Ancient Greek
ἙΡΜΗΝΕΙΑ ΤΩΝ ΠΡΑΞΕΩΝ TOY ΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΙ ἙΤΕΡΩΝ ΔΙΑΦΟΡΩΝ.
Catenae (Novum Testamentum), Catena In Acta ἙΡΜΗΝΕΙΑ ΤΩΝ ΠΡΑΞΕΩΝ TOY ΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΙ ἙΤΕΡΩΝ ΔΙΑΦΟΡΩΝ.
Not analysed yet
ΑΝΤΙΟΧΕΥΣ ὑπάρχων τὸ γένος ὁ Λουκᾶς, ἰατρὸς τὴν ἐπιστήμην, ὁ ὑπὸ Παύλου μαθητευθεὶς, δύο βίβλους συνεγράψατο, μίαν μὲν προτέραν τὴν τοῦ Εὐαγγελίου, δευτέραν δὲ ταύτην τὴν περὶ τῶν Ἀποστολικῶν Πραξέων. Ἔστιν οὖν ὁ πᾶς λόγος τοῦδε τοῦ τεύχους περὶ τῆς μετὰ τὴν ἀνάστασιν εἰς οὐρανοὺς ἀνόδου Χριστοῦ, καὶ περὶ τῆς τοῦ Ἀγίου Πνεύματος εἰς τοὺς Ἀποστόλους ἐπιφοιτήσεως· ὅπως καὶ ὅποι τὴν εἰς Χριστὸν εὐσέβειαν κατήγγειλαν οἱ μαθηταί· καὶ ὡς διὰ προσευχῆς καὶ τῆς εἰς Χριστὸν πίστεως ἐθαυματούργησαν· καὶ περὶ τῆς οὐρανόθεν θείας παρακλήσεως τοῦ Παύλου, ἀποστολῆς τε αὐτοῦ καὶ κηρύγματος εὐθαλοῦς· καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἔτλησαν οἱ Ἀπόστολοι διὰ Χριστὸν, πολλῶν γὲ καὶ μεγίστων κινδύνων.