# Catena In Acta ΚΕΦ. ς..1

Catenae (Novum Testamentum), Catena In Acta, ΚΕΦ. ς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-acta/%CE%9A%CE%95%CE%A6.%20%CF%82..1

Οτι τοὺς Ἀποστόλους ἐμβληθέντος ἐν τῷ δεσμωτηρίῳ Ἄγγελος τοῦ Θεοῦ ἐξέωσεν, ἐπιτρέψας ἀκωλύτως κηρύσσειν τὸν Χριστόν t. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ. Τοῦ Αὐτοῦ. τουτέστι διηγέρθη κινηθεὶς ἐπὶ τοῖς. Ἠ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς Ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Σημειωτεὸν ὅτι αἱρετικοὶ εἰσὶν οἱ Σαδδουκαῖοι. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκον· παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς· οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐκ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ. ἈΜΜΩΝÍOY. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται· οὐκ εὐθέως αὐτοὺς ἔκρινε, προσδοκῶν πάλιν πράους ἔσεσθαι, καὶ σφοδρότερον αὐτοῖς ἐπιτίθεται. Τοῦ Αὐτοῦ. τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν τούτων ὠφέλεια καὶ διδασκαλία. Καὶ μετ’ ὀλίγα—Δέον τοίνυν ἐρωτῆσαι πρῶτον, πῶς ἐξήλθετε; οἱ δὲ ὡς οὐδενὸς γενομένου ἐρωτῶσι λέγοντες, “σύχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν, καὶ ὅρα δι’ ἑτέρων μανθάνουσιν ἅπαντα· ὁρῶσι κεκλεισμένην τὴν φυλακὴν μετ’ ἀσφαλείας καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν. Τοῦ αὐτοῦ. Εἰ ἐξέβαλλον αὐτοὺς οἱ φύλακες, ὡς ἔφυγον ἂν, εἴγε πεισθέντες ἐξῆλθον· καὶ εἰ ἐξέβαλον αὐτοὺς ἐκεῖνοι, οὐκ ἂν εἰς τὸ ἱερὸν ἔστησαν, ἀλλ’ ἀπέδρασαν ἄν· τοῦτο δὲ οὐδεὶς οὕτως ἀνόητος, ὥστε μὴ συνιδεῖν. Ἀναστρέψαντες δὲ ἀπήγγειλαν λέγοντες, ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν· ἀνοίξαντες δὲ, ἔσω οὐδένα εὕρομεν· ὡς δὲ ἤκουσαν λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αυτων πρὸς ἑαυτοὺς, τί ἃν γένοιτο τοῦτο· παραγενομενος δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων· ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῆ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας. Τοῦ Χρυσοστόμου. Διπλῆ ἡ ἀσφάλεια, ὥσπερ ἐπὶ τοῦ τάφου καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι. ὅρα πῶς ἦσαν θεομάχοι· ταῦτα ἀνθρώπινά ἐστιν, εἰπέ μοι, τὰ ὑπὲρ αὐτῶν γενόμενα; τίς αὐτοὺς ἐξήγαγεν, εἰπέ μοι, τῶν θυρῶν κεκλεισμένων; εἰπὲ, πῶς ἐξῆλθον; ὄντως μαινομένων καὶ μεθυόντων τὰ ῥήματα· οὓς οὐ κατέσχεν ἡ φυλακὴ καὶ τὰ δεσμὰ καὶ θύραι κεκλεισμέναι, τούτων προσεδόκησαν περιέσεσθαι, παίδων ἀνοήτων πράγματα παθόντες. Ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα μὴ λιθασθῶσιν. Τοῦ Χρυσοστόμου. Ὢ τῆς ἀνοίας· ἐφοβοῦντο γάρ, ὄχλον· τι γὰρ αὐτοὺς ὁ ὄχλος ὠφέλει, δέον τὸν Θεὸν φοβηθῆναι· τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων. * Ὅτι τῇ ἑξῆς αὐτοὺς οἱ Ἀρχιερεῖς πάλιν συλλαβόμενοι, ἐφ’ ᾧ μηκέτι διδάσκειν, μαστίξαντες ἀπέλυσαν. Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ, καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ ; καὶ ἰδοὺ ἐπληρώσατε ‘Ιερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώ- που τούτου. Τοῦ Αὐτοῦ ἐκ Τοῦ Κατὰ Ματθαῖον ὑπομνήματοσ. “Ti “ ποιεῖτε βουλόμενοι ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα ἀνθρώπου τούτου; τι φῄς ; σὺ βατίζεις t, καὶ σὺ φοβῇ ; σὺ ἐπηρεάζεις, καὶ σὺ δεδοίκας; ; σὺ κρίνεις, καὶ σὺ τρέμεις ; οὕτως ἀσθενὴς ἡ κακία. Ἀποκριθεὶς δὲ ὁ Πέτρος καὶ οἱ Ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. ΤΟῦ Αὐτοῦ. Ἰδοὺ πρᾶγμα παράδοξον ἀληθῶς· τὸν Κύριον ὃν ὡς κατὰ δειλίαν λαλοῦντα νομίζουσιν οἱ Χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαρσαλέους καὶ ἀφόβους τοὺς ἀνθρώπους κατεσκεύαζεν. οἱ γοῦν μακάριοι Ἀπόστολοι μετ’ αὐτὸν οὕτως ἐκ τῶν φωνῶν τούτων κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν τῶν ἀνακρινόντων αὐτοὺς, ἀλλὰ λέγειν, “πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἣ “ἀνθρώποις· οἵτε ἄλλοι ἅγιοι μάρτυρες ἐθάρρουν οὕτως, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἣ θάνατον ὑπομένειν. Πάλιν μετὰ ἐπιεικείας διαλέγονται· καίτοιγε ἐνῆν εἰπεῖν, τίνες γὰρ ἐστὲ ὑμεῖς ἀντιδιαταττόμενοι τῷ Θεῷ ; ἀλλὰ πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς μετ’ ἐπιεικείας πολλῆς ἀποκρίνονται. πολλὴ ἡ σοφία· καὶ δεικνύουσιν αὐτοὺς μαχομένους τῷ Θεῷ. Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου. Τοῦ Αὐτοῦ. Ὃν γὰρ ὑμεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε· καὶ τῷ Πατρὶ πάλιν τὸ πᾶν ἀνατιθέασιν· ἵνα μὴ δόξῃ ἀλλότριος εἶναιτοῦ Πατρός. τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῆ δεξιᾷ αὐτοῦ. Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς τὴν ἀνάστασιν λέγει, ἀλλὰ καὶ τὴν ὕψωσιν. Δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. ToT ΛΥ̓ΥοΥ-. Ὄρα πάλιν τὸ κέρδος· ὅρα ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισμένην. ToT ΛΥ̓τΩΥ-. Ἐνταῦθα οὐ μέμνηται τῶν ἐθνῶν, ἵνα μὴ δῷ λαβήν. μ Καὶ ἡμεῖς ἐσμὲν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. ToT ΛΥ̓ΥΩΥ-. Ποίων ῥημάτων ; ὅτι ἄφεσιν, ὅτι μετάνοιαν ἀπ- ηγγείλατο· ἡ μὲν ἀνάστασις ἦν λοιπὸν ὡμολογημένη· ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡμεῖς μαρτυροῦμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ οὐκ ἃν ἐπῆλθε, μὴ πρότερον τῶν ἁμαρτιῶν λυθεισῶν· ὅθεν ἀναμφισ βψη τητον τεκμήριον τοῦτο ἐστιν· Πολλὴ ἡ παρρησία καὶ τὸ ἀξιόπιστον. Καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. ToT ΑΥ̓τοΥ-. Ὁρᾶς ὅτι οὐχὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ μόνον κέχρηται· καὶ οὐκ ε-ι’πεν, ὃ ἔδωκεν ἡμῖν, ἀλλὰ τοῖς πειθομένοις· ἅμα μὲν μετριάζοντες, ἅμα δὲ αὐτῷ δεικνύντες καὶ δηλοῦντες ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Καὶ μετ’ ὀλίγα — Διὰ τοῦτο συγ- χωρεῖ ὁ Θεὸς ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα κᾀκει-νοι παι- δεύωνται, καὶ πάντες μανθάνωμεν, καὶ οἱ Ἀπόστολοι εἰς παρρησίαν ἀλείφωνται. ΔιΔΎΜοΥ. Οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἑτέροις χωρίοις τῆς γραφῆς δηλοῦται, ὡς τὸ Ἅγιον Πνεῦμα δίδοται, ἡμῶν τὴν αἰτίαν τοῦ λαβεῖν αὐτὸ παρεχόντων· τὸ γὰρ πειθαρχεῖν Θεῷ προαιρετικὸν ὥσπερ τὸ πιστεύειν· οἷς μετὰ ἀναλογίαν δίδοται τὸ Πνεῦμα τοῖς τῶν χαρισμάτων αὐτοῦ τυγχάνουσι· συνᾴδει δὲ τούτοις καὶ τὸ “δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. ’^’^ Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβούλοντο ἀνελεῖν αὐτοὺς. ToT ΧΡΥΣοτΥόMοΥ. Ὁρᾶς τούτους πάλιν ἐν ἀπορίᾳ· τούτους ἐν ὀδύνῃ, ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυμίᾳ καὶ ἐν τρυφῇ· οὐχ ἁπλῶς ὠδυνῶντο ἀλλὰ διεπρίοντο· τοῦτο ἄρα ἐστὶ τὸ κακῶς παθεῖν, τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἐστὶν ἰδεῖν· ἐν δεσμοῖς ἦσαν οὗτοι· παρεστήκεσαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἐν κιν- δύνω ἦσαν, ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ· καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγὴν, οὕτω δὴ καὶ οὔτοι. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ. Τοῦ Αὐτοῦ. Οὗτος ὁ Γαμαλιὴλ ὁ Παύλου διδάσκαλος ἦν· καὶ θαυμάσαι ἄξιον, πῶς καὶ κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὣν, οὐδέπω πιστεύει· ἐπεὶ οὐδέπω Παῦλος ἐπίστευσεν· οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύοντα δι’ ὅλου, καὶ δῆλον ἐκ τῶν ῥημά- των αὐτοῦ. Φαρισαῖος ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ· ἔξω βραχύ τι r τοὺς Ἀποστόλους ἐκέλευσε ποιῆσαι· εἶπέ τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. Τοῦ Αὐτοῦ. Ὁρᾶ τὴν σύνεσιν τῆς δημηγορίας, πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐνέβαλε· καὶ ὥστε μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ σφοδρότητι κέχρηται, ἀλλ’ ὡς ὑπὸ θυμοῦ μεθύουσιν οὕτω φησὶν, “ ἄνδρες Ἰσραηλῖται,“ καὶ τὰ ἑξῆς, μὴ ἁπλῶς φησὶ, μηδὲ ὡς ἔτυχε φέρεσθαι s. Πρὸ γὰρ τούτων ἡμερῶν. Τοῦ Αὐτοῦ. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς· πρὸ μὲν οὖν τὰ παραδείγματα εἰπεῖν, “προσέχετε ἑαυτοῖς·” ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται, καὶ φησὶν, "ἀπόστητε ἀπὸ τῶν ἀνθρω- πων τούτων. Ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτὸν μέγαν, ᾧ προσετέθησαν ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο ὡς οὐδέν. ἘΞ ἀνεπιγράφου. Περὶ Θευδᾶ μέμνηται Ἰώσηπος ἐν τῷ βιβλίῳ τῆς Ἀρχαιολογίας, ὡς φησὶν Εὐσέβιος ἐν τῷ δευτέρῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας, αὐταῖς λέξεσι παρατιθέμενος τὸν Ἰώσηπον λέγοντα· “Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης τὶς “ἀνὴρ, Θευδᾶς ὀνόματι, πείθει τὸν ὄχλον ἀναλαβόντα τὰς κτήσεις "ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ· προφήτης γὰρ ἔλε- “γεν εἶναι· καὶ προστάγματι τὸν ποταμὸν σχίσας, δίοδον ἔφη “παρέξειν αὐτοῖς ῥᾳδίαν· καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν· οὐ “μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φάδος, ἀλλ’ ἐξέπεμψεν “ἴλην ἱππέων ἐπ’ αὐτοὺς, ἥτις πολλοὺς ἀνεῖλε καὶ ἐζώγρησεν “αὐτῶν· αὐτόν τε τὸν Θευδᾶν ζωγρήσαντες, ἀποτέμνουσι τὴν “κεφαλὴν καὶ κομίζουσιν εἰς ‘Ιεροσόλυμα.” Θευδᾶς αἱρεσιάρχης καὶ Ἰούδας Γαλιλαῖος ἐπὶ τῶν χρόνων τῆς ἀπογραφῆς κατελύθησαν. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γ αλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς· καὶ ἀπέστησε λαὸν ἱκανὸν ὁπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν· καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐ- τοὺς. ΕΞ ἀνεπιγράφου. Εοίκασιν οἱ Γαλιλαῖοι κατὰ τοὺς Πιλάτου ἐστασιακέναι, δόγμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίον· ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι’ εὐσέβειαν εὐτονίας· κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖ τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα· καὶ πολλοὶ γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον χαλεπωτάτας αἰκίας ὑπέμειναν· οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι, περὶ τῆς σωτηρίας τοῦ Βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους· εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεύσαι παρ’ αὐτοῖς αἷς ἐδόκουν προσφέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι· ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων, καθὰ καὶ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ φέρεται. Ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστὶν, οὐ δυνή- σεσθε καταλύσαι αὐτούς. Τοῦ Χρυσοστόμου. Εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, πραγμάτων ὑμῖν; ἀλλ’ εἰ t θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε· ἄληπτος ὁ λόγος. Τοῦ Αὐτοῦ. Πόθεν δῆλον, ὅτι ἐὰν ᾖ ἐξ πεῖραν ἔλαβε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ· ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὕπο τούτων, εἰ τοιοῦτος ἐστιν οἶοι κᾳκεινοι, καὶ μὴ θείᾳ δυνάμει πάντα ἐργάζονται, μικρὸν ἀναμείνατε, καὶ ἡ τῶν πραγμάτων ὑμῶν πιστώσεται ἔκβασις· διὰ τοῦ τέλους εἴσεσθε, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὥς φατε, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀπορρήτῳ δυνάμει τὰ καθ’ ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο· ἀνέμειναν, καὶ διὰ τῶν ἔργων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις. Μήποτε καὶ θεομάχοι εὑρεθῆτε. Τοῦ Χρυσοστόμου. Τί οὖν κωλύει, φησὶ, καὶ μήποτε γάρ, φησι, καὶ θεομάχοι εὑρεθῆτε· καὶ διὰ τοῦ ἀδυνάτου καὶ διὰ τοῦ ἀσυμφόρου ἀποτρέπει αὐτούς· καὶ οὐκ εἶπεν ὅτι ἀπό τινος ἀνῃρέθησαν, ἀλλ’ ὅτι ἐνταῦθα διελύθησαν, καὶ ἐρρύη αὐτῶν τὸ σύστημα. εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, τί δεῖ πραγμάτων ὑμῖν ; ἀλλ’ εἰ u θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι· ἄληπτος ὁ λόγος. πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον ; ἐπείσθησαν γὰρ αὐτῷ, φησίν. Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς Ἀποστόλους, δείραντες, παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· καὶ ἀπέλυσαν αὐτούς. Τοῦ Αὐτοῦ. Πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν μαστίξαι μόνον; ὅρα μετὰ πόσα μαστίζονται, καὶ πάλιν ἡ διδασκαλία ἐπετείνετο· καὶ γὰρ ἐν οἰκία καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Καὶ μετ’ ὀλίγα—τινος οὑν ἕνεκεν, φησὶ, μαστίζονται; τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον, ὅμως δὲ τὸν θυμὸν ἐπλήρουν τὸν οἰκεῖον, καὶ πάλιν ταύτῃ φοβῆσαι προσεδόκησαν. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου. Τοῦ Χρυσοστόμου. Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον; οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἰερεμίας ἐμαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν καὶ τοῖς ἄλλοις· ἀλλ’ ἐνταῦθα καὶ ἀπὸ τούτου καὶ ἀπὸ τῶν σημείων μόνον τὴν δύναμιν ἐνεδείκνυντο τοῦ Θεοῦ· οὐκ εἶπεν ὅτι οὐκ ἤλγουν, ἀλλ’ ὅτι καὶ ἀλγοῦντες ἔχαιρον· πόθεν δῆλον ; ἐκ τῆς μετὰ ταῦτα παρρησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύτ- τοντες. ἈΜΜΩΝÍOY ΠΡΕΣΒΥΤΕΡΟΥ. “‘Υπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·” τῷ καθολικῷ χρησάμενος ἐδήλωσεν, ὅτι Θεὸς ἦν ὁ Ἰησοῦς· ὥσπερ γάρ τις λέγων; αὐτὸς εἶπεν, ὁ ὢν εἰπε, τὸν Θεὸν σημαίνει· οὕτως καὶ ὁ ἀορίστως τὸ ὄνομα μόνον εἰπὼν, ὁμοίως τὴν θείαν τοῦ Ἰησοῦ οὐσίαν ἐσήμανεν. Οτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀτιμασθῆναι· πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Καταξιωθῆναι γὰρ ὄντως ἐστὶ καὶ τὸ ἀτιμασθῆναι· εἰ γὰρ φίλον τις ἔχων, κέρδος ἡγεῖται τὸ δι’ ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον ὁ διὰ Χριστόν· μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις τὰς διὰ Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσμῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἡμῖν ἔστω προτροπή. Καὶ πάλιν—Οὕτω δὴ καὶ ἡ σωτηρία ἡμῶν τότε ἐνεργεῖται μειζόνως· τουτέστι δείκνυται, αὔξεται, ἐπιτείνεται, ὅταν ὑπομονὴν ἔχῃ, ὅταν πάσχῃ, καὶ γενναίως ἅπαντα φέρῃ· ἄρα ἐνέργεια σωτηρίας οὐ τὸ ποιεῖν κακῶς ἀλλὰ τὸ πάσχειν κακῶς· "οὐκ ἄξια γὰρ τὰ παθή- "μάτα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν.”

---

Catenae (Novum Testamentum), Catena In Acta, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg008.local001/.
