Ancient Greek
ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
Not analysed yet
α'. Περὶ τῆς ἐν Κυρίῳ ἐκλογῆς ἡμῶν καὶ εἰσαγωγῆς καὶ τελειώσεως. β'. Εὐχὴ περὶ γνώσεως τῶν ἐν Χςιστῷ εἰσαχθέντων ἀγαθῶν εἰς γ'. Περὶ τῆς τῶν ἐθνῶν καὶ Ἰουδαίων οἰκειώσεως πρὸς Θεὸν διὰ Χριστοῦ ἐπ’ ἐλπίδι κατὰ χάριν. δ'. Περὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν καὶ ἔλεγχον δαιμόνων. ε'. Εὐχὴ ὑπὲρ τῆς ἐκκλησίας εἰς δύναμιν καὶ ἀγάπην Θεοῦ. ς'. Παραίνεσις περὶ ἀγάπης ἑνωτικῆς, εἰ καὶ τὰ χαρίσματα διῄρηνται πρὸς ὠφέλειαν κοινήν. ζ'. Περὶ σωφροσύνης καὶ δικαιοσύνης ποιούσης ἡμᾶς θεοειδεῖς. η'. Περὶ τοῦ ζῇν ἐπαξίως τοῦ ἁγιασμοῦ, ἔργοις τὴν κακίαν ἐλέγχοντας, οὐ λόγοις, πνεύματι πληςουμένους διὰ ψαλμῶν, μὴ οἴνω. θ'. Διάταξις οἰκειακῶν καθηκόντων ἀρχομένοις καὶ ἄρχουσι κατὰ Χριστόν. ι'. Ἐν σχήματι ὁπλίσεως περὶ τῆς κατὰ Χριστὸν δυνάμεως.