁ δὲ Κύριος εἶπεν, ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις· ἀλλ’ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι, Τοῦ Χρυσοστόμου. τούτοις ἐπείσθην, φησὶ, ταύτῃ τῆ ὀπτασίᾳ με ἐπηγάγετο, καὶ οὕτως ἔπεισε μὴ ἀναβάλλεσθαι. Ἐξαιρούμενός σε, ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς ἐξαποστελῶ σε, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, Τοῦ Χρυσοστόμου. Τὰ συνέχοντα κακὰ τοὺς ἀπίστους δείκνυσι τὸν Σατανᾶν, τὸ σκότος· τὰ ἀγαθὰ τῶν πιστῶν, τὸ φῶς, τὸν Θεὸν, τὸν κλῆρον τῶν ἁγίων· οὐχ ἁπλῶς μετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυμαστόν· καὶ ὅρα πανταχοῦ τὰ ἔθνη συμπλεκόμενα τῷ λαῷ· οἱ γὰρ παρόντες ἐξ ἐθνῶν ἤσαν. Τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις τῆ πίστει τῆ εἰς ἐμέ. ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ ἐν Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπήγγελλον μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν ζῶντα Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Τοῦ Αὐτοῦ. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας ἀρχηγὸς γέγονα; Ἀμμωνίου. Ὁ Παῦλος κηρύξας δι’ ὧν κρίνεται τὴν πίστιν, ἐπὶ τέλει τοῦ λόγου, φησὶ, τῷ λαῷ καὶ τοῖς ἔθνεσιν· ἵνα καὶ τὸν Ἀγρίππαν καὶ τοὺς σὺν αὐτῷ προτρέψηται ἐθνικοὺς, καὶ τοὺς ὅσοι παρῆσαν Ἰουδαῖοι. Καὶ πάλιν, “ ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενομην ’ς τῇ οὐρανίῳ ὀπτασίᾳ ὡσπερ οὑν ἐγὼ ἐπίστευσα, οὕτω δεῖ καὶ τὸν ἀκούοντά μου, πιστεῦσαί μοι οὐ γὰρ ἀκοὴν ἀπαγγέλλω λόγων ἑτέρων, ἀλλ’ ὧν ἐγὼ ἤκουσα καὶ εἶδον ἐξ οὐράνου· κατὰ ὀπτασίαν δέ ἐστιν ἡ καθαρὰ θέα, ἡ ὑπερβαίνουσα ἄνθρωπον· ἅπερ τις ἐν σαρκὶ, δίχα τοῦ ἀποκαλυφθῆναι αὐτοῦ τοὺς ὀφθαλμοὺς, οὐκ ἔστιν ἰδεῖν δυνατός. Ἕνεκα τούτων Ἰουδαῖοί με συλλαβόμενοι ὄντα ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τὲ καὶ μεγάλῳ, Τοῦ Χρυσοστόμου. Ὅρα πὼς ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ· καὶ τὸ πᾶν ἐπιγράφει τῷ Θεῷ· εἶτα ἡ παρρησία· ἀλλ’ οὐδὲ νῦν ἀφίσταμαι, καὶ τὸ ἀσφαλὲς ἀπὸ προφητῶν γὰρ ἰσχυρίζομαι, “ εἰ παθητὸς ὁ Χριστός·” εἶτα ἡ ἀνάστασις καὶ ἡ ἐπαγγελία· εἶδε τὴν παρρησίαν ὁ φῆστος, καὶ τι φησιν; ἐπειδὴ ἀεὶ πρὸς τὸν βασιλέα διελέγετο, ὥσπερ ἔπαθέ τι, καὶ φησὶ πρὸς αὐτὸν, “ μαίνῃ Παῦλε,” καὶ τὰ ἑξῆς. Οὐδὲν ἐκτὸς λέγων ὧν τὲ οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωυσῆς, εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως h νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι. Τοῦ Χρυσοστόμου. Ἵνα μὴ δόξῃ αὐτὸς διδάσκαλος εἶναι, τοὺς προφήτας ἐπάγει, τὸν Μωσέα λέγοντα, “ εἰ παθητὸς ὁ Χριστὸς, “ εἰ πρῶτος ἐξαναστάσεως.” Οτι μὲν οἱ προφῆται ἐλάλησαν περὶ τοῦ πάθους Χριστοῦ, περιττὸν τὰ πᾶσι πρόδηλα λέγειν· ὅτι δὲ καὶ Μώσης, δῆλον ἐκ τοῦ εἰπεῖν αὐτὸν ὡς ἐκ προσώπου τοῦ Ἰούδα, “ ὡς λέων ἀναπεσὼν “ ἐκοιμήθη, καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν;” σαφῶς γὰρ τὸν θάνατον τοῦ Χριστοῦ καὶ τὴν ἀνάστασιν σημαίνει, καὶ μὴν καὶ τὸ πάθος δι’ ὧν πάλιν φησὶν, “ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρε- “ μαμένην ἐπὶ ξύλου ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν.” Διδύμου. Ὁ βουλόμενος ἀποδεικνύναι πῶς Μωϋσῆς οἶδε τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἀλλὰ πῶς φωτίσει τὸν λαὸν καὶ τὰ ἔθνη, συγχρήσεται τῇ πρὸς Ἰούδαν εὐλογίᾳ ἀναφερομένῃ ἐξ ὅλων εἰς τὸν Χριστὸν, ἧς ἐν μέρει κεῖται· “ σκύμνος “ λέοντος Ἰούδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμή- “ θὴς ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;” Καὶ μεθ’ ἕτερα—Καὶ αὐτὸς προσδοκία ἐθνῶν· κοίμησις γὰρ ἐν τούτοις ὁ θάνατος, καὶ ἡ ἀνάστασις ἔγερσις λέγεται. μεθ’ ἣν ἀνάστασιν, “ μαθητεύσατε πάντα τὰ ἔθνη, τοὺς γνωρίμους ἔπεμψε· πολλοὶ εἰλήφασι περὶ τοῦ σταυροῦ εἰρῆσθαι παρὰ τῷ Μωσεῖ· “ ὄψεσθε “ τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν· συγχρήσῃ καὶ τῷ “ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ” φερομένῳ ἐν Δευτερονομίῳ· πρὸς δεῖξιν τοῦ φωτὸς κατηγγελκέναι τὸν Ἰησοῦν, μὴ μόνον τοῖς ἔθνεσιν ἀλλὰ καὶ τῷ λαῷ Ἰσραήλ· καὶ πάλιν εἰπὼν περὶ Μώσεως ὁ Παῦλος, μείζονα πλοῦτον ἡγησάμενος τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ὑπὲρ τοὺς ἐν Αἰγύπτῳ βασιλικοὺς θησαυροὺς, πάλιν τὸν σταυρὸν σημαίνει. Ἀμμωνίου. “ Εἰ παθητὸς ὁ Χριστός· τὸ τοῦ Χριστοῦ ὄνομα Θεὸν ἔνσαρκον, σὺν ψυχῇ νοερᾷ παρέχον νοεῖν ἡμῖν, οὐκ ἔξω λόγου, καὶ παθητὸν αὐτὸν λέγει· ταῦτα δέ, φησι, Μωυσῆς καὶ οἱ προφῆται προεῖπον· εἰ πρῶτος ἐξαναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ, καὶ τοῖς ἔθνεσι τὸ τί· ἀντὶ τοῦ ὅτι ἐστί. Μώσης τε εἶπεν· “ εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξαναστάσεως·” ὅτι παθητὸς ὁ Χριστὸς, πρῶτος. πρῶτος γὰρ οὗτος ἀνέστη, καὶ οὐκέτι ἀποθνήσκει· οἱ γὰρ ἀναστάντες δι’ αὐτοῦ, ἢ τῶν μαθητῶν, πάλιν ἀπέθανον, ἕως τῆς καθολικῆς ἀναστάσεως μένοντες. Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ φῆστος μεγάλη τῆ φωνῇ φησὶ, μαίνη Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει· ὁ Παῦλος, οὐ μαίνομαί, φησι, κράτιστε Φῆστε, ἀλλὰ σωφροσύνης καὶ ἀληθείας ῥήματα ἀποφθέγγομαι. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ ἀεὶ πρὸς τὸν βασιλέα διελέγετο, ὥσπερ ἔπαθέ τι, καὶ ἰδὼν τὴν παρρησίαν ἀπὸ θυμοῦ καὶ ὀργῆς φησὶν ὁ Φῆστος, “ μαίνῃ Παῦλε·” ὁ δὲ Παῦλος τὴν αἰτίαν διδάσκει, δι’ ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψε· “ τόδε “ γὰρ οὐκ ἔστιν ἐν γωνίᾳ πεπραγμένον. Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐδὲν πείθομαι· οὐδὲ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα περὶ τοῦ σταυροῦ φησι, περὶ τῆς ἀναστάσεως, ὅτι πανταχοῦ τῆς οἰκουμένης γέγονε τὸ δόγμα. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τοῦ Αὐτοῦ. Ταῦτα φησὶ δεικνὺς ὅτι τὰ πάντα οἶδεν ὁ Ἀγρίππας, καὶ μονονουχὶ λέγων καὶ πρὸς αὐτούς· ἔδει μὲν καὶ ὑμᾶς ταῦτα εἰδέναι· τὸ γὰρ ἐπαγόμενον τοῦτό ἐστιν· “ οὐ γάρ ἐστιν ἐν “ γωνίᾳ πεπραγμένον.” Ὁ δὲ Παῦλος ἔφη, εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ πολλῷ, οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους, ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. Τοῦ Αὐτοῦ. τὸν ἐθνικὸν εἰς πίστιν θέλων ἑλκύσαι, ἤθελεν αὐτὸν μαρτυρῆσαι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, δι’ ὣν φησὶν, “ τι ἄπι- “ στον κρίνεται παρ’ ὑμῖν; ἵνα, δι’ ὧν αὐτὸς ὡμολόγει, σωθῇ·” τῷ δὲ Θεῷ τὸν τῆς ἀναστάσεως τῶν νεκρῶν κατόρθωσιν ἀφορίζει πρὸς τῷ μηδένα τοῖς λεγομένοις ἀντειπεῖν· τίς γὰρ οὗτος ἠλίθιος ἢ βλάσφημος, ὃς τολμήσειεν εἰπεῖν, ὅτι οὐ δύναται ὁ Θεὸς ποιῆσαι ὅσα θέλει; ἢ οὖν ἑκόντας διαπιστεῖν ἤθελεν ἐκείνους συνθέσθαι τῷ τῆς ἀναστάσεως λόγῳ, ἢ διὰ τὸν φόβον τοῦ μὴ θεομάχους ὑποπτευθῆναι αὐτούς. Οὗτός ἐστιν ὁ μετὰ τὸν πρῶτον Ἀγρίππαν καὶ τὸν Ἡρώδην δεύτερος Ἀγρίππας, συνώνυμος τῷ δευτέρῳ καὶ υἱὸς αὐτοῦ γενόμενος, ὑπὸ Κλαυδίου αὐτοκράτορος Ῥωμαίων βασιλεὺς τῆς Ἰουδαίας. Τοῦ Χρυσοστόμου. Καίτοι ἄξιον ἦν δόξης· ἀλλὰ πρὸς τὴν κείνων ὑπόληψιν ἀφορῶν, διὰ τοῦτο εἶπε, “ παρεκτὸς τῶν δεσμῶν “ τούτων.” Τοῦ Αὐτοῦ. Τί λέγεις, ὦ Παῦλε, ἄνευ τῶν δεσμῶν; καὶ ποιά σοι λοιπὸν παρρησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις; καὶ ταῦτα ἐπὶ δήμου τοσούτου· οὐ πανταχοῦ τῶν Ἐπιστολῶν ἐπὶ τῷ πράγματι τούτῳ καυχᾶσαι, καὶ δεσμὸν g σεαυτῷ h καλεῖς; καὶ τὴν ἄλυσιν ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις; τι τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δέσμα οὐκ αὐτὸς ἀπεύχομαι, φησιν, οὐδὲ αἰ- “ σχύνομαι·” ἀλλ’ ἐκείνων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσι δέξασθαι τὸ καύχημα τὸ ἐμόν· ἔμαθον δὲ παρὰ τοῦ δεσπότου μου “ μὴ ἐπιβαλεῖν ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ “ παλαίῳ·” καὶ διὰ τοῦτο οὕτως εἶπον. Καὶ μετ’ ὀλίγα—Δεῖ τοίνυν συγκαταβαίνειν· ὅταν γὰρ μάθωσι φιλοσοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κάλλος καὶ τὴν ἀπὸ τῶν δεσμῶν περιφάνειαν. Καὶ πάλιν—Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ φοβηθῆναι τὰ δεσμὰ, καὶ προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη· ὡς ἐὰν τοῦτο μὴ ᾖ, καὶ παρρησίας πρόξενα τὰ δεσμά. Ἀμμωνίου. Δείκνυσι τὸ τῆς θεοσεβοῦς αὐτοῦ ἀγάπης ὁ λόγος· εἰς μὲν τὰ καλὰ πάντας θέλων κοινωνοὺς εἶναι, μηδένα δὲ αὐτῷ κοινωνῆσαι εἰς βάσανον ἣ θλῖψιν. Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη τὲ ὁ βασιλεὺς καὶ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι οὐδὲν ἄξιον θανάτου ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, ἀπολελύσθαι ἠδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα. Τοῦ Χρυσοστόμου. Ὁρᾷς πῶς καὶ πάλιν ὑπὲρ αὐτοῦ ψηφίζονται, καὶ μετὰ τὸ εἰπεῖν μαίνῃ, ἀφίησιν αὐτὸν, οὐ τοῦ θανάτου ἀλλὰ καὶ τῶν δεσμῶν. καὶ τέλεον ἃν ἀφῆκαν αὐτὸν, εἰ μὴ Καίσαρα ἐπεκέκλητο· ἀλλὰ τοῦτο οἰκονομικῶς γέγονε τὸ καὶ μετὰ δεσμῶν ἀπελθεῖν μέχρι δεσμῶν, ὡς κακοῦργος φησὶν, εἰ γὰρ ὁ Κύριος αὐτοῦ μετὰ ἀνόμων ἐλογίσθη, πολλῷ μᾶλλον οὗτος· ἀλλ’ ὥσπερ ἐκεῖνος οὐκ ἐκοινώνησε τῆς δόξης, οὕτως οὐδὲ οὗτος· τὸ γὰρ θαυμαστὸν τότε ἀναφαίνεται τὸ ἀναμεμιγμένον τούτοις, μηδὲν παρ’ αὐτῶν βλάπτεσθαι.

---

Catenae (Novum Testamentum), Catena In Acta, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg008.local001/.
