# Catena In Epistulam Ad Ephesios ΚΕΦ. Δ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios, ΚΕΦ. Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-ephesios/%CE%9A%CE%95%CE%A6.%20%CE%94..1

Περὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν, καὶ ἔλεγχον δαιμόνων. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγρψα ἐν ὀλίγῳ. Βούλεται εἰπεῖν, ὅτι πάντως που ἠκούσατε τὴν παρασχεθεῖσάν μοι τῆς εἰς ὑμᾶς χάριτος κοινωνίαν, καὶ ὅτι κατὰ ἀποκάλυψιν ἐδεξάμην τοῦ μυστηρίου τούτου τὴν γνῶσιν, περὶ οὗ δὴ καὶ γεγράφηκα ὑμῖν ὡς ἐνῆν διὰ βραχέων, ἐπὶ τὸ γνῶναι καὶ ὑμᾶς τοῦ μυστηρίου τὴν σύνεσιν· Σευηριανὸσ δέ φησι, ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρριψεν ὡς ἀλλοτρίοις καὶ ὑπὸ ἄλλων δεδιδαγμένοις, ἀλλ’ ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς, ἐχρεώστει καὶ τούτοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ Κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατὰ ἀποκάλυψιν. ἠνίξατο δὲ, ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν. Ὠριγένησ δέ φησιν, ὡς πρὸς τὴν φράσιν καὶ τὸ δυνατὸν ζητήσαντες σαντες ἀποκαταστῆσαι αὐτὴν φαμὲν, ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ “ τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος, τὸ τί τούτου γὰρ χάριν πεποίηκα, ἣ τί μοι γεγένηται, οὐ πάνυ τι παρέστησεν. εἰ μὴ ἄρα τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτης τῷ λόγῳ ἀποπέπτωκε, τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἃν, “ τούτου χάριν ἐγὼ Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, ἐγνώρισα τὸ μυστήριον, ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι’ ὀλίγων ἔγραψα. ὀφείλει δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. Σολοικισμὸν δὲ νομίζω γεγονέναι ἐν τῷ τόπῳ. δέον γὰρ αὐτὸν εἰρηκέναι, τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον. ὃ δέ φησι, “ τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη “ μοι τὸ μυστήριον.’’ εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ διανοίᾳ, καὶ τὴν φράσιν αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον· ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωρισμένην μυστηρίου ἁγίου τῶ Παύλῳ. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, τὴν πρόρρησιν αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐτοῦ ἐν Δαμασκῷ, ἡνίκα ἔλεγε, “ πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστιν οὕτος, τοῦ “ βαστάσαι τὸ ὄνομα μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων.’’ οἰκονομίαν χάριτος φησὶ τὴν ἀποκάλυψιν, τουτέστιν, οὐ παρὰ ἀνθρώπου ἔμαθον, καὶ κατηξίωσεν ἐμοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι’ ὑμᾶς. αὐτὸς γάρ μοι εἶπε, φησὶ, “πορεύον, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.” οἰκονομία γὰρ ἦν μεγάλη τὸ μηδαμόθεν πειθόμενον ἄνωθεν καλέσαι καὶ εἰπεῖν, “ Σαῦλε, Σαῦλε, τι με διώκεις ” καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀπορρήτῳ. μυστήριον δὲ καὶ τὸ τὰ ἔθνη ἐξαίφνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀγαγεῖν, καθὼς προέγραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων, πρὸς ὃ δύνασθε ἀναγι- νώσκοντες νοῆσαι, ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν· ἀλλ’ ἐνταῦθα μὲν ἡ φύσις τοῦ πράγματος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ’ Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. “πρὸς “ ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου,’’ φησὶν, “ ἐν “ τῷ μυστηρίῳ τοῦ Χριστοῦ,’’ τουτέστι, πῶς συνῆκα, πῶς ἐνόησα, ἤτοι αὐτὰ ἃ εἶπεν ὁ Θεός. ἢ ὅτι κάθηται ἐκ δεξιῶν. εἶτα καὶ τὸ ἀξίωμα· “οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει·’’ καὶ ποῖον ἔθνος τοῦτο, ᾧτ’ ἐποίησεν οὕτως ὁ Θεός. “ ὃ ἑτέραις, φησὶ, “ γενεαῖς οὐκ ἐγνωρίσθη “ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀπο- “ στόλοις αὐτοῦ, καὶ προφήταις ἐν τῷ Πνεύματι. Τί οὖν ; εἰπέ μοι οὐκ ᾔδεσαν οἱ προφῆται ; πῶς οὖν φησιν ὁ Χριστός ; “ ὅτι “ Μωϋσῆς καὶ οἱ προφῆται ταῦτα περὶ ἐμοῦ ἔγραψαν·’’ καὶ πάλιν· “ εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἂν τοῦτό φησιν, ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, “ ὃ “ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν “ ἀπεκαλύφθη. ἣ ὅτι οὕτως οὐκ ἐγνωρίσθη διὰ πραγμάτων αὐτῶν καὶ ἔργων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. ἐννόησον γάρ· ὁ ὁ Πέτρος, εἰ μὴ παρὰ τοῦ Πνεύματος ἤκουσεν, οὐκ ἃν ἐπορεύθη εἰς τὰ ἔθνη. ἄκουσον γὰρ, τι φησιν· “ ἄρα ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς “ καὶ ἡμῖν “ τουτέστιν, ἐν Πνεύματι ἐξελέξατο ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν· ὅπου γε οὐδὲ οἱ Ἀπόστολοι μετὰ τὸ ἀκοῦσαν πολὺ γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογισμὸν καὶ ἐλπίδα κοινὴν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα. τοῦτό ἐστι τὸ μέγα, τὸ ἓν σῶμα εἶναι. ὅτι μὲν γὰρ κληθήσονται, ᾔδεσαν, ὅτι δὲ καὶ τοσοῦτον, ὥστε γενέσθαι σύσσωμα, οὐκέτι. τοῦτο καλεῖ μυστήριον τῆς ἐπαγγελίας. μετεῖχον οἱ Ἰσραηλῖται, συμμετεῖχον καὶ τὰ ἔθνη τῆς ἐπαγγελίας τοῦ Θεοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου, τουτέστι, τὸ πεμφθῆναι πρὸς αὐτοὺς καὶ τὸ πιστεῦσαι. οὐ γὰρ ἁπλῶς, ἀλλὰ διὰ τοῦ εὐαγγελίου. καὶ ἄλλο δὲ μεῖζον ἡμῖν ἀποκαλύπτει· ὅτι οὐ μόνον ἄνθρωποι, ἀλλ’ οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχαὶ, οὐδὲ ἄλλη τις κτιστὴ δύναμις ᾔδει τοῦτο μυστήριον γὰρ ἦν, καὶ οὐκ ἀπεκαλύφθη. Οὗ ἐγενήθην διάκονος, κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. Εἶπεν, ὅτι δέσμιός εἰμι. ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ φησι, κατὰ τὴν δωρεὰν τῆς χάριτος, κατὰ δύναμιν δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τιμῆς ταύτης, ἀλλ’ οὐκ ἤρκει ἡ δωρεὰ, εἰ μὴ καὶ δύναμιν ἐνέθηκεν. Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Θεοῦ, καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ ἐκ τούτων ἐστὶ μαθεῖν τῆς ταπεινοφροσύνης Παύλου τὴν Χ 2 ὑπερβολήν. ἐπειδὴ γὰρ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ταῦτα φησί· καὶ οὐκ εἶπεν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων Ἀποστόλων, ἀλλὰ “τῶν ἁγίων,’’ ὥστε κἀκεῖνο τούτου ἔλαττον. εἶτα φησὶν, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἐν γὰρ τῷ Θεῷ, φησὶν, ἐκέκρυπτο “τῷ τὰ πάντα κτίσαντι διὰ “ Ἰησοῦ.’’ πόθεν οὖν τοῖς Ἀγγέλοις δῆλον γέγονε ; διὰ τῆς ἐκκλησίας. καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλὰ “ πολυποίκιλος·’’ ὅτε ἡμεῖς ἐμάθομεν, τότε κἀκεῖνοι δι’ ἡμῶν. ἄκουσον γὰρ τοῦ Ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσὴφ, “ καλέσεις τὸ “ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν “ ἁμαρτιῶν αὐτῶν.’’ αὐτὸς γὰρ ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνος δὲ εἰς τὴν περιτομήν· ὥστε τὸ θαυμασιώτερον καὶ ἔκπληκτον ἐμοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ, οὐχ ὡς μείζονι, οὐδ’ ὡς θαυμασιωτέρῳ. καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τῷ μικρῷ τὰ μείζονα ἐγχειρισθῆναι, τὸ γενέσθαι τοῦτον εὐαγγελιστήν· ὁ γὰρ τῶν μειζόνων γενόμενος εὐαγγελιστὴς, ταύτῃ μέγας ἐστὶν, “εὐαγγελί- “ σασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ· εἰ ὁ πλοῦτος αὐτοῦ ἐξιχνίαστος καὶ μετὰ τὸ φανῆναι, πολλῷ μᾶλλον ἡ οὐσία· “ καὶ φωτίσαι πάντας, φησί· “ τίς ἡ οἰκονομία “ τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, “ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ”. Ὅτι μὲν οὖν ἐκλήθη τὰ ἔθνη, ᾔδεισαν καὶ Ἄγγελοι, ὅτι δὲ ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησεν ἣ ἐπίστευσεν ; καλῶς δὲ εἶπε, διὰ Ἰησοῦ Χριστοῦ. ὁ γὰρ πάντα δι’ αὐτοῦ κτίσας, καὶ τοῦτο δι’ αὐτοῦ ἀποκαλύπτει. εἰπὼν δὲ ἀρχὰς, ἐξουσίας, καὶ τοὺς ἄνω, καὶ τοὺς κάτω εἶπε, κατὰ πρόθεσιν τῶν αἰώνων. νῦν μὲν, φησὶ, γέγονεν· οὐκοῦν δὲ ὥριστο, ἀλλ’ ἄνωθεν προτετύπωτο, κατὰ πρόθεσιν τῶν αἰώνων, ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, προειδὼς τὰ μέλλοντα, τοὺς μέλλοντας αἰῶνας. ᾔδει γὰρ τὰ ἐσόμενα, καὶ οὕτως ὥρισε. Σευηριανόσ φησιν εἰς τὸ “ ἵνα γνωρισθῇν ὗν ταῖς ἀρχαῖς—” εἰκότως. εἰ γὰρ ἐν τῷ Θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ “ νῦν οὐ τὸν τῆς χάριτος καιρὸν λέγει, ἀλλ’ ἀφ’ οὗ προρῆται ἦρξαν τοἀποκαλύπτειν τὰ ἐσόμενα. “ ἐν ᾧτ’ ἔχομεν,’’ φησὶ, “ τὴν παρρησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐχ ὡς αἰχμάλωτοι προσήχθημεν, φησὶν, οὐδὲ ὡς ἡμαρτηκότες καὶ συγγνώμης ἀξιούμενοι, ἀλλὰ “ παρρησίαν ἔχομεν ἐν πεποιθήσει·’’ τουτέστι, μετὰ τοῦ θαρρεῖν διὰ τῆς πίστεως αὐτοῦ. Ὠριγένησδέ φησιν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, “ παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν· ” μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρησίαν, ἀλλ’ ” ἐν πεποιθήσει παρρησίαν καὶ προσαγωγὴν, διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει παρρησίας ἐστὶ καὶ προσαγωγῆς, ἡ πίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν, ὅτι ὁ πάντα λόγῳ ποιῶν, πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον. καὶ ὁ τὴν σοφίαν καταλαμβάνων, πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν σοφίαν· καὶ ὁ τὴν ἀλήθειαν τρανῶν, πεπίστευκεν εἰς Χριστὸν τὴν ἀλήθειαν· καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς, πεπίστευκεν εἰς Χριστὸν τὴν δικαιοσύνην. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ἐμοῦ, ἥτις ἐστὶν δόξα ὑμῶν. Ἀγωνιζόμενος ὑπὲρ τῶν Χριστῷ μαθητευομένων, πολλὰ ἔχει τὰ θλίβοντα, “ διὸ αἰτοῦμαι,” φησὶ, ” μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί “ μου ὑπὲρ ὑμῶν· αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύοντος ἐκκακεῖν τῷ ταῦτα λέγειν. μετὰ ταῦτα ζητοῦμεν, τίνι ἐφαρύοσομεω τὸ, “ἥτις ἐστὶδόζαὑμῶν.” τις ἔρειο πρὸς τὰς θλίψεις ἀποδέδωκε, τὸ “ ἥτις ἐστὶ δόξα ὑμῶν,’’ ὡσεὶ ἔλεγεν, αἵτινές εἰσι δόξα ὑμῶν. διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτης τῷ λόγῳ ἀποδέδωκεν ἀντὶ τοῦ αἵτινες τὸ ἥτις. Ἄλλος δὲ τὸ ἥτις “ ἐστὶ δόξα ὑμῶν, ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι· καὶ ἡ προσαγωγὴ, δόξα τοῦ προσαγομένου Θεῷ· καὶ ἡ πίστις, δόξα τοῦ πιστεύοντος ἃν εἶναι λέγοιτο. δύναται δὲ τὸ “ διὸ “ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, τοιοῦτο εἶναι. διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα. καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ συνᾴδειν. Τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι. Χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχε θλιβομένων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτοῦ μὴ ἐκκακεῖν· γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους, ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον, “ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκὶ μου οὐκ “ ἐξουθενήσατε, οὔτε ἐξεπτύσατε.’’ ἐμφαίνεται γὰρ διὰ τούτων, ὅτι ἐν τῇ σαρκὶ Παύλου πειρασμὸς ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν, εἰ μὴ τὸ μάλιστα τὸ πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἐστὶν, ὅτε τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιωτάτοις ὁρῶσι θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας, τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ Ἐφέσω καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν. ἔξεστι δὲ καὶ ἀπ’ αὐτοῦ μαθεῖν λέγοντος “ εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “ Ἐφέσω, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται ” καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους· “ οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, “ περὶ τῆς θλίψεως ὑμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι κἀς “ ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς “ καὶ τοῦ ζῆν· ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου “ ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὠμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ “ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐρ- “ ῥύσατο ἡμᾶς καὶ ῥύεται. ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν, “ ὃς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡμᾶς καὶ ῥύεται.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πῶς ἐστι αὐτῶν ; ὅτι οὕτως αὐτοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν ὑπὲρ αὐτῶν δοῦναι καὶ τοὺς δούλους κακοῦν. ἵνα γὰρ οὗτοι τύχωσι τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσμεῖτο. ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης. πῶς δὲ ἐξεκάκουν ἄλλου θλιβομένου ; τουτέστιν, ἐθορυβοῦντο, ἐταράττοντο. ταῦτα καὶ Θεσσαλονικεῦσι γράφει, “ ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.” οὐ μόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg020.local001/.
