# Catena in epistulam ad Colossenses (Typus Parisinus) Ἀρχὴ τῆς ὑποθέσεως.

Catenae (Novum Testamentum), Catena in epistulam ad Colossenses (Typus Parisinus), Ἀρχὴ τῆς ὑποθέσεως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-colossenses-typus-parisinus/%E1%BC%88%CF%81%CF%87%E1%BD%B4%20%CF%84%E1%BF%86%CF%82%20%E1%BD%91%CF%80%CE%BF%CE%B8%CE%AD%CF%83%CE%B5%CF%89%CF%82.

Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας, πείθοντας τὸν νόμον τηρεῖν ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαεῖς ἔπειθον ἀγγέλοις προσέχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες ἀγγέλους εἶναι· ὅτι τε ὁ μὲν θεὸς ἀχώρητος καὶ μέγας οὐκ ἐφικτὸς ἀνθρώποις· διὰ δὲ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν, χορηγεῖ τὰς εὐεργεσίας τοῖς δεχομένοις. οἱ δὲ Ἰουδαῖοι ὅτι ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· οὕτω καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων· οὕτω καὶ ὁ ἄρχων Περσίδος ἀντέστη μοι· καὶ πάλιν ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. ὡς καὶ ὁ Ἰακώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητος μου. καὶ ἐν ταῖς καθόλου Πράξεσι περὶ Πέτρου , ἄγγελος αὐτοῦ ἔστιν· καὶ ὁ κύριος, ὅρατε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. ὅτι οἱ ἄγγελοι αὐτῶν τὸ πρόσωπον ὁρῶσι τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον, τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν. ὄντων ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσαγόντων· ἀτελὲς δὲ καὶ τὸ τὰς παρατηρήσεις παρορᾶν, τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰουδαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται· διὰ τοῦτο καὶ ἀρχόμενος φησίν.

---

Catenae, Catena in epistulam ad Colossenses (Typus Parisinus). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg022.local001/.
