Ancient Greek
ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ Κολοσσαέων οἰκειωθέντων θεῷ ἐπ’ ἐλπίδι.
Catenae (Novum Testamentum), Catena in epistulam ad Colossenses (Typus Parisinus) ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ Κολοσσαέων οἰκειωθέντων θεῷ ἐπ’ ἐλπίδι..1
Not analysed yet
Εὐχαριστοῦμεν τῷ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐμοὶ δοκεῖ πάντα ἐπὶ τὸν πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον. Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ δι’ εὐχαριστίας μόνον, ἀλλὰ καὶ διὰ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν· ὅτι καὶ οὓς οὐκ ἑώρακε, τούτους εἶχε διὰ παντὸς ἐν αὐτῷ· ἀκούσαντες, φησίν, τὴν πίστιν ὑμῶν τὴν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. τοῦτο οἰκειοῦται αὐτούς· Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. πέμπει δὲ τὴν ἐπιστολὴν διὰ Τυχικοῦ· ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. καὶ τὴν ἀγάπην, φησίν, τὴν εἰς πάντας τοὺς ἁγίους· οὐκοῦν καὶ εἰς ἡμᾶς, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. Σευηριανοῦ. Τὰ μέλλοντα φησὶν ἀγαθά· τοῦτο δὲ διὰ τοὺς πειρασμούς· ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τί κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησίν, ὅτι μεγάλα αὐτοῖς προξενεῖτε ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας· ἐνταῦθα πληττόντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. ἣν προηκούσατε φησὶν ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου· καὶ ἀλήθειαν μαρτυρεῖ εἰκότως ὅτι οὐδὲν ψεῦδος ἐν αὐτῷ· καὶ οὐ λέγει τοῦ κηρύγματος, ἀλλὰ τοῦ εὐαγγελίου, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ θεοῦ. Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Ἤδη χαρίζεται αὐτοῖς· παρόντος δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησίν, καὶ ἀπέστη· ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. εἶτα ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται· διὰ τοῦτο ἐπήγαγεν, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ· πανταχοῦ κρατεῖ· πανταχοῦ ἕστηκεν. τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία· καὶ τὸ Εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησίν, οὐκ ἔστιν ψεῦδος ἵνα παροφθῇ, οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους· καὶ οὐκ ἔφθασεν μὲν, παρηκούσθη δὲ, ἀλλ’ ἔστιν καρποφορούμενον, φησίν, καὶ αὐξανόμενον· διὰ μὲν τὰ ἔργα αὐξανόμενον, τῷ πολλοὺς περιλαμβάνειν· τῷ μᾶλλον στηρίζεσθαι, καθὼς καὶ ἐν ὑμῖν φησίν. Χρυσοστόμου. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις· ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. ἀφ’ ἧς ἡμέρας ἠκούσατε· τὸ θαυμαστὸν, ὅτι τάχεως προσήλθετε καὶ ἐπιστεύσατε· καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε καρπούς· ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἔγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· οὐκ ἐν λόγῳ, φησίν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις. τοῦτο τοίνυν λέγει καρποφορούμενον, ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα, ὅτι ἅμα ἐδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ θεοῦ. τὸ τοίνυν εὐθέως ἐπιδεξάμενον τὴν οἰκείαν δύναμιν, ἀπιστεῖσθαι, πῶς οὐ χαλεπόν; Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾷ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι. εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς φησίν, Τοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Τουτέστιν ἀληθής· πῶς ὑπὲρ ὑμῶν διάκονος; τῷ πρὸς αὐτὸν ἀπελθεῖν· καὶ δηλώσας, φησίν, ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι, τουτέστιν τὴν πνευματικὴν τὴν εἰς ἡμᾶς· εἰ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ ἀγγέλων λέγεται προσάγεσθαι;