# Catena in epistulam ad Colossenses (Typus Parisinus) 1

Catenae (Novum Testamentum), Catena in epistulam ad Colossenses (Typus Parisinus), Chapter hypothesis1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-colossenses-typus-parisinus/1

Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου. ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι· οἷα ἐστὶν ἡ πρὸς Ἐφεσίους · οἷα ἡ πρὸς Φιλήμονα · οἷα ἡ πρὸς Τιμόθεον · οἷα ἡ πρὸς Φιλιππησίους · οἷα αὕτη ἡ παροῦσα. καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς καὶ γράφων ἔλεγεν, διὸ καὶ δέδεμαι ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι. ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι· ἐκείνην μὲν γὰρ, οὐδέπω ἴδων Ῥωμαίους, ἔγραφεν· ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. καὶ δῆλον ἐκεῖθεν. ἐν γὰρ τῇ ἐπιστολῇ φησί, τῇ πρὸς Φιλήμονα , τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης· καὶ ὑπὲρ Ὀνησίμου ἀξιοῖ· ἐν ταύτῃ δὲ, αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθὼς φησὶν σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ· πιστὸν καὶ ἀγαπητὸν καὶ ἀδελφὸν αὐτὸν καλῶν· διὸ καὶ θαρρούντως λέγει ἐν ταύτῃ τῇ ἐπιστολῇ ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. ταύτης οὖν πρεσβύτεραν οἶμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γὰρ φησὶν ἐγὼ γὰρ ἤδη σπένδομαι· τῆς μὲν οὖν πρὸς Φιλιππησίους πρεσβύτερα· ἐκεῖ γὰρ τότε ἦν, ἀρχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν Ῥώμῃ. τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς ἐπιστολὰς κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν γράφει; ὡσανεὶ ἀριστεὺς σφαγᾶς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν, οὕτω δὴ καὶ αὐτὸς ἐποίει· οἶδεν γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησίν, ὃν ἐγὼ ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ ἀλλὰ χαίρωμεν. ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησίν· καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ καὶ ἐνταῦθα Ἀρχίππῳ δοκεῖ μοι οὗτος ἐγκεχειρῆσθαι τινὰ τῆς ἐκκλησίας· οὐκ εἶδεν δὲ οὐδὲ τούτους, οὐδὲ Ῥωμαίους, οὐδὲ Ἑβραίους, ἡνίκα ἔγραφεν πρὸς αὐτούς. καὶ περὶ μὲν ἐκείνων πολλαχόθεν δῆλον· περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος· καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί· καὶ πάλιν· εἰ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί. οὕτως ᾔδει μέγα ὃν τὴν παρουσίαν αὐτοῦ. πανταχοῦ καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησιν· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ· ἐγὼ μὲν γὰρ, φησίν, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρών· καὶ πάλιν ἐλεύσομαι πρὸς ὑμᾶς καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. καὶ πάλιν, μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ἀπεῖναί με. Σευηριανοῦ. Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς νοεῖται, πολλὰ τῆς πρὸς Κολοσσαεῖς διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι, μηδὲ τὸν σκοπὸν τοῦ ἀποστόλου.

---

Catenae, Catena in epistulam ad Colossenses (Typus Parisinus). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg022.local001/.
