Ancient Greek
ΚΕΦ. Ε.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios ΚΕΦ. Ε..1
Not analysed yet
Εὐχὴ ὑπὲρ τῆς Ἐκκλησίας εἰς δύναμιν καὶ ἀγάπην Θεοῦ. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Χρυσοστόμου. τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐτῶν δείκνυσιν. οὐκ εἶπεν ἁπλῶς, εὔχομαι, ἀλλὰ τὴν κατανενυγμένην δέησιν διὰ τοῦ “κάμπτω τὰ γόνατα ἐδήλωσεν. “ἐξ οὗ πᾶσα “πατρία,’’ οὐκέτι κατὰ ἀριθμὸν Ἀγγέλων φησίν· ἀλλ’ ὅταν καὶ τὰς ἄνω, καὶ τὰς κάτω ποιῇ πάντα φυλὰς, οὐχ οἷαι αἱ Ἰουδαϊκαί. Σευηριανόσ φησιν, ἐν οὐρανοῖς, φησιν, ἡ τῶν δικαίων διαγωγή· γωγή· ἐπὶ γῆς δὲ ἡ πάντων ἀνθρώπων. οὐ γάρ εἰσι τεταγμένοι ἐπὶ τῆς γῆς οἱ δίκαιοι οἱ μετὰ ζώντων, ἀλλ’ ἰδιάζει ὥσπερ γενεά τις ἐξαίρετος ἡ τῶν ἀνακειμένων τῷ Θεῷ. καὶ λέγεται ἐπουράνιος μὲν ἡ γενεὰ τούτων ὡς καθαρά· ἡ δὲ τῶν λοιπῶν γηίνη ὥσπερ ἐρρυπωμένη. ἐπισημαντέον δὲ ὅτι ἀφ’ ὧν ὁ Ἀπόστολος δείκνυσι τὸ ὄνομα τοῦ Πατρὸς, οὐκ ἀφ’ ἡμῶν ἀνῆλθεν ἄνω, ἀλλ’ ἄνωθεν ἦλθεν εἰς ἡμᾶς, δηλονότι ὡς φύσει ὃν, καὶ οὐκ ὀνόματι μόνον 1. δεῖ γὰρ πάντως μετὰ τὸ φυσικὸν εἶναι τὸ καταχρηστικόν· καὶ τῶν φυσικῶν πρῶτον τὸ ἄνωθεν, εἶτα τὸ κάτωθεν. ἐπισημαντέον δὲ, ὅτι πατριὰν εἶπεν, ὡς ἐπὶ συγγενείας, οὐ φρατρίαν. πανταχοῦ γὰρ ἡ θεία γραφὴ πατριὰς τὰς συγγενείας λέγει. Θεόδωροσ δέ φησι· τινὲς πατριὰν ἀνέγνωσαν, οὐ συνιέντες τὸ κείμενον. ἔστι δὲ φρατρία. πατριὰ μὲν γὰρ ἡ συγγένεια λέγεται, φρατρία δὲ τὸ σύστημα. ἐν δὲ τοῖς οὐρανοῖς συγγένεια οὐδεμία, συστήματα δὲ καὶ πολλά. τὸ τοίνυν “τούτου χάριν ἄνωθεν μὲν ἀποδεδωκὼς πρὸς τὰ προκείμενα διήγησιν ἔχοντα τοῦ μεγέθους τῆς περὶ ἡμᾶς χάριτος τοῦ Θεοῦ· ἐνταῦθα δὲ αὐτῷ μετὰ τὰ παρεντεθέντα ἀναλαβὼν τοῦτο λέγει, ὅτι ὑπὲρ τούτων ἁπάντων, ὧν ἡμῖν παρεῖχε, καὶ ὡς προειπὼν οὕτως ὄντων μεγάλων καὶ θαυμαστῶν, στῶν, ἑκάστοτε προσπίπτω τῷ Πατρὶ τοῦ Χριστοῦ, ὃν ἅπαν σύστημα, εἴτε ἐν οὐρανοῖς, εἴτε ἐπὶ γῆς, οἰκεῖον καλεῖται καὶ ἡγεῖται δεσπότην. Ὠριγένησ φησὶ, τὸ κάμπτειν τὰ γόνατα σύμβολόν ἐστιν ἄλλης γονυκλισίας, τῆς γινομένης ἐν τῷ ὑποτάσσεσθαι τῷ Θεῷ, καὶ ὑποπεπτωκέναι αὐτῷ. τούτῳ γὰρ τῷ λόγῳ καὶ ὁ Ἀπόστολός φησιν· “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτῃ ἐπουρανίων “καὶ ἐπιγείων καὶ καταχθονίων. καὶ λέγομεν μὴ πάντως τὰ ἐπουράνια ἔχειν σώματα γεγονατωμένα· ἔτι δὲ καὶ τὰ καταχθόνια ὁμοίως. πρὸς τούτοις οὐδὲ τὰς ἀπηλλαγμένας τούτου τοῦ σώματος ψυχάς. πατριὰς δὲ καὶ αὐτὸς ἐξέδωκεν, οὐ φρατρίας κατὰ Θεόδωρον m. Ἵνα δώῃ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ἔοικεν ἡ θειότης αὐτοῦ ἰδίως κατὰ τὴν γραφὴν δόξα αὐτοῦ ὀνομάζεσθαι. πλουτεῖ δὲ θειότητι πολλῇ καὶ δυσκαταλήπτῳ οὔσῃ τῇ γεννητῇ φύσει ὁ Θεός· ἀπὸ τοῦ πλούτου δὴ τούτου, ἀπὸ τῆς θειότητος καὶ τῆς δόξης αὐτοῦ μεταδιδοὺς οἷς κρίνει μεταδιδόναι δεῖν δυνάμεως καὶ κραταιότητος, δυνάμει κραταιοῖ διὰ τοῦ Πνεύματος αὐτοῦ· κραταιοῖ δὲ κατοικίζων εἰς τὸν χωροῦντα ἔσω ἄνθρωπον τὸν Χριστόν· καὶ τὸ παραδοξότατον, ὅλος ὣν ὁ Χριστὸς κἀς ἑαυτὸν ζῶν, κατοικεῖ καὶ ἐν τοῖς μετέχουσιν αὐτοῦ, κατοικεῖ δὲ διὰ τῆς πίστεως εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τῷ ἡγεμονικῷ. ἐπάγει γὰρ, “ἐν ταῖς καρδίαις ὑμῶν.’ πῶς ; Ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ὅπερ ἀρχόμενος ηὔξατο, τοῦτο καὶ νῦν. τι δὲ ἔλεγεν ἐν ἀρχῇ ; “ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς “δόξης δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει “αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ “εἰδέναι ὑμᾶς τι ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ· καὶ τίς ὁ “πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις· καὶ τι “τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς “πιστεύοντας·’’ καὶ νῦν τὸ αὐτό φησι, τουτέστι τὸ μυστήριον τὸ ὑπὲρ ὑμῶν οἰκονομηθὲν μετὰ ἀκριβείας εἰδέναι, “καὶ τὸ πλάτος καὶ “τὸ μῆκος καὶ τὸ βάθος καὶ τὸ ὕψος, τουτέστι τὸ μέγεθος τῆς ἀγάπης τοῦ Θεοῦ, πῶς πανταχοῦ ἐκτέταται· καὶ σωματικοῖς αὐτὴν ὑπέγραψε σχήμασι, δεικνὺς τὸν ἄνθρωπον, περιέλαβε τὰ ἄνω, τὰ κάτω, τὰ ἐκ πλαγίων. εἶπον μὲν γὰρ, φησὶν, οὐκ ἔστι δὲ τῶν ἐμῶν λόγων ταῦτα διδάξαι, ἀλλὰ τοῦ Πνεύματος τοῦ Ἁγίου. “δυνάμει κραταιωθῆναι, ”φησὶ, πρὸς τοὺς πειρασμοὺς καὶ τὸ μὴ παραφέρεσθαι, ὥστε οὐκ ἔνι ἄλλως κραταιωθῆναι, ἀλλὰ διὰ Πνεύματος Ἁγίου, καὶ πειρασμῶν ἕνεκεν καὶ λογισμῶν. πῶς δὲ ὁ Χριστὸς κατοικεῖ ἐν ταῖς καρδίαις, ἄκουε αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, “ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ “ποιήσομεν, ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐρριζωμέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς μὴ παραφερομέναις. Ωριγένησ φησὶ, δοκεῖ μοι σαφῶς τὰ ἑξῆς ἐν σολοικίῳ εἰρῆσθαι, ὡς πρὸς τὴν φράσιν. πρὸς γὰρ τὸ “δώῃ ὑμῖν,’’ ἀκόλουθον ἦν εἰπεῖν ἐρριζωμένοις καὶ τεθεμελιωμένοις, ὥστε εἰναι τὸ ἑξῆς, ἵνα δῷ ὑμῖν ἐν ἀγάπῃ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, ὥστε εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον λέγω, κατὰ τὰς καρδίας ὑμῶν, τουτέστι τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν τόπον χωρὶς σολοικίας. σκέψαι, εἰ μὴ βιάσεται οὕτω τὴν φράσιν ἀποκαταστάς· “τού του χάριν κάμπτω τὰ γόνατά μου “πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς “ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, “δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω “ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρ- “δίαις ὑμῶν, ἵνα ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε “καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ τὰ ἑξῆς. ὥστε κατὰ ταύτην τὴν ἐκδοχὴν μεταθετέον τὸ ἵνα, ἀπὸ τοῦ ἵνα ἐξισχύσητε, ἐπὶ τὸ ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι· ἐν ἀγάπῃ δὲ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν· δηλονότι ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, καὶ τῆς πρὸς τὸν πλησίον ἀγάπης κατοικίζεται Χριστός. καὶ ὡς φυτὰ μὲν, ἐρρίζωνται ἐν ἀγάπῃ οἱ ἐρριζωμένοι ἐν αὐτῇ, ὡς δὲ οἰκοδομὴ, τεθεμελίωνται ἐν ἀγάπῃ. ἔφη δὲ ὁ αὐτὸς Παῦλος, “Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.’’ ἔργον δὲ ἰδεῖν, ἐπὶ τίνος νῦν εἴρηται τὸ πλάτος, καὶ ἐπὶ τίνος τὸ μῆκος, καὶ ἐπὶ τίνος τὸ βάθος, καὶ ἐπὶ τίνος τὸ ὕψος. ἔχει δὲ αὐτὰ πάντα ὁ σταυρὸς τοῦ Χριστοῦ, δι’ οὗ ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν. καὶ κατέβη εἰς τὰ κατώτατα τῆς γῆς. εἶχε γὰρ καὶ ὕψος καὶ βάθος, καὶ εἰς πᾶσαν τὴν γῆν αὐτὸς διέδραμεν, ἐπὶ τὸ πλάτος καὶ μῆκος αὐτῆς φθάσας. καὶ ὁ Χριστῷ γε συνεσταυρωμένος καὶ συνεκτεινόμενος αὐτῷ, καταλαμβάνει τὸ πλάτος, καὶ μῆκος καὶ βάθος καὶ ὕψος. ἔργον δὲ τοῦ ἁγίου καὶ τὸ γνῶναι τὴν ὑπερβάλλουσαν γνώσεως ἀγάπην τοῦ Χριστοῦ. οὐδεὶς δὲ ὑπερβάλλουσαν ἀγάπην ἔχων γνώσεως δύναται τι ἀγαπῆσαι τῶν περισπώντων καὶ περιελκόντων ἀπὸ τῆς καταλήψεως τῆς περὶ τῆς ὑπερβαλλόντως ἀγαπωμένης γνωσεως. Σευηριανόσ φησιν, ἐσχημάτισεν ὥσπερ τυπικώτερον εἰς σταυροῦ τύπον. βάθος γὰρ καὶ ὕψος καὶ πλάτος καὶ μῆκος, τί ἕτερον ἂν εἴη, ἢ τοῦ σταυροῦ φύσις ; διπλοῦν δέ που ἔοικε τὸν σταυρὸν λέγειν, οὐχ ἁπλῶς· ἀλλ’ ἐπειδὴ ἡ μὲν τοῦ Κυρίου οἰκονομία θεότης ἐστὶν ἄνωθεν, καὶ ἀνθρωπότης κάτωθεν, τὸ δὲ κήρυγμα ἀποστολικὸν διέτεινεν ἀπὸ ἄρκτου εἰς μεσημβρίαν, καὶ ἀπὸ ἀνατολῆς εἰς δύσιν, συναγαγὼν καὶ Κυρίου τὴν οἰκονομίαν καὶ τῶν Ἀποστόλων ὑπηρεσίαν· τὸ διπλοῦν τῆς οἰκονομίας, ὡς ἐν διπλῷ τῷ σταυρῷ ἐπιδεικνύμενος, οὕτως εἶπεν. οὐ γὰρ ἐνῆν αὐτὸν ἁπλῶς τοὺς τόπους εἰπεῖν, τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὴν γραμμὴν, τὸ πλάτος καὶ τὸ μῆκος “ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ “Θεοῦ,” τουτέστι, τὴν ἐκκλησίαν. πλήρωμα γὰρ τὴν ἐκκλησίαν λέγει. Θεόδωρόσ φησι, τὸ “γνῶναι” ἀντὶ τοῦ ἀπολαῦσαι λέγει, ἐπὶ πραγμάτων εἰπὼν τὴν γνῶσιν, ὡς ἐν τῷ ψαλμῷ τὸ “ἐγνώρισάς “μοι ὁδοὺς ζωῆς, ἀντὶ τοῦ ἐν ἀπολαύσει με τῆς ζωῆς κατέστησας· ὁμοίως δὲ καὶ τὸ “ἐξισχύσητε καταλαβέσθαι,’ τὸ ἐν ἀπολαύσει καταστῆναι τοῦ πράγματος λέγει· καὶ τοῦτο δείκνυσι διὰ τοῦ “σὺν τοῖς ἁγίοις. τὸ δὲ “πλάτος καὶ μῆκος, καὶ βάθος καὶ “ὕψος,” ἵνα εἴπῃ τῆς χάριτος τὸ μέγεθος ἀπὸ τῶν παρ’ ἡμῖν ὀνομάτων. εὔχομαι τοίνυν ὥστε ὑμᾶς συναπολαῦσαι τοῖς ἁγίοις, τῆς οὕτω μεγάλης καὶ θαυμαστῆς δωρεᾶς τοῦ Θεοῦ, ἣν ἡ πολλὴ τοῦ Χριστοῦ περὶ ἡμᾶς ἀγάπη παρέσχεν ἡμῖν. Tῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ σοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἥμιν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, κατὰ τὴν τὴν ἐνεργοῦσαν ἐν ἡμῖν, ὅτι ἐκ περισσοῦ ὧν αἰτούμεθα ἣ νοοῦμεν ἐποίησε. δῆλον ἐξ ὧν ἔγραφεν αὐτός. ἐγὼ μὲν γὰρ, φησὶ, εὔχομαι, αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων· οὐχ ἁπλῶς μείζονα, ἀλλ’ ἐκ περισσοῦ, οὐχ ἁπλῶς ἐκ περισσοῦ, ἀλλ’ ὑπὲρ ἐκ περισσοῦ. καὶ δῆλον ἐκ τῆς δυνάμεως τῆς ἐνεργουμένης ἐν ἡμῖν· οὔτε γὰρ ᾐτήσαμεν ποτὲ αὐτὰ, οὔτε προσεδοκήσαμεν, οὔτε ἐνενοήσαμεν. Αὐτῷ ἡ δόξα, ἐν τῆ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν. ἔδει γὰρ τὸν τὰ τοσαῦτα ἡμῖν παρασχόντα δοξασθῆναι καὶ εὐλογηθῆναι, ὥστε καὶ τοῦτο μέρος ἡμῖν τοῦ μεγέθους παρὰ τοῦ Θεοῦ τὸ δοξάζειν διὰ Ἰησοῦ Χριστοῦ. ἡ δόξα αὐτοῦ ἐστιν ἐν τῇ Ἐκκλησίᾳ· αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνεκές.