Ancient Greek
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios ΚΕΦ. Β..1
Not analysed yet
Εὐχὴ περὶ γνώσεως τῶν ἐν Χριστῷ εἰσαχθέντων ἀγαθῶν εἰς ἡμᾶς. Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους ἀγάπην, οὐ παύομαι εὐχαρίστων ὑπὲρ ὑμῶν. τοῦτο ἀναγκαίως προτέθεικεν οὐκ αὐτῶν μόνον ἕνεκεν, ἀλλ’ ὥστε καὶ μὴ δοκεῖν ἐπιμεμφόμενον οἷς ἤδη παρέλαβον κεχρῆσθαι τῇ πρὸς αὐτοὺς διδασκαλίᾳ· εἰ γὰρ καὶ μὴ Ἰωάννης, ἀλλ’ ἕτερός τις τῶν εὐσέβειαν κηρυττόντων ἦν ὁ τὰ τῆς ἀληθείας δόγματα αὐτοῖς παραδοὺς, ἀναγκαῖα ἡ προσθήκη. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐδὲν ἦν ἴσον τῶν σπλάγχνων τῶν ἀποστολικῶν· ὃς πάσας αὐτοῦ τὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήμων· διὰ τοῦτο φησὶ, τουτέστιν διὰ τὸ μέλλον, καὶ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὀρθῶς πιστεύουσι καὶ βιοῦσιν. ἄξιον μὲν οὖν εὐχαριστεῖν Θεῷ, ὑπὲρ πάντων τῶν ὑπηργμένων παρ’ αὐτοῦ τῷ τῶν ἀνθρώπων γένει, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα. ἄξιον δὲ αὐτῷ εὐχαριστεῖν, καὶ ὑπὲρ τῆς πίστεως τῶν πιστευόντων· ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ’ ὑμᾶς διὰ τοῦ Χριστοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας ἁγίους· πανταχοῦ συνάπτει καὶ συγκολλᾷ τὴν πίστιν καὶ τὴν ἀγάπην, θαυμαστήν τινα ξυνωρίδα. οὐ τοὺς ἐπιχωρίους, φησὶ, μόνον, ἀλλὰ πάντας. “οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν “ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.’’ τι δέῃ ; καὶ τί παρακαλεῖς ; “ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ “Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. δύο ἀξιοῖ αὐτοὺς μαθεῖν ὡς χρή· ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν προτέρων· φησὶ δὲ αὐτὸς ταύτα τρία εἶναι. πῶς οὖν ἐστι τρία ; περὶ τῶν μελλόντων ἵνα μάθωμεν· ἀπὸ μὲν γὰρ τῶν ἀποκειμένων ἀγαθῶν, τὸν ἄρρητον καὶ ὑπερφυᾶ πλοῦτον αὐτοῦ εἰσόμεθα· ἀπὸ δὲ τοῦ μαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαμεν, τὴν δύναμιν αὐτοῦ καὶ τὴν αὐθεντείαν· τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλοτριωθέντας ἐπιστρέψαι· τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν· ἀπὸ γὰρ τῆς αὐτῆς δυνάμεως ἀφ’ ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡμᾶς εἵλκυσε πρὸς αὐτὸν, καὶ οὐ μέχρι τῆς ἀναστάσεως ἡ δύναμις, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπὲρ ἄνω πάσης ἀρχῆς, καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ· τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Μεγάλων ὄντως μυστηρίων καὶ ἀπορρήτων ἡμᾶς ἐποίησε κοινωνούς· καὶ ταῦτα ἄλλως οὐκ ἔνι μαθεῖν, ἀλλ’ ἣ Πνεύματος μετέχοντας χάριτος. διὰ τοῦτο καὶ Παῦλος εὔχεται· “ὁ Πατὴρ “τῆς δόξης’’ φησί· τουτέστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά. ἀπὸ γὰρ τῶν ὑποκειμένων ἀεὶ αὐτὸν καλεῖ· ὡς ὅταν λέγῃ “ὁ “Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως·” καὶ πάλιν ὁ προφήτης· “Κύριος ἰσχύς μου καὶ βοήθειά μου.’’ Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ’ ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν καλεῖ· ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ’ ἡμῖν ὄνομα καὶ προσηγορία. ἰδοὺ τῆς δόξης Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός· τί οὖν ἐλάττων τῆς δόξης ὁ Υ ἰός ; ἀλλ’ οὐδεὶς οὐδ’ ἃν οὐδὲ μαινόμενος εἴποι τοῦτο. Δώῃ ὑμῖν. Τουτέστιν, ἐπάραι τὴν διάνοιαν ὑμῶν καὶ ἀναπτερώσειεν· οὐ γάρ ἐστιν ἄλλως ταῦτα μαθεῖν· “ψυχικὸς γὰρ ἄνθρωπος οὐ “δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν·’ ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν. Δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. Τουτέστιν, χάρισμα ὑμῖν παράσχῃ· εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστιν, οὐκ ἔστι λογισμῶν εὕρεσις· ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· διὰ τοῦτό φησιν, Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν. Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀμφισβητήσει· οὐχ ὑπὲρ τῶν ἤδη γενομένων ἀπιστήσει· εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν ὅσα δύναται κατασκευάζει καὶ τῶν ἤδη ὑπαρξάντων· ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἤμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται· οἷόν τι λέγω· “εἰς τὸ εἰδέναι ὑμᾶς,’’ φησι, “τίς ἐστιν ἡ ἐλπὶς τῆς κλή- “σεως αὐτοῦ·” ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ’ οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις. Ἔτι καὶ τοῦτο ἄδηλον· τί δὲ δῆλον; ὅτι ἐπιστεύσαμεν ἀπὸ τῆς δυνάμεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν, πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς. καὶ ἐγὼ τοῦτο πειράσομαι ποιῆσαι φανερόν. ἄκουε γὰρ, εἶπεν ὁ Χριστὸς τῷ τεθνεῶτι, “Λάξαρε δεῦρο ἔξω,’’ καὶ εὐθέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος, “Ταβιθᾶ ἀνάστηθι,’’ καὶ οὐκ ἀντεῖπεν· ἐρεῖ αὐτὸς ἐν τῇ τελευταῖᾳ ἡμέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ μετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας, “ὡς “ἐν ἀτόμῳ, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ’’ πάντα γενέσθαι καὶ συνδραμεῖν· ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλ’ ἄκουε αὐτοῦ πάλιν λέγοντος· “ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ “ἠθελήσατε·’’ ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον ; ὥστε ἀπὸ τούτου τὸ πᾶν κατασκευάζει· πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι, τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς· ὄντως εἰκότως εἶπεν “ὑπερβάλλον τὸ μέγεθος “τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας· ὅτε γὰρ προφῆται οὐδὲν ἤνυσαν, οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι· ὅτε πᾶσα ἡ κτίσις ἡ ὁρατὴ καὶ ἀόρατος· ὁρατὴ μὲν, εἰς μέσον προκειμένη καὶ μὴ ἰσχύουσα χειραγωγῆσαι ἀόρατος δὲ πολλὴ, ᾠκονόμησε τὴν αὐτοῦ παρουσίαν τότε, δεικνὺς, ὅτι θείας ἔχρηζε τὸ πρᾶγμα δυνάμεως. “πλοῦτον δόξης·’’ τουτέστιν, ἄφατον δόξαν· ποῖος γὰρ λόγος τὴν δόξαν ἐκείνην παραστῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε μετέξουσιν ; ἀλλὰ χάριτος ὄντως δεῖ, πρὸς τὸ τὴν διάνοιαν μαθεῖν· ὅρα ὅσα εἰργάσατο· ἤγειρε τὸν Χριστόν· μικρὸν τόδε ; ἀλλ’ ὅρα καὶ πάλιν· ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται· τὸν ἀπὸ τῆς γῆς· τὸν τῶν ἰχθύων ἀφονώτερον· τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, ὅρα ποῦ ἀνήγαγεν· ὄντως “ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ· καὶ θέα ποῦ ἀνήγαγεν· ἐν τοῖς ἐπουρανίοις· πάσης κτιστῆς φύσεως ἀνώτερον ἐποίησεν. Ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὄντως Πνεύματος χρεία, διανοίας σοφῆς, ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. ἐννόησον ὅσην ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ μέσον· καὶ ἀπὸ ταύτης τῆς εὐτελείας, εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιμήν· καὶ οὐχ ἁπλῶς εἶπεν ἄνω, ἀλλ’ ὑπὲρ ἄνω·’’ τῶν γὰρ ἄνω δυνάμεων ἀνώτερός ἐστιν ὁ Θεός· ὥστε ἐκεῖ αὐτὸν ἀνήγαγε τὸν ἐξ ἡμῶν “ὑπὲρ ἄνω πάσης ἀρχῆς’’ οὐ τῆς μὲν ναὶ, τῆς δὲ οὔ ἀλλὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνά- “μεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου·’’ εἴτι ἐστιν ἐν τῷ οὐρανῷ, πάντων ἀνώτερος γέγονε· τοῦτο περὶ τοῦ ἐκ νεκρῶν ἐγερθέντος, ὅπερ ἄξιον θαυμάσαι· περὶ γὰρ τοῦ Θεοῦ λόγος οὐδαμῶς· ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο ἡ πᾶσα κτίσις πρὸς τὸν Θεόν. Σχόλιον. τὴν σάρκα ἣν ἤνωσεν ἑαυτῷ κα ὑπόστασιν σταυρωθεὶς καὶ ἀναστὰς ἐκ νεκρῶν· καθὸ γὰρ Θεὸς ἦν καὶ Θεοῦ Λόγος, πάσης κτίσεως ὑψηλότερος ἦν, καὶ πρὸ σαρκὸς, ἀσυγκρίτοις ὑπεροχαῖς. Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἄρα ἔστι δυνάμεων τινῶν ὀνόματα ἄσημα ἡμῖν καὶ οὐ γνωριζόμενα. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιμᾶσθαι αὐτὸν ἐκείνων, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ’ ὡς δούλων. Βαβαὶ φρικτὰ ὄντως τὰ πράγματα· ἀνθρώπου γέγονε δούλη πᾶσα ἡ κτιστή δύναμις, διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον· διὰ τοῦτο εἶπεν “ὑπὸ τοὺς πόδας αὐτοῦ,’’ τὴν ἐσχάτην λέγων ὑποταγήν. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῆ Ἐκκλησίᾳ. Βαβαὶ πάλιν, ποῦ καὶ τὴν ἐκκλησίαν ἀνήγαγεν ; ὥσπερ διά τινος ἕλκων μηχανῆς, εἰς ὕψος αὐτὴν ἀνήγαγε μέγα. καὶ αὐτὴν ἐκάθισεν εἰς ἐκεῖνον τὸν θρόνον· ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶμα. τι δέ ἐστιν “ὑπὲρ πάντα”; οὐκ ἄγγελον· οὐκ ἀρχάγγελον· οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα· οὐχ ὡς ἄρχοντα μόνον, ἀλλ’ ὡς σώματος κεφαλήν. Ἄλλοσ δέ φησιν, ἔδειξεν ἡμῖν, φησιν, ὁ Θεὸς ἐν Χριστῷ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν, ὧν ἡμῖν ἐχαρίσατο· συνήγειρε μὲν γὰρ καὶ συνεκάθισεν ἐν Χριστῷ ἐν τοῖς ἐπουρανίοις. Ἐπειδὴ γὰρ οὐκ ἦν τὸ σῶμα τὸ ἡμέτερον δι’ ἑαυτοῦ δεκτικὸν τῆς δυνάμεως καὶ τῆς ζωοποιοῦ ἐνεργείας, ὅτι ἦν σῶμα θανάτου, τῆς ἁμαρτίας ἐν αὐτῷ ἐγκατῳκισμένης διὰ τὴν παράβασιν, διὰ τοῦτο ἴδιον αὐτὸ ὁ μονογενὴς ἐποιήσατο, ἵνα ἀναμάρτητον αὐτὸ φυλάξας καὶ τῆς ζωῆς καὶ τῆς δόξης αὐτὸ παρασκευάσῃ γενέσθαι δεκτικόν· καὶ τοῦτό ἐστι τὸ “συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουράνιος. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ. Ὡς μηκέτι τοὺς οὐρανίους δυνάμεις εἶναι κεφαλήν· καθὸ καὶ ὕπο ἐπιτρόπους καὶ οἰκονόμους ἦμεν, κατὰ τὴν ἱερὰν τοῦ Αποστόλου φωνήν· σῶμα δὲ αὐτοῦ ἡ Ἐκκλησία, κατὰ τὴν μετάληψιν τοῦ Ἁγίου αὐτοῦ Πνεύματος. Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, εἶτα ὡς ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι ; τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα· καὶ πλήρωμα σώματος κεφαλή· οἷον ἡ κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος. τουτέστιν, διὰ πάντων τὸ σῶμα συνέστηκε, καὶ ἓν ὃν ἑκάστου· οὐχὶ κοινὴ μόνον αὐτὸν χρήζοντα εἰσάγει· ἃν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποὺς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα· διὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ· τότε πληροῦται ὁ κεφαλὴ, τότε τέλειον σῶμα γίνεται, ὅταν ὁμοῦ πάντες ὦμεν συνημμένοι καὶ συγκεκολλημένοι. Σευηριανόσ φησιν, ἡ ἀπολύτρωσις τῆς περιποιήσεως ἐστιν· ἵνα γὰρ περιποιηθῶμεν καὶ οἰκειωθῶμεν τῷ Θεῷ, ἀπολυτρούμεθα· μεμνημένοι δὲ τοῦ αἵματος οὗ ἀπελυτρώθημεν· καὶ τῆς οἰκονομίας πάσης, φανερὸν ὅτι Θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν, ἀλλὰ τῆς καθ’ ἡμᾶς οἰκονομίας· ἥτις ὡμολόγηται τῆς σαρκὸς εἶναι· δόξαν δὲ πολλάκις ἡ γράφη λέγει, αὐτὴν τοῦ Θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν· ἵνα μὴ λόγον ἀπαιτῇς, ἀλλὰ προσκυνῇς, πρῶτος τὴν οὐσίαν τοῦ Θεοῦ δόξαν λέγει Ἰεξεκιὴλ ἐν ὀπτασίαις θεασάμενος τὸν Θεὸν καθεζόμενον, καὶ ἐπάγων· “τοῦτο ὁμοίωμα τῆς δόξης “Κυρίου·’’ ὅπερ ἀλλαχοῦ ἑρμηνεύων “ὁ Θεὸς’’ φησιν, “ἐγὼ ὁρά- “σεῖς ἐπλήθυνα· καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.’’ ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιὴλ, ταύτην ὁ Θεὸς φησὶ τὸ ἐγώ· λέγει δὲ Παῦλος, “ὃς ὣν ἀπαύγασμα τῆς δόξης·’’ ποίας δόξης ; “καὶ χαρακτὴρ “τῆς ὑποστάσεως αὐτοῦ·’’ κἀνταῦθα ι τοίνυν τὸ μὲν Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν σάρκα λέγει· τὸ δὲ Πατὴρ τῆς δόξης, κατὰ τὴν φύσιν. Καὶ παντὸς ὀνόματος ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτω, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, ὀνομάζομεν θρόνους, ἀρχὰς, κυριότητας, ἐξουσίας, δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δέ ἐστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα, καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστά· καὶ λήψεται μέτα τῆς γνώσεως καὶ τὴν παρ’ ἤμων προσηγορίαν, οια τοῦτο εἶπε, “καὶ ἐν τῷ μέλλοντι. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῆ Ἐκκλησίᾳ· ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Διὰ τούτου ἐδήλωσεν, ὅτι πλήρωμα τοῦ Θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ· τουτέστι τὴν Ἐκκλησίαν· διὰ τι δὲ πλήρωμα ; ἐπειδὴ πεπλήρωται Θεοῦ· ὥσπερ γάρ, φησιν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ Ἐκκλησίᾳ πληροῦται, κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ· Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ Θεοῦ ἡ Ἐκκλησία. τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ἔστι γὰρ ἐν οὐρανῷ· τουτέστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ· καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν· καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ· ἀλλ’ ἐν ἑκάστῳ, κατὰ τὴν αὐτοῦ φύσιν· λέγει γὰρ “ἀφ’ ὧν “μεταλαμβάνομεν’’ ἡ γραφὴ περὶ Θεοῦ, οὐκ ἀφ’ ὡν αὐτός ἐστι· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν. Θεόδωροσ δέ φησιν εἰς τὸ “δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ “ἀποκαλύψεως” καὶ τὰ ἑξῆς· τοῦτο αἰτῶ, φησιν, ὡς ἃν παρασχεθείη ὑμῖν παρὰ τοῦ Θεοῦ Πνεύματος χάρις, εἰς τὸ σοφίας τὲ ὑμᾶς πλῆρωθῆναι καὶ ἐπιγνώσεως τοῦ Θεοῦ, δεξαμένους τῶν ἀπορρήτων τὴν ἀποκάλυψιν, ὥστε τὴν διάνοιαν ὑμῶν, φωτὸς δίκην τῇ ἀπὸ τοῦ Πνεύματος καταλάμπεσθαι γνώσει· τίνος ἕνεκεν ; “εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἀντὶ τοῦ ἐπὶ ποίαις ἐλπίσι κεκλήμεθα παρ’ αὐτοῦ, “καὶ τίς ὁ πλοῦ- “τος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις·’’ καὶ ὅση τίς περίεσται κτῆσις ἀγαθῶν τῆς τοῦ Θεοῦ ἁγίοις, ἐπὶ τοῦ μέλλοντος αἰῶνος. καλῶς δὲ δόξαν μὲν κληρονομίας ἐκάλεσεν, ὡς ἃν ἐπιδόξων τότε γινομένων ἡμῶν· πλοῦτον δὲ δόξης, ἵνα εἴπῃ τῶν δωρεῶν τὴν ὑπερβολήν. τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Οὐκ εἶπεν ὅτι τὰ πάντα πληροῖ, ἅλ’ ὅτι αὐτὸς ἐν πᾶσι πληροῦται· τουτέστιν, ἐν πᾶσι πλήρης ἐστίν· ὅλος ὣν ἐν ἑκάστῳ διὰ τὸ τῆς φύσεως ἀπερίγραφον, οὐ κατὰ μέρη διαιρούμενος. ἀναγκαία δὲ καὶ ἡ τοῦ τὰ πάντα προσθήκη, δεικνύντος, ὅτι ἐν πᾶσίν ἐστιν· ὅλος ὣν ἐν ἑκάστω, καθότι ἄν τις ἐννοήσειεν, εἴτε οὐσίᾳ, εἴτε ἐνεργείᾳ, εἴτε δυνάμει, εἴτε ἐξουσίᾳ, εἴτε ὅτῳ δήποτε ἑτέρῳ, διὰ τὸ κατὰ πάντα εἶναι αὐτὸν ἀπερίγραφον, καὶ διὰ τοῦτο ἐν ἑκάστῳ ὅλον κατὰ πάντα θεωρεῖσθαι, τῷ πάντα ἐν πᾶσιν εἶναι τε αὐτὸν καὶ δύνασθαι, ὡς εἰκὸς τὸν ἑκάστω ὅλον ὄντα. Ὠριγένησ φησὶ, δόξει σόλοικον σόλοικον τὸ “ἐν ἐπιγνώσει αὐ- “τοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας,’’ εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· δι’ ὅπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα· “διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν κἀς ὑμᾶς “πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους “τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, “οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ “τῶν προσευχῶν μου· ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι- “στοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀπο- “καλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ ἑξῆς. Εἰ ὁ Πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστι Πατὴρ, λέγεται δὲ καὶ τῆς δόξης Πατὴρ, δηλονότι ἡ δόξα ὑποκείμενον τί ἐστι καὶ οὐσιωμένον, καὶ μήποτε ὁ Σωτῆρ’ ἡμῶν, ὧσπέρ ἐστι Λόγος καὶ σοφία καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ δικαιοσύνη, οὕτω καὶ δόξα. καὶ εἴποτε ὦφθαι ἀναγέγραπται δόξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι, ἣ τὸν Υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν Πνεῦμα τῆς σοφίας, σοφὸν ποιεῖ· τὸ δὲ Πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα· ἵνα ἀνακεκαλυμμένῳ τίς προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει Πνεῦμα σοφίας· καὶ οὐδεὶς τὸ ἡνίκα ἀναγινώσκηται Μώσης, κάλυμμα ἔστι g ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη, εἴληφε τὸ τῆς ἀποκαλύψεως Πνεῦμα. εἰ μὴ δρᾷ h τὸ Πνεῦμα τῆς σοφίας ποσότητι τῶν θεωρημάτων τῆς διαφόρως σοφοὺς ποίει καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἔπι τοῖς γράμμασι καλυμμάτων, οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν, ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον, τὸ “ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ- “δίας·’’ εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ, ἀλλ’ ὁ ἐπιγνώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο· ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ, πάλαι ᾔδεσαν αὐτόν· δι’ ὅπερ “μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ “πέρατα τῆς γῆς·’’ ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸς, τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Εἰς τὸ εἰδέναι ἡμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν. Ὠριγένουσ. Ἡ κλῆσις τοῦ Θεοῦ, ἐλπίδα ἔχει. ἣν χρὴ γνῶναι, ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρονομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς ἁγίοις ἄνω τόποις, ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται “τὸ πνεῦμα τῆς σοφίας “καὶ τῆς ἀποκαλύψεως,’’ αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς καλουμένοις, καὶ θεωρήσει τὰ ἐλπιζόμενα ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην καλουμένοις κληρονομίαν. Ζητήσεις δὲ, εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία· ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ· ἵν ὥσπερ λέγομεν κληρονόμους χωρίων, καὶ κληρονόμους οἰκιῶν, τὴν κληρονομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως νοήσωμεν καὶ τοὺς κληρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος, “τοῖς δὲ υἱοῖς Λευΐ, οὐ δώσεις κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι ἐγὼ μερὶς αὐτῶν λέγει Κύριος καὶ ἀλλαχοῦ “Κύριος κληρονομία αὐτῶν·’’ γίνεται τοίνυν “ὁ πλοῦτος τῆς δόξης “τῆς κληρονομίας τοῦ Θεοῦ,’’ ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ λόγου αὐτοῦ χωρησόντων, ὑπερβάλλοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν, εἰς τὸ εἰδέναι τί ἐστιν “ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος “τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,’’ ἀλλὰ μεγέθους δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστευόντας ἀπ’ αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ· ἥτις i κράτος ἰσχύος αὐτοῦ, παρὰ τῷ Παύλῳ νῦν ὠνόμασται· ταύτῃ δὲ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμενος, ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ, ἀναστήσας αὐτὸν ἐκ νεκρὼν· Καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῆ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πλῆρουμενου Σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι· οὐχ ὡς καθεδρῶν τινῶν ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς, ἐφ’ ὧν καθέζεται ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· οὕτω γὰρ νοοὺντες, οὐκ ἃν τῆς θείας φύσεως ἀξίως ταῦτα λέγοιμεν· οὐδὲ γὰρ αὐτῷ τῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ, καθεζομένῳ ἐν οὐρανῷ ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸς θρόνος εἶναι δύναται τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἡσαΐας, “τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν “σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ ”ἡγοῦμαι οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ, νοητά· πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ Πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ· τῶν δὲ ἀσεβῶν, πόρρω αὐτοῦ τυγχανόντων· περὶ ὧν φησὶν ὁ Προφήτης, “ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ, καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους, ἐν τοῖς δεξιοῖς εἶναι αὐτοῦ λέγεσθαι· τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς· ὥσπερ καὶ ὁ Σωτῆρ’ φησι· “στήσει τὰ πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ “εὐωνύμων·’’ ἀλλὰ καὶ τὸ “καθίσας ἐν δεξιᾷ, τοιοῦτόν ἐστιν· ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος, καθ’ ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ ὁ ὑπὲρ ἄνω πάντων γενόμενος Ἰησοῦς, διὰ τὴν φιλάνθρωπον εἰς πάντα οἰκονομίαν. Πόλλα μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ’ αὐτοῦ ἐπιστασίας, καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα· πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα· τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργήσοντα. οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ Υἱός· δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν, ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ· ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἀν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπιστήμην τοῦ κυριεύειν ἀπὸ τοῦ Κυρίου τῶν κυριευόντων, κυριεύειν ὣν κυριεύει· ὅθεν “ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν, ἐκάθισεν “αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς “καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος “ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῶ “μέλλοντι. εἰκὸς γὰρ εἶναι τινὰ καὶ ἄρρητα καὶ ἀνεκδιήγητα κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν, οὐ ληπτὰ ὀνόματα ὀνομαζόμενα τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πόθεν δὲ τῷ Ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἣ ἀπὸ τοῦ ἀποκαλύψαντος αὐτῷ Ἁγίου Πνεύματος; Πῶς δὲ εἴρηται καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐξεταστέον. Φανεροῦ ὄντος, ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυποτακτοῦντες τῷ λόγῳ τοῦ Θεοῦ· “οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα ὑποτεταγμένα, καὶ τὸ δεῖ δὲ αὐτὸν βασιλεύειν, ἄχρις οὑ ἃν θῇ “πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ,’’ δηλοῖ, τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι· Ὃ μὲν οὖν τις ἐρεῖ, ὅτι κατὰ πρόγνωσιν εἴρηται καὶ τοῦτο, ἕτερος δὲ τὴν κατάταξιν τοῦ Θεοῦ, ᾗ κατατάσσει ἕκαστον, εἴς τι τάγμα παριστὰς, ἐρεῖ· τὸ δὲ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὅσα τῆς τάξεως ἐστι τῶν ὑποτασσομένων, “καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα “τῆ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τοῦ τὰ πάντα ἐν πᾶσι “πληρουμένου. σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν, πότερόν ποτε ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἣ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλὴ, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ, καὶ πληρούμενον ὑπὸ τοῦ Πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἣ ἄλλως πῶς δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέν τοι γε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικότερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος· τὸ δὲ θεῖον καὶ ζωοποιὸν πᾶσαν τὴν ἐκκλησίαν, ἢ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεῖα. Πῶς δὲ ἡ Ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος, ἀλλ’ αὐτοῦ πληρουμένου· δόξει γὰρ ἀκολουθότερον ἃν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πληροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον. Αὐτὸς ὃς γὰρ οὐ μόνον νόμου ἐστὶ πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἀεὶ πλήρωμα, οὐκ ἃν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου. Ὅρα δὲ, εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων, ὅτι καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ Υἱοῦ πρὸς τὰ λογικὰ, ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ Υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος ἀποδεικνύμενος καθ’ ἕκαστον τῶν μακαρίων. Καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρούμενον τῆς βασιλείας καθ’ ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν· κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις τούτου τοῦ βασιλέως. οὐδὲν δὲ οὕτως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ’ αὐτοῦ λογικῶν καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πὼς ὂν, ὅτε λείπει τῶν εὐργετουμένων. διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστὸς, λείπων τοὐτοις πρὶν προσέλθωσιν.