# Catena In Epistulam Ad Ephesios ΚΕΦ. Ζ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios, ΚΕΦ. Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-ephesios/%CE%9A%CE%95%CE%A6.%20%CE%96..1

Περὶ σωφροσύνης κὼ δικαιοσύνης ποιούσης ἡμᾶς θεοειδεῖς. τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῆ διανοίᾳ· ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς· διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ· εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὠριφένησ φησὶν, ὅτε μὲν οὖν ὁ νοῦς ἤτοι πρὸς τοῖς βιωτικοῖς ἐστι, τῇ δυνάμει ἑαυτοῦ πρὸς ταῦτα καταχρώμενος· ἣ πρός τισι δόγμασιν ἀναπεπλασμένοις ὡς ἀληθέσιν, οὐκ οὖσιν ἀληθέσιν, ἐν ματαιότητι ἐστίν· ματαία γὰρ καὶ πᾶσα φροντὶς βιωτικὴ, καὶ πάντες οἱ προσποιούμενοι εἶναι ἀληθείᾳ ψευδεῖς λόγοι· ὅτε δὲ ἡ διάνοια, ἥτις ἐστὶν διέξοδος λογικὴ ὑποσυγκέχυται, οὔτε τὴν φύσιν τῶν λεγομένων θεωροῦσα, οὔτε ἐφέπεσθαι τοῖς ποικίλοις τῶν λεγομένων δυναμένη, τότε ἐσκοτῶσθαι εὐλόγως ἂν λέγοιτο· οὔτ’ οὖν ἐν ματαιότητι τοῦ νοὸς εἶναι δεῖ, οὔτε ἐσκοτισμένους τῇ διανοίᾳ· ἵνα μὴ ἀπηλλοτριωμένοι τυγχάνωμεν τῆς ζωῆς τοῦ Θεοῦ, ἀγνοίας ἐνυπαρχούσης ἡμῖν καὶ πωρώσεως καρδίας. ταῦτα δὲ ἐὰν ἐπιπλέον νεμηθῇ τὴν ψυχὴν ἡμῶν, λέγω δὲ ματαιότης νοὸς καὶ σκότωσις διανοίας, τὰ ἀλλοτριοῦντα τῆς ζωῆς τοῦ Θεοῦ, καὶ παρείσδυσιν διδόντα ἀγνοίᾳ P πώρωσίν τε τῆς καρδίας ἐπιτρέπονται τότε εἰς ἀναισθησίαν ἐμπεσούμεθα, συνωθοῦντες ἡμῶν τὸ συνειδὸς ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ παραδώσομεν ἑαυτοὺς, οὐδὲ κατὰ ποσὸν ἀνθιστάμενοι, ταῖς σαρκικαῖς ἐπιθυμίαις, τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας ἁπάσης μετὰ τοῦ πλεονεκτεῖν· ἐκείνους δὲ, ὧν τοὺς γάμους νοθεύομεν. Εἰ δὲ θέλομεν νοῆσαι τὸ ” οἵτινες ἀπηλγηκότες ἑαυτοὺς ” δῶκαν τῇ ἀσελγείᾳ,’’ συγκρίνομεν τοὺς δυσσυνειδητοῦντας βασανιζομένους, ἐπὶ τῷ συνεγνωκέναι τι ἑαυτοῖς φαῦλον, τοῖς μετὰ πάσης ἀδείας πολλὰ πλασίονα πταίουσιν. οἱ μὲν γὰρ οὐδέπω ἀπηλγήκασιν, ἀλλ’ ἔτι ἀλγοῦσιν· διόπερ δύνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς, θεραπευθῆναι· ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν ἁμαρτάνοντες· διόπερ μηδὲ ἐπὶ ποσὸν ἀντιτείνοντες, μὴ δὲ ἐγκρατευόμενοι, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἔργον ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ· πλὴν, εἰς ταῦτα πάντα κίνδυνος ἐμπεσεῖν, παντὶ τῷ ἐν ματαιότητι τοῦ νοὸς τυγχάνοντι καὶ ἐσκοτισμένῳ τῇ διανοίᾳ. ὅθεν τοῦ νοῦ καὶ τῆς διανοίας ἡμῖν ἐπιμελητέον. ἵνα ἡ μὲν διανοία ἦ πεφωτισμένη· λυομένου τοῦ σκότους ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς, ὅπερ ἐστιν ὁ τοῦ Θεοῦ λόγος· ὁ δὲ νοῦς ἀπὸ τῆς περὶ τὰ μάταια προσπαθείας ἀνατρεπόμενος, προηγεῖτο τῷ Θεῷ διὰ τοῦ λόγου τῆς σοφίας. Εἰ μέντοιγε διὰ τὴν ἄγνοιαν καὶ πώρωσιν τῆς καρδίας ἀπολλοτριοῦνται τῆς ζωῆς τοῦ Θεοῦ οἱ ἀπηλλοτριωμένοι αὐτῆς, τῷ ἐν ματαιότητι γεγονέναι αὐτῶν τὸν νοῦν καὶ ἐν σκοτισμῷ τὴν διάνοιαν, οὐκ ἐκ φύσεως ἀλλ’ ἐξ αἰτιῶν τῶν παρ’ ἡμῶν γινομένων, ἐκ τοῦ ἐφ’ ἡμῖν, ἀλλοτριοῦνται τῆς ζωῆς ἐκεῖνοι οἱ ἀλλοτριούμενοι αὐτῆς. ἀκαθαρσίαν δὲ ἐν πλεονεξίᾳ, τὴν μοιχείαν οἴομαι εἴομαι ἀλλαχοῦ γὰρ τοῦτό φησιν ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ, ἐν ᾗ ταῦτα· ” τοῦτό γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ἀπέχεσθαι “ ἀπὸ τῆς πορνείας· εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ “ κτᾶσθαι, ἐν ἁγιασμῷ καὶ τιμῇ· μὴ ἐν πάθει ἐπιθυμίας, “ περ καὶ τὰ ἔθνη, τὰ μὴ εἰδότα τὸν Θεόν·’’ τὸ μὴ “ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος “ ὁ Κύριος περὶ πάντων τούτων καθὼς προείπομεν ὑμῖν καὶ “ μαρτυράμεθα· οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ “ ἀλλ’ ἐν ἁγιασμῷ καὶ τιμῇ· τοιγαροῦν ὁ ἀθετῶν, οὐκ “ ἀθετεῖ, ἀλλ’ ἆτόν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον “ εἰς ὑμᾶς.’’ παρατήρει δὲ, ὅτι προτρεπόμενος ἐπὶ τὴν ἡμᾶς, πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν φησιν, εἴτις τὴν τοῦ ἀδελφοῦ λαμβάνοι γυναῖκα· πλὴν ἔκδικος Κύριος περὶ πάντων τούτων τῶν πεπλεονεκτημένων, εἴτε ἀδελφῶν εἴτε καὶ ἀπίστων. Χρυσοσυόμωσ. Ὁ μακάριος Ἰωάννης φησὶν, εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τι ἐγκαλοῦνται; τὸν γὰρ ἀγνοοῦντα, οὐ κακῶς πάσχειν δεῖ, οὐδὲ ἐγκαλεῖσθαι· ἀλλὰ μανθάνειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. ἀλλ’ ὅρα πῶς αὐτοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώμης· ” οἵτινες,” φησὶν, ” ἀπηλγηκότες, “ ἀσελγείᾳ·’’ δείκνυσιν ἐνταῦθα, ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος, ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας· “ οἵτινες,” φησὶν, ·‘ ἀπηλγηκότες ἑαυτῶν, ἑαυτοὺς “ δωκαν.’’ Οταν οὖν ἀκούσῃς ὅτι παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, τούτου μέμνησο τοῦ ῥήματος, ὅτι ” ἑαυτοὺς παρέδωκαν·’’ εἰ γὰρ ” ἑαυτοὺς παρέδωκαν,’’ πῶς ὁ Θεὸς αὐτοὺς παρέδωκεν; εἰ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς ” ἑαυτοὺς παρέδωκαν ;” παρέδωκε, τουτέστι συγκεχώρηκεν. ὁρᾷς πῶς αὐτοὺς ἀποστερεῖς συγγνώμης, ἐργασίαν ἀκαθαρσίας εἰπών; οὐ παραπέσοντες, φησὶν, ἥμαρτον, ἀλλ’ εἰργάζοντο αὐτὰ τὰ δεινὰ καὶ μελέτῃ τῷ πράγματι ἐκέχρηντο. ἐν πάσῃ ἀκαθαρσίᾳ· ποίας λέγει ἀκαθαρσίας; πᾶσα πορνεία, μοιχεία, παιδεραστία, φθόνος· πᾶσα ἁμαρτία, ἀκαθαρσία ἐστιν. Θεόδωροσ δέ φησι· τοῦτο λέγει συντόμως. οὐ δίκαιον ὑμᾶς ἀκόλουθα πράττειν τοῖς ἔθνεσιν, οἳ μηδὲν ἐπιστάμενοι τῶν δεόντων, ὥσπερ ἐν σκότῳ διάγουσι, τῆς εὐσεβείας μακρὰν τυγχάνοντες, καὶ τῆς τοῦ Θεοῦ ζωῆς ἀλλότριοι καθεστῶτες· ἵνα εἴπῃ, τῆς προσδοκωμένης ἀναστάσεως· τὸ δὲ ” ἀπηλγηκότες,’’ ὥσπερ τῶν πάθους τινὸς μέρη πολλάκις τοῦ σώματος νενεκρωμένων· οἷς οὐ μόνον ἄλγος οὐδὲν ἐκεῖθεν ἐγγίνεται, ἀλλ’ οὐδὲ ἡ τοῦ μέρους ἀφαίρεσις αἴσθησιν ἐμποιεῖ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε. Tοῦτο λέγει, ὅτι πάντως ποῦ καὶ ἠκούσατε καὶ ἐδιδάχθητε περὶ τοῦ Χριστοῦ ταῦτα, ἅπερ δὴ καὶ ἀληθῆ καθέστηκε καὶ οὕτως ἔχει· ποῖα; Ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὐτοῦ· ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνη καὶ ὁσιότητι τῆς ἀληθείας. Επειδὴ τοῖς θνητοῖς ἕπεται τὸ ἁμαρτάνειν, ἀθάνατοι δὲ γενόμενοι ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἁμαρτεῖν οὐκ ἐπιδεχόμεθα· σύμ- βολον δὲ ἐκείνου ἡ τοῦ Πνεύματος ἀναγέννησις, ἣν ἐν τῷ βαπτίσματι πληροῦμεν, ὥσπερ ἀνακτιζόμενοι ἐντεῦθεν ἤδη καὶ ἀναγενωώμενοι κατὰ τύπον ἐλπίδι τῶν προσδοκωμένων, τοῦτο λέγει· ὅτι πάντως οὐκ ἀγνοεῖτε ὅτι λέλυται μὲν ὁ παλαιὸς ἄνθρωπος ὁ θνητὸς ἐκεῖνος, καινὸς δέ τις ἀντεπεισῆκται ἄφθαρτος, οὗπερ εἰς τύπον ἐπὶ τοῦ βαπτίσματος ἀνακαινισμὸν ἐδέξασθε τὴν τοῦ Πνεύματος ἀπαρχὴν κομισάμενοι· ὥστε δίκαιον ὑμᾶς ἀκόλουθα τούτοις καὶ φρονεῖν καὶ πολιτεύεσθαι. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης ὧδε λέγει, ἄρα καὶ τοῦτο μαθεῖν ἐστιν τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν· ὁ γὰρ πονηρῶς βιοὺς, ἀγνοεῖ Θεὸν, καὶ ἀγνοεῖται παρ’ αὐτοῦ· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος, “ Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις “ ἀρνοῦνται.” Καθώς ἐστιν ἀληθεία ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστν, οὐκ ἐπὶ τούτοις συνέθου· οὐ γὰρ ματαιότης τὰ παρ’ ἡμῖν, ἀλλ’ ἀλήθεια· ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος· ματαιότης γὰρ, ἡ ἁμαρτία ἐστὶν καὶ ψεῦδος· οὗ δὲ βίος ὀρθὸς, ἀλήθεια· ἔχει γὰρ τέλος μέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ· “ τὸν φθειρόμενον” φησὶ “ κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὐτοῦ. Ὥσπερ αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός. πῶς αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται ; τῷ θανάτῳ πάντα λύεται· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος “ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀπολοῦνται " πάντες οἱ διαλογισμοὶ αὐτοῦ· καὶ οὐ τῷ θανάτῳ μόνῳ ἀλλὰ καὶ ἄλλοις πολλοῖς· οἷον· τὸ κάλλος καὶ νόσου καὶ γήρως ἐπελθόντος, ὑπεξέστη καὶ ἀπέθανεν καὶ ἐφθάρη· ἡ ῥώμη τῆς ἰσχύος, τοῖς αὐτοῖς πάλιν ἁλίσκεται· ἡ τρυφὴ, οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονὴν οὐδὲ τὴν αὐτὴν ἰσχύν· ἣ ἑτέρως. πάλιν τοῦτο αὐτὸν φθείρει καὶ ἀπόλλυσιν, ἡ ἐπιθυμία· καθάπερ γὰρ τὸ ἔριον, ἀφ’ ὧν τίκτεται, ἀπὸ τούτων ἀπόλλυται, οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος· καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν· τέσσαρας δὲ ἀνθρώπους ἡμῖν ἐνταῦθα ὑπογράφει· δύο μὲν, οὕτω λέγων ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνανεοῦσθε δὲ τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν· καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. ἐν δὲ τῇ πρὸς Ῥωμαίους, ἄλλους δύο· ὡς ὅταν λέγῃ· “ βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσι μου, ἀντιστρατευόμενον “ τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς “ ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσι μου·’’ ὁ νοῦς καὶ ἡ σάρξ· καὶ οὗτοι πρὸς ἐκεῖνα ἔχουσι τὴν συγγένειαν· πρὸς μὲν ’τον ἔσω, ὁ καινός· πρὸς δὲ τὸν ἔξω, ὁ παλαιός. ἀλλ’ ὅμως οἱ τρεῖς διεφθάρησαν· μᾶλλον δὲ τρεῖς εἰσὶ, καινὸς καὶ παλαιός· καὶ οὗτος, οὐσιώδης καὶ φυσικός. Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. Ἵνα μή τις νομίσῃ ὅτι ἐπεισάγει ἄνθρωπον, εἰπὼν παλαιὸν καὶ καινὸν, ὅρα τί φησιν· “ ἀνανεοῦσθαι·’’ ἀνανεοῦσθαι δέ ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεοῦται ἄλλο ἐξ ἄλλου γενόμενον· ὥστε τὸ μὲν ὑποκείμενον τὸ αὐτό· ἡ δὲ μεταβολὴ πρὸς τὸ συμβεβηκός· πῶς δ’ ἃν γένοιτο ἡ ἀνανέωσις; ” ἐν τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν’’ φησιν· ὃς ἐὰν οὖν ἔχῃ πνεῦμα παλαιὸν, οὐδὲν ἐργάζεται· οὐ γὰρ ἀνέχεται τὸ πνεῦμα παλαιῶν πράξεων. ” Τῷ πνεύματί” φησιν ” τοῦ νοὸς ὑμῶν, τουτέστιν, τῳ ἐν τῳ νῷ· Καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον. Ὁρᾷς ὅτι τὸ μὲν ὑποκείμενον ἕν ἐστι, μεταβολὴ δὲ τὸ ἐκδυόμενον καὶ ἐκδυόμενον; ” τὸν καινὸν ἄνθρωπον φησὶ, ” “ Θεὸν κτισθέντα ἐν δικαιοσύνη καὶ ὁσιότητι τῆς ἀληθείας. διατί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρετήν; καὶ διατί ἄνθρωπον τὴν κακίαν; ὅτι χωρὶς ἐνεργείας οὐδ’ ἃν δειχθείη ἄνθρωπος· ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν εἴτε καλὸν εἴτε πονηρόν· ὥσπερ δὲ τὸ ἀποδύσασθαι καὶ ἐνδύσασθαι εὔκολον, οὕτως καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν· ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων· τὴν κτίσιν ὅρα τί φησι· τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν· τι δὲ, ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; οὐδαμῶς· ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δημιουργος τῆς ἁμαρτίας πῶς; ὁ γὰρ ἄνθρωπος οὐκ ἄπο ὕδατος οὐδὲ ἀπὸ γῆς ἐκτίσθη λοιπὸν, ἀλλ’ ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας· τί ἐστι τοῦτο; υἱὸν εὐθέως αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βαπτίσματος γίνεται· αὕτη ἐστιν ἡ οὐσία ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας· ἦν ποτε δικαιοσύνη καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ’ οὐ τῆς ἀληθείας· ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη ἐκείνη· τὸ γὰρ καθαρὸν εἶναι σώματι, τύπος καθαρότητος ἦν· καὶ τύπος δικαιοσύνης, οὐχὶ ἀληθεία· καὶ πρὸς τὸ ψεῦδος φησὶν, ὅτι πολλοί εἰσι παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευδεῖς· δικαιοσύνη δὲ ἡ καθολικὴ ἀρετὴ λέγεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος “ ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον ” τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βα- ” σιλείαν τῶν οὐραανῶν.” καὶ πάλιν δίκαιος λέγεται, ὁ ἔχων λαβήν. ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις, ἐκεῖνον φαμὲν δίκαιον, τὸν ὀδυνηθέντα καὶ μὴ ἀνταδικήσαντα. Ὠριγένησ φησὶ τὸ μαθεῖν τὸν Χριστὸν, ταὐτόν ἐστι τῷ μαθεῖν τὴν ἀρετήν· καὶ τὸ ἀκοῦσαι αὐτὸν οὐ διαφέρει τοῦ συνεῖναι τὸν λόγον τῶν ἀναγεγραμμένων ἐπινοιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ. εἴτις οὖν ἔμαθε τὸν Χριστὸν καὶ ἤκουσεν αὐτὸν ὡς Θεοῦ Λόγου, παραδεξάμενος ἃ μεμάθηκε καὶ ἤκουσεν, οὐ περιπατήσει ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐδὲ ἔσται τῆ διανοίᾳ ἐσκοτισμένος, οὐδὲ τῆς ζωῆς τοῦ Θεοῦ ἀπηλλοτριωμένος. μάθωμεν τοίνυν τὸν Χριστὸν, καὶ ἀκούσωμεν αὐτὸν καὶ διδαχθῶμεν ἐν αὐτῷ. οὐκ ἀπογνωστέον μέντοιγε καὶ τὸ διδαχθῆναι θείᾳ δυνάμει ὑποβαλλούσῃ τῷ νῷ ἡμῶν κεκαθαρμένον λόγον τὸν περὶ Χριστοῦ τέλειον καὶ ἀληθινὸν, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. ἐδίδαξέ τι τὸ μαθεῖν τὸν Χριστὸν καὶ ἀκοῦσαι καὶ διδαχθῆναι, εἰπὼν, ” καθώς ἐστιν ἀλήθεια ” ἐν τῷ Ἰησοῦ·’’ ἡ γὰρ τῆς ἀληθείας πρωτότυπος οὐσία, ἐν Ἰησοῦ μόνῳ λέγοντι, ” ἐγώ εἰμι ἡ ἀλήθεια. τὸ δὲ ” ” ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἀσυνάρτητον ὂν, ὅρα εἰ δυνάμεθα οὕτως ἀποκαταστῆσαι· ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰηποῦ. ἵνα ὁ νοῦς ᾖ· ὅτι ὡς ἔστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, οὕτως ἔσται καὶ ἐν ὑμῖν μαθοῦσι τὸν Χριστὸν, καὶ αὐτὸν ἀκούσασι καὶ ἐν αὐτῷ διδαχθεῖσιν, ἀποθεμένοις τὲ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· “ παλαιὸν δὲ ἄνθρωπον ὃν δεῖ ἤδη ἀποθέσθαι, τὸν πεπαλαιωμένον ὑπὸ τῆς ἁμαρτίας λέγεσθαι νομιστέον· οὗτος γὰρ κατὰ τὴν προτέραν ἀναστροφὴν καὶ τὰς ἐπιθυμίας τῆς ἀπάτης διὰ τοῦ ἁμαρτάνειν καὶ μηδέποτε ἀφθαρσίας τί ποιεῖν, ἀλλ’ ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀναστροφὴ, ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν· καὶ οὐδέπω ἔφθαρται ὅσον ταῦτα ποιεῖ, ἀλλὰ φθείρεται· ὁ δὲ λόγος τοῦ Θεοῦ, οὐ φθείρει ἀλλ’ ἀποκτείνει τὸν παλαιὸν ἄνθρωπον ἐπὶ τῷ ζωοποινσαι· “ ἐγὼ γάρ, ’’φησιν, ” ἀποκτενῶ καὶ ζῆν ποιήσω·’’ καὶ ” ἀπέκτενεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ετι ζητήσεις, πῶς ὁ κατὰ τὴν κακίαν πεπαλαιωμένος παλαιὸς ἄνθρωπος λέγεται. καὶ μήποτε ὥσπερ ἀνακαινοῖ καὶ ἀνακτίζει ἡ ἀρετὴ, οὕτως ἡ ἐναντία αὐτὴ κακία παλαιοῖ· ὡς καὶ τῆς παλαιότητος σημεῖα γίνεσθαι περὶ τὴν ψυχὴν, οἱονεὶ τὰς ῥυτίδας, ὥσπερ γίνεται ἐπὶ τῶν γηρασκόντων σωμάτων. διὰ τοῦτο ἔνδοξον αὐτῷ παρίστησι τὴν Ἐκκλησίαν Χριστὸς, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἣ τι τῶν τοιούτων. ὅσον μὲν γὰρ ἔχει σημεῖα τῆς παλαιότητος, ἔχει καὶ τὴν ῥυτίδα· ὅταν δὲ ἀπόθηται τὸν παλαιὸν ἄνθρωπον ἅπαντα, ἀκμάζει καὶ πᾶσα ῥυτὶς ἐξαφανίζεται· ἀπάτης δέ ἐστιν ἐπιθυμία, ἡ μοχθηρὰ ἐπιθυμία καὶ ἡ φαύλη. ” ἀνανεοῦσθαι δὲ ” πνεύματι τοῦ νοὸς ὑμῶν. Εἰ χρὴ ἀνανεοῦσθαι κατὰ τὴν λέξιν ” τὴν οὔτε ἁπλῶς ἐν τῷ πνεύματι, οὔτε ἐν τῷ νοὶ, ἀλλ’ ἐν τῷ ” ματι τοῦ νοὸς ὑμῶν,” ζητητέον ἰδίᾳ, τίς ὁ νοῦς ἡμῶν, καὶ τι τὸ πνεῦμα αὐτοῦ· πρόσχες δὲ καὶ τῷ ” ψαλῶ τῷ πνεύματι, ψαλῶ ” καὶ τῷ νοί·· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ ἐπιστήσει οὑν εἰ ὥσπερ ἐστὶ πολλὰ πνεύματα, καὶ ἕκαστον τινὶ ᾠκείωται, οὕτως ἐστὶν τί πνεῦμα ᾠκειωμένον ἡμῶν τῷ νοί· ὅπερ τοῦ νοὸς ἡμῶν ἀποκαθαιρομένου καὶ πᾶσαν ἀποβαλόντος ἀχλὺν, ᾠκειωμένον αὐτῷ ἀνανεοῖ ἡμᾶς. εἰ θέλομεν ” ἐνδύσασθαι τὸν ” ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα,’’ νοήσωμεν τὸ “ ” μοῦ γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· καὶ τὸ ” ζῶ δὲ ” ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς,’’ καὶ ἁπαξαπλῶς μορφωθέντα τὸν ἐν ἡμῖν ὅλον καὶ κατὰ πᾶσαν πρᾶξιν δείξομεν. Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ. Οἱ μὲν ἁπλούστεροι, πλέον τοῦ ἠθικοῦ οὐδὲν οἰήσονται λέγεσθαι ἐκ τοῦ λεγομένου· ἡμεῖς δὲ ἐναντίον εἶναι πειθόμενοι τῇ ἀληθείᾳ τὸ ψεῦδος, τὸ ἐναντίον τῇ καθηκόντως λαλουμένῃ ἀληθείᾳ πρὸς μόνον τὸν πλησίον ζητοῦμεν ψεῦδος ἀποθέσθαι, ὅπέ ἐστιν ἡ ψευδοδοξία· ἔργον δὲ οὐ τυχόν ἐστιν πρὸς τὸ ἀποθέσθαι ἐκεῖνο τὸ ψεῦδος, καὶ τὸ οὕτως ψεῦδος ἀποθέσθαι· καὶ γὰρ δόκιμον δεῖ εἶναι τραπεζίτην καὶ πάντα δοκιμάζειν ἱκανὸν, ἵνα μόνον κατέχωμεν τὸ καλὸν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπεχώμεθα· ἐναντίον δὲ τῷ κατὰ τὰς ψευδοδοξίας ψεύδει ἐστὶν ἡ σωτήριος ἀλήθεια· τὸ δὲ “λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ,’’ εἴληπται ἀπὸ τοῦ Ζαχαρίου. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Οτι ἀπὸ τοῦ τετάρτου ψαλμοῦ τοῦτο εἴληπται, δῆλον ἐστίν· δύο δὲ σημαίνεται ἐκ τῆς ὀργίζεσθαι φωνῆς· ἢ τὸ ἀπροαίρετον, ὅπερ τινες ἐκάλεσαν προπάθειαν, ἥτις συμβήσεται καὶ τοῖς τελείοις ἀπροαίρετόν τι πάσχουσι κατὰ τὰ τοιάδε εἰς ὀργὴν ρποσκαλούμενα συμπτώματα· ἕτερον δὲ, ὅταν ἤδη ἡ συγκατάθεσις παραδέχηται τὸ καθήκειν δεῖν τιμωρεῖσθαι τὸν ἠδικημένον νομιζόμενον· ὅπερ ὡς ἐφ’ ἡμῖν τυγχάνον, κελεύει ἀποθέσθαι ὁ Ἀπόστολος ἡμᾶς. τὸ πρότερον οὖν τῶν σημαινομένων δηλοῦται ἐν τῷ “ὀργί- “ζεσθε καὶ μὴ ἁμαρτάνετε,’’ ἀντὶ τοῦ εἰ καὶ παρεδέξασθέ ποτε τὴν ὀργὴν, ἀλλ’ ἄπρακτον καταλείψατε· τοῦτο γὰρ καὶ ὁ ἅγιος φησὶν Ἀθανάσιος. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμᾷ ὑμῶν. Εὰν τὸν αἰσθητὸν ἥλιον ἀκούσωμεν λέγεσθαι, ἁμαρτησόμεθα, ὅτι ὀργιζόμεθα καὶ τηροῦμεν τὴν ὀργὴν, τοῦ ἡλίου δύνοντος· ὅπερ ἄτοπον εἰναι νομίζω. μήποτ’ οὖν ὁ ἀληθινὸς ἥλιος ὥσπερ δύσεται ἐπὶ τοὺς πονηροὺς προφήτας κατὰ τὸ εἰρημένον, “δύσεται ὁ “ ἥλιος ἐπὶ τοὺς προφήτας ὑμῶν μεσημβρίας,’’ οὕτως καὶ δύει ἐπὶ πάντας τοὺς ἁμαρτάνοντας, οὐ χαριζόμενος αὐτοῖς ἔτι ἁμαρτάνουσι τὴν ἰδίαν ἀνατολήν. ἐντέλλεται οὖν ἡμῖν ὁ Παῦλος μὴ ποιῆσαι τοιαῦτα κατὰ τὴν ὀργὴν, ὡς ἐπιδύναι ἡμῖν τὸν ἥλιον, καὶ γενέσθαι ἐν ταῖς ψυχαῖς ἡμῶν νύκτα. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, μὴ εἰς ἀναξίους λάμψας ὁ ἥλιος· εἰ γὰρ ὁ μὲν δεσπότης ἀπὸ πολλῆς ἀγαθότητος ἔπεμψεν, καὶ ἀφῆκεν σοι τὰ ἁμαρτήματα· σὺ δὲ τῷ πλησίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν; Μῆ δὲ δίδοτε τόπον τῷ διαβόλῳ. Τὸ ἀλλήλους πολεμεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ· οὐδέποτε γὰρ οὕτως τόπον ἔχει ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις· τὰ μυρία ἐντεῦθεν τίκτεται κακά· καὶ καθάπερ ἕως μὲν ὠσιν ἡρμοσμένοι λίθοι καὶ μηδὲν διάκενον ἔχοντες, ἑστήκασιν ἀρραγεῖς· ἐὰν δὲ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συμβῇ γενέσθαι, τοῦτο πάντα καταλύει καὶ ἀπόλλυσιν, οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· ἕως μὲν ἃν ᾦμεν πεπυκνωμένοι, καὶ συνηρμοσμένοι, οὐδὲν ὅλως ἐπεισάγει τῶν αὐτοῦ· ἐπειδὰν δὲ μικρὸν ἡμᾶς διαχαυνώσῃ, καθάπερ τις χειμάμρονς ἐπεισχέεται· πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης. Ωριγένησ δέ φησιν, ὅμοιον τοῦτο ἐστὶ, τῶ ἐν τῷ Ἐκκλησιαστῇ εἰρημένῳ, ” ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἔπι “ τόπον σου μὴ ἀφῇς· ὅτι ἴαμα καταπαύσῃ ἁμαρτίας μεγάλας.” τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῶ ἐξουσιάζοντι πνεύματι ἀναβάντι ἐφ’ ἡμᾶς, ὅτε οὐ πεπλήρωται ἡμῶν τὸ ἡγεμονικὸν ἁγίων μαθημάτων ἢ τῆς σωτηρίου πίστεως, καὶ λογισμῶν διαφερόντων καὶ συμβουλευόντων ἡμῖν τὰ ἄριστα· κατὰ γὰρ τὸν πατέρα Ἰωάννου] Ζαχαρίαν, ” ἐπὶ τὰ κλίματα τῆς ψυχῆς ἐπισκηνοῖ ὁ Σατανᾶς,’’ καὶ αἱ τοιαίδε συγκαταθέσεις, τοῖς χείροσιν αἱ ῥοπαὶ ἐπὶ τὰς συγκαταθέσεις προκαλοῦνται τὸν διάβολον εἰσελθεῖν ἡμῶν εἰς τὰς ψυχάς· καὶ ἐπὶ τοῦ Ἰούδα γοῦν γέγραπται τοῦ προδότου, ” “ τέρον μὲν τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα ” παραδῷ αὐτὸν Ἰούδα Σίμωνος Ἰσκαριώτου·” μετὰ δὲ ταῦτα ὅτι ” μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς.’’ ὡς τοῦ διαβόλου εἰς τὴν καρδίαν Ἰούδα, ἵνα παραδῷ τὸν Κύριον. πρὸς τὸ βληθὲν στὰς ὁ Ἰούδας ἦν, οὐκ ἃν ὕστερον εὑρήκει τόπον εἰς αὐτὸν εἰσελθεῖν ὁ Σατανᾶς Ρ. Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ καὶ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχη μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐπείπερ ἐν ταῖς τοῦ βίου πραγματείαις ἀναστρεφόμενοι, προφάσει τοῦ πορισμοῦ τῶν ἐπιτηδείων, καὶ πολλοὶ τῶν πεπιστευκέναι νομιζομένων, κἂν δοκῶσι καθαρεύειν ἀπὸ εἰδωλολατρείας καὶ πάσης πορνείας, οὐκ εὐκόλως ἀφίστανται τοῦ βλέπειν ἐν τῷ ὠνεῖσθαι καὶ πιπράσκειν καὶ συμπραγματεύεσθαί τισι, διὰ τοῦτο οὐκ ὤκνησεν ὡς ἔτι κλεπτόντων καὶ ταῦτα ἐν Ἐφέσῳ τινῶν οἱονεὶ ἐλέγξαι, ὡς εἰδὼς τοὺς τοιούτους· τὸν δὲ δίκαιον πορισμὸν δηλοῖ αὐτοῦ, τὸ “ ἐργαζόμενος τὸ ἀγαθόν·’’ τῶν μὲν ἀδίκως ποριζόντων, . οὐ τὸ ἀγαθὸν, ἀλλὰ τὸ πονηρὸν ἐργαζομένων· τῶν δὲ μετ’ εὐλαβείας περιποιούντων αὐτοῖς τὰ ἀναγκαῖα, καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἐργαζομένων. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, ποῦ οἱ καθαροὶ οἱ λεγόμενοι, οἱ παντὸς ῥύπου γέμοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνομάζειν τολμῶντες ; ἔτι γάρ ἐστιν ἀπολύσασθαι τὸ ἔγκλημα· οὐ τὸ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τὸ ἀγαθόν τι ἐργάσασθαι· ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁμαρτήματα χρή ; ἔκλεψαν ; τοῦτο ἔστι τὸ ἁμάρτημα· οὐκ ἔκλεψαν ; τοῦτο οὐκ ἔστι τὸ ἁμάρτημα λῦσαι· ἀλλὰ πῶς ; ἐκοπίασαν καὶ ἑτέροις μετέδωκαν, οὕτως ἔλυσαν τὰ ἁμαρτήματα· οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται, ἀλλ’ ὥστε κοπιᾶν· ὥστε καὶ ἑτέροις μεταδιδόναι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Τί ἐστι σαπρός ; ὅν φησι καὶ ἀργόν· καταλαλία, αἰσχρολογία, εὐτραπελία, μωρολογία· ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς, τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν· τὸ δὲ “ μηκέτι “ κλεπτέτω,’’ οὐκ ἐκείνοις συγγινώσκων τοιοῦτό φησιν, ὅσον τοὺς ἠδικημένους πρᾴους καθιστῶν, καὶ τὸ μηκέτι τὰ αὐτὰ παθεῖν ἀρκεῖσθαι παραινῶν· οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων τίνομεν δίκας. Ὠριγένησ φησὶν, ἀγαθὸς λόγος ἐστὶ πρὸς οἰκοδομὴν τῆς χρείας, διδοὺς “ χάριν τοῖς ἀκούουσιν,” ὁ διδασκαλικὸς, καὶ ἐπ’ ἀρέτην μὲν προτρεπτικὸς, κακίας δὲ ἀποστερητικός· “ σαπρὸς δὲ, ὁ συναύξων τὴν κακίαν καὶ ἐρεθίζων ἐπὶ τὰ χείρονα. Καὶ μὴ λυπεῖτε τὸ νεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Εἴπερ ἡ λύπη πάθος ἐστὶ, καὶ καλῶς ἀποδίδοται περὶ αὐτῆς, ὅτι ἔστι δόξα πρόσφατος κακοῦ παρουσίας ἐφ’ ᾧ καθήκει συστέλλεσθαι· οὔτε δὲ δοξάζει τὸ Ἅγιον Πνεῦμα, οὔτε ἵνα δοθῇ δοξάζειν, δοξάζει τὸ κακὸν αὐτῷ παρεῖναι, οὓ λυπήσεται τὸ Ἅγιον Πνεῦμα. μήποτ’ οὖν τὸ ὅσον ἐφ’ ἡμῖν τάδε πράττοντες, λυποῦμεν τὸ Ἅγιον Πνεῦμα τοῦ Θεοῦ. καὶ ὁ Κύριος δέ φησιν ἐν τῷ Ἰεζεκιήλ· “ καὶ ” ἐν πᾶσι τούτοις ἐλύπησέ με τάδε πολλάκις ἡμῖν ἃ περὶ ὀργῆς καὶ θυμοῦ, ὕπνου τὲ καὶ τῶν ἀνθρωποπαθῶν φωνῶν χρήσιμα. καὶ εἰς τὸν λόγον τὸν περὶ τοῦ ” μὴ λυπεῖτε τὸ ” τὸ Ἅγιον τοῦ Θεοῦ.” ἐσφραγίσθημεν δὲ τῷ Ἁγίῳ ἵνα τὸν τύπον τοῦ Ἁγίου Πνεύματος δεξάμενοι, ἀμερίστου μείναντος τοῦ σφραγίσαντος, τοὺς τύπους λαβόντες τοῦ Ἁγίου Πνεύματος, ἅγιοι γενώμεθα, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου Καθέκαστον ἡμῶν τὸ ἐν ἡμῖν ἅγιον γένηται· οἶμαι δὲ ὅτι καὶ ἡ ψυχή. τῷ Πνεύματι μὲν οὖν τῷ Ἁγίῳ ὁ σφραγιζόμενος σφραγίζεται, ὁ δὲ Θεός ἐστιν ὁ σφραγίζων. σφραγίζεται δὲ ὑπὸ τοῦ Πατρὸς τῷ Ἁγίῳ Πνεύματι πᾶς ὁ ἐκ τοῦ πιστεύειν τῷ Θεῷ σφραγίσας ὅτι ἀληθής ἐστιν ὁ Θεός· καὶ σφραγίζεται, ἵνα τηρήσας τὴν σφραγίδα καὶ δείξας αὐτὴν ἐν ἡμέρᾳ ἀπολυτρώσεως ἄθραυστον, τοῖς ἀπολυτρουμένοις συναριθμηθῇ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τοῦτο ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας, φησὶν, ἐν Ἐπιστολῇ· ” ὁ ” ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν·’’ οὕτω καὶ ἐνταῦθα· ἃν εἴπῃς ὑβριστικὸν ῥῆμα· ἃν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖνον ἔπληξας, ἀλλὰ τὸ Πνεῦμα ἐλύπησας· εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα μείζων γένηται ἡ κατηγορία· ” καὶ μὴ ” τὸ Πνεῦμα τὸ Ἅγιόν,’’ φησιν, ” ἐν ᾧ ἐσφραγίσθητε ” ἀπολυτρώσεως.” τοῦτο ἡμᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡμᾶς πάντων τῶν πρώτων ἀπέστησε· τοῦτο οὐκ ἀφῆκεν ὑποκεῖσθαι μετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ σὺ αὐτὸ λυπεῖς; ὁρᾷς πῶς ἐκεῖ μὲν φοβερῶς, ” ὁ γὰρ ἀθετῶν,” φησὶν, οὐκ ” ” θρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν·’’ ἐνταῦθα δὲ ἐντρεπτικῶς δυσωπητικῶς, ” μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἁγιον,’’ φησὶν, ” ” ἐσφραγίσθητε ;” ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος ἀνέλῃς τὰ σήμαντρα. στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγγεται ἀνάξιον τοῦ χαρίσματος. ὁ Θεὸς δὲ τῆς εἰρήνης, φυλάξει ἡμῶν καὶ τὸν νοῦν καὶ τὴν γλῶσσαν, καὶ τειχίσει ἀσφαλεῖ τειχίῳ τῷ αὐτοῦ φόβῳ· ἐν Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἄμην· τριὰς μονὰς, ἐλέησον. τόμος β'. ΤΟΜΟΣ Γ. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάση κακίᾳ. Ὠριγένησ φησὶ, γενικὸν μὲν τινὲς πάθος ᾠήθησαν εἶναι τὴν ὀργὴν, καὶ αὐτὴν τάξαντες ὑπὸ γένος τὴν ἐπιθυμίαν. καὶ ὅρον γε ἀποδεδώκασι τῆς ὀργῆς τοιοῦτον. ὀργή ἐστιν ἐπιθυμία πονηρίας τοῦ δοκοῦντος οὐ προσηκόντως ἠδικηκέναι. εἴδη δὲ πολλὰ τῆς ὀργῆς ἀναγράψαντες, συγκατατάττουσιν αὐτοῖς, τὴν πικρίαν μὲν εἶναι ὀργὴν δυσπαράδεκτον, ἢ παραχρῆμα ἐκρηγνυμένην. εἰλῆφθαι δέ φασι τὸ δυσπαράδεκτον κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι τοῖς ἐκτὸς προσδέχεσθαι· θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς, ὥσπερ καὶ ἐν τῷ ” Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με·” ὁμοίως δὲ ὁριούμεθα τὸν ἐλέγχοντα θυμὸν Θεοῦ, καὶ τὸν θυμὸν διαρ- θῆναι ἀφ’ ὑμῶν· οὐδὲ τὴν παιδεύουσαν ὀργὴν Κυρίου, καὶ τὴν ἡμετέραν τροπικώτερον εἴρηται· τὰ δὲ περὶ ἡμῶν ὀνομαζόμενα ὁμολογουμένως πάθη ἐστὶ καὶ ἁμαρτήματα. κεῖται δὲ τὸ ὄνομα τῆς πικρίας καὶ ἐν τῷ Ἰερεμίᾳ, ” καὶ ἡ πικρία γάρ σου,” ἀνέβη πρός με.” οἶμαι οὖν πικρίαν μὲν νῦν λέγεσθαι παρὰ τῷ Ἀποστόλῳ, καθὸ λέγομεν τινὰς πικροὺς ἐναντίους τοῖς γλυκέσι· καὶ ἡ συνήθεια γὰρ γλυκεῖς ἀνθρώπους οἶδε καὶ πικρούς. θυμὸν δὲ τὴν ἐναρχομένην ἐπί τινα γενέσθαι ὀργὴν ἐν τῇ ψυχῇ. ὀργὴν δὲ τάχα οὐ τὸ γένος τούτων καὶ ἑτέρων παραπλησίων, ἀλλὰ τὴν ἤδη ἑτοίμην καὶ ἐνεργητικὴν πρὸς τὴν τιμωρίαν τοῦ ἠδικηκέναι νομιζομένου. καὶ ὡς ἐπίπαν παρακολουθεῖ τοῖς πάθεσι τούτοις ἡ κραυγὴ, κεκραγότων τῶν πικραινομένων καὶ θυμουμένων καὶ ὀργιζομένων, καὶ θορυβωδέστερον λαλούντων, καὶ προφερομένων λόγους καὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς. διὸ πρὸς τοῖς προτέροις κεκραυ- γητέον q, ἀσκητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἣν προσφέρονται ἀπὸ παθῶν ὀργιζόμενοι πολλάκις, οἱ κατὰ τοῦ θείου τολμῶντες ἐν τῷ καιρῷ τῆς ὀργῆς λαλεῖν, ὅταν πᾶσα ἡ κατηγορία περὶ οὗτινος οὖν λαμβάνηται αὖθις ἐν τῇ βλασφημίᾳ. βλασφημεῖν γὰρ λέγονται οἱ κακῶς λέγοντες ἐκείνους, οὓς λέγουσι κακῶς, ἀκολούθως τοῖς περὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς. Λέγεται δεῖν ἀποτίθεσθαι καὶ τὴν βλασφημίαν· εἰ μέντοι γε καὶ τὴν βλασφημίαν τάσσοιμεν ἐπὶ πάσης φωνῆς τῆς κακῶς τὸ θεῖον λεγούσης, οὐ μόνον ἐκ λύπης καὶ ὀργῆς κατὰ τοὺς καιροὺς τῆς δυσαρεστήσεως δυσφημούντων τῶν ἀνθρώπων, ἀλλὰ πολλάκις καὶ κατὰ ἄγνοιαν τοῦ περὶ ἀληθείας λόγου, ὡς δῆλον ἐκ τῶν παρὰ τοῖς ἑτεροδόξοις δογμάτων. βλασφημεῖ δὲ καὶ ὁ τὸν ἀληθῆ λόγον ψευδῆ ἀποφαινόμενος εἶναι, ἣ τὸν ψευδῆ ἀληθῆ, καὶ μάλιστα περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ πραγμάτων. τίς οὖν οὕτως δόκιμος τραπεζίτης, ὡς εἰδέναι πάντα δοκιμάζειν, καὶ τὸ μὲν καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι; ἐπεὶ δέ τινες οἴονται εὐλόγως ποτὲ γίνεσθαι ὀργὴν, μὴ καλῶς προστιθέντες τῷ Εὐαγγελίῳ τὸ “ εἰκῆ” κατὰ τὸ ῥητὸν, ” ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ, ” ἔσται τῇ κρίσει·” ἀνέγνωσαν γάρ τινες, ” ὃς ἐὰν ὀργισθῇ τῷ ” ἀδελφῷ αὐτοῦ εἰκῆ,’’ δυσωπήσωμεν αὐτοὺς ἐκ τοῦ ῥητοῦ, λέγοντες, ” πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ, καὶ ” καὶ βλασφημία ἀρθήτω ὑφ’ ὑμῶν·” σαφῶς γὰρ ἐνθάδε ἡ φωνὴ κατὰ κοινοῦ ἐπὶ πάντων εἴρηται, ὡς μηδεμιᾶς πικρίας συγχωρουμένης, μηδὲ θυμοῦ τινος ἐπιτρεπομένου, μηδὲ ὀργῆς τινος εὐλόγως συνερχομένης. καὶ ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ, ὡς πάσης ὀργῆς ἁμαρτίας οὔσης, ὁμοίως δὲ καὶ θυμοῦ, λέγεται, ” παῦσαι ” ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν.” οὐκοῦν οὐκ ἔστι ποτὲ ὀργισθῆναί τινι, καὶ οὐ μόνον γε πᾶσαν κακίαν καὶ πάντα θυμὸν, καὶ πᾶσαν ὀργὴν, καὶ πᾶσαν βλασφημίαν φιλοπονητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἀλλὰ ταῦτα σὺν πάσῃ τῇ κακίᾳ. κακίαν δὲ ἐκλαμβάνομεν, ἣ τὴν ἐναντίαν ἕξιν τῇ ἀρχῇ, ἣ τὴν πονηρίαν. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πικρίαν τὴν ὕπουλον καὶ δολερὰν κατάστασιν, ὡς ἐπὶ τῶν κυνῶν τῶν ὑλακτούντων, ἀλλὰ καὶ περισαινόντων καὶ λαθραίως δακνόντων. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, Χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἥμιν. Ὠριγένησ φησὶ, ἡμεῖς μὲν τὸ ἐναντίον τῷ πικρῷ γλυκὺ ὠνομάσαμεν. ἔοικε δὲ ὁ Παῦλος τὴν ἐναντίαν τάξιν τῇ πικρίᾳ χρηστότητα νῦν λέγειν μεταφορικῶς ἀπὸ τῶν βρωμάτων· οὕτως οὖν δυνάμεθα νοεῖν τὸ “ γίνεσθε εἰς ἀλλήλους χρηστοὶ,’’ ἀντὶ τοῦ εὐπρόσιτοί τινες καὶ κατὰ τὸ ἦθος γλυκεῖς τε καὶ προσηνεῖς. τοῦτο δὲ γίνεται εἰ τὸ ὠμὸν καὶ ἀνηλεὲς καὶ ἀσυμπαθὲς πρὸς τὸν πλησίον ἀποθέμενοι, εὔσπλαγχνοι πρὸς πάντας γινόμεθα· διὰ τούτων οὐ μόνον τοῖς πέλας, ἀλλὰ καὶ ἑαυτοῖς τὰ μέγιστα Χαριζόμενοι· ἑαυτοῖς ἑτέρου ὄντος, παρὰ τὸ χαριζόμενοι ἀλλήλοις, ἐπείπερ ὅσα ἂν ἐν τῷ εὐεργετεῖν ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ συσσώμους ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται, ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑαυτοῖς χαριζόμεθα, ὅσα καὶ ὁ Θεὸς ἡμῖν ἐν Χριστῷ ἐχαρίσατο, οἱονεὶ παραδεχόμενοι αὐτὰ καὶ τηροῦντες· καὶ μιμούμενοι τὸν χαρισάμενον, καὶ τὸν τρόπον τοῦ χαρίζεσθαι αὐτόν. Άλλος δέ τις, μηδὲν ἡγούμενος διαφέρειν τὸ χαριζόμενοι ἑαυτοῖς τοῦ χαριζόμενοι ἀλλήλοις, ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τὸ χαριζόμενοι ἀλλήλοις, μάλιστα διὰ τὸ “ καθὼς ὁ Θεὸς ἐν Χριστῷ “ ἐχαρίσατο ἡμῖν,’’ καὶ ἔνεγκε ταῦτα, ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, λέγων, δεῖν ἡμᾶς ἀφιέναι τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσιν, ὡς καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός. πῶς δὲ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν τὰ ἁμαρτήματα; ἢ ὅτι ἐν Χριστῷ ὣν ὁ Πατὴρ ἀφῆκεν ἡμῖν τὰ παραπτώματα· ἐν Χριστῷ δὲ ἐχαρίσατο ἡμῖν καὶ τὰ ἀγαθά· εἴ γε ἐν Χριστῷ σοφία ἐστὶν, ἣν ἐχαρίσατο ἡμῖν, καὶ ἀλήθεια καὶ δικαιοσύνη. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησὶ, καὶ τοῦτο ἔχει αἴνιγμα, οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ μετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ. ἵνα σοὶ συγγνῷ, τὸν Υἱὸν ἔθυσε. σὺ δὲ πολλάκις τὸ ἀδάπανον καὶ ἀκίνδυνον ὁρῶν, τὴν συγχώρησιν οὐ ποιῇ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ, εἰς ὀσμὴν εὐωδίας. Ἵνα μὴ νομίσῃς ἀνάγκης εἶναι τὸ πρᾶγμα, ἄκουσον τί φησιν, ὅτι ἑαυτὸν παρέδωκεν. ὡς ὁ δεσπότης σε ἠγάπησεν, ἀγάπησον σὺ τὸν φίλον, μᾶλλον δὲ οὐδὲ οὕτως δυνήσῃ, πλὴν ἀλλ’ ὡς δύνασαι. ἰδοὺ καὶ ἄλλη παράκλησις εὐγενεστέρα, “ ὡς τέκνα ἀγαπητὰ,’’ φησί· καὶ ἄλλην ἔχετε ἀγάπην τοῦ μιμεῖσθαι αὐτὸν, οὐ τὸ παθεῖν δὲ μόνον, ἀλλὰ καὶ τὸ τέκνα καλεῖσθαι, καὶ ἀγαπητά. ἐπειδὴ γὰρ οὐ πάντες τοὺς πατέρας μιμοῦνται, ἀλλὰ τὰ ἀγαπητὰ,’’ διὰ τοῦτό φησιν, “ ὡς τέκνα ἀγαπητά·’’ καὶ “ περιπατεῖτε ἐν ἀγάπῃ.’’ ἰδοῦ πάντων ἡ ὑπόθεσις ταύτης οὔσης οὐκ ὀργὴ, οὐ θυμὸς, οὐ κραυγὴ, οὐ βλασφημία, ἀλλὰ πάντα ἀνῄρηται. διὸ ὕστερον τὸ κεφάλαιον τίθησι· διὰ ταύτης ἐσώθης, διὰ ταύτης Υἱὸς γέγονας, “ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς,’’ σὺ τῶν φίλων φείδῃ, ἐκεῖνος τῶν ἐχθρῶν. οὐκοῦν πολλῷ μεῖζον τὸ παρὰ τοῦ δεσπότου γενόμενον; τὸ γὰρ καθὼς ποῦ σώζεται, ἣ δηλονότι ἐὰν τοῖς ἐχθροῖς καὶ ἡμεῖς εὖ ποιῶμεν. “ καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν “ καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.” ὁρᾷ, τὸ ὑπὲρ ἐχθρῶν παθεῖν, ὅτι ὀσμὴ εὐωδίας ἐστι, θυσία εὐπρόσδεκτος; κἂν ἀποθάνῃς, τότε ἔσῃ θυσία. τοῦτο μιμήσασθαι ἐστὶ τὸν Θεόν. Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· καὶ αἰσχρότης, καὶ μωρολογία, ἀλλὰ μᾶλλον εὐχαριστία. Μῆ εἴπῃς ἀστεῖα, μὴ αἰσχρὰ, μηδὲ πράξῃς, καὶ κατέσβεσας τὴν φλόγα· “ μηδὲ ὀνομαζέσθω παρ’ ὑμῖν,’’ φησί· τουτέστι, μη- δαμοῦ μηδὲ φαινέσθω· οἱ γὰρ λόγοι τῶν πραγμάτων εἰσὶν ὁδοί. εἶτα ἵνα μὴ δόξῃ φορτικός τις εἶναι καὶ βαρὺς, καὶ εὐτραπελίαν ἐκκόπτων, ἐπήγαγε καὶ τὴν αἰτίαν, εἰπὼν τὰ μὴ ἀνήκοντα· ταῦτα οὐδὲν πρὸς ἡμᾶς, φησὶν, “ ἀλλὰ μᾶλλον εὐχαριστία.’’ τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; γέλωτα ἐκίνησας μόνον· μηδεὶς ἔστω λόγος ἀργός· οὐ διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους. ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ, σὺ δὲ γελᾷς; Ὠριγένησ δέ φησιν, ἡ μὲν πρὸς πόρνην κοινωνία, κατὰ τὸ ἔθος τῆς γραφῆς πορνεία ὀνομάζεται· πᾶσα δὲ ἡ κατὰ τὸν τόπον τῶν σαρκικῶν γαργαλισμῶν ἁμαρτία, οὐ μόνον κατὰ τὰς μοιχείας καὶ παιδοφθορίας, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα, ὅσα ἐπενόησεν ἡ ἀνθρωπίνη ἀκολασία, ἐν διαφόροις καὶ παντοδαπαῖς παρατριβαῖς, ἀκαθαρσία γενικῶς ὠνόμασται. τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεικτέον, ἣ ὡς ἐν ἄλλοις παρεστήσαμεν τὴν μοιχείαν· ὅτε καὶ ἐχρησάμεθα τῷ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἕκαστὸν τὸν ἀδελφὸν αὐτοῦ. πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυλαξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις· αἰσχρότης δέ τίς ἐστι, καθ’ ἕκαστον εἶδος ἀκολασίας· καὶ ὁμοίως γε αἰσχρότης ἐστὶ καὶ ἀκαθαρσία· ἐμφαίνει γὰρ καὶ τὸ ἀκάθαρτον καὶ τὸ αἰσχρὸν ἑκάστη πρᾶξις ἡ κατὰ τὸν τόπον τῆς εἰς τὸ ἀποκρίνειν ἐνεργείας· ταῦτα δὲ ἐπὶ τῶν παρὰ φύσιν λεκτέον, οὐκ ἐπὶ τοῦ γάμου. Τδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὁνμάζεσθαι χρὴ ἐν τοῖς ἁγίοις. καὶ ὁ μὲν οὖν τις φήσει ἁπλούστερον τὴν λέξιν ἐξειληφὼς, μωρολογίαν εἶναι τὴν ἀσκουμένην ὑπὸ τῶν μωρολόγων καὶ γελωτοποιῶν· ὅρα δὲ μὴ μωρολογεῖν λεκτέον, καὶ τοὺς ὁτιδήποτε σοφίας καὶ συνέσεως ἠλλοτριωμένον πάντας, καὶ μωρὸν ἐν τοῖς δογματιζομένοις ὑπ’ αὐτῶν. δόξει δὲ συνᾴδειν τῷ ἁπλούστερον ἐκδέξασθαι τὴν μωρολογίαν, ἡ ἐπιφερομένη αὐτῇ εὐτραπελία, ἥντινα ἰδιωτῶν συνήθεια τάσσει, ἀπὸ τῶν οὐ μόνον ἀπὸ μωρολογίας, ἀλλὰ καὶ ἀφ’ οἱασδήποτε αἰτίας γέλωτα κινούντων. οὐκ ἀνῆκε δὲ τοῖς ἁγίοις οὐδὲ αὐτὴ, ἀλλὰ μᾶλλον ἡ ἐν πᾶσι πρὸς Θεὸν εὐχαριστία. ἥγ᾿ οὖν εὐχαριστία, καθ’ ἣν εὐχαρίστους καὶ χαρίεντας τινὰς φαμέν. μωρολόγον μὲν οὖν καὶ εὐτράπελον οὐ δεῖ εὐχάριστον εὐχάριστον δὲ καὶ χαρίεντα· καὶ ἐπεὶ ἀσύνηθές ἐστι τὸ εἰπεῖν, “ ἀλλὰ μᾶλλον εὐχαριστία·’’ τάχα ἀντὶ τούτου ἐχρήσατο τῇ ἐπ’ ἄλλου κειμένῃ λέξει, καὶ εἶπεν, “ ἀλλὰ μᾶλλον εὐχα- “ ριστία·’’ καὶ μή ποτε ἔθος ἐστὶ τῷ ὀνόματι τῆς εὐχαριστίας, καὶ τοῦ εὐχαρίστου τοὺς ἀπὸ Ἑβραίων χρῆσθαι, ἀντὶ τῆςεὐχα- ριστίας καὶ εὐχαρίτου· τοιοῦτο δὲ ἐνομίσαμεν εἶναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον, “ γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ “ δόξαν,’’ ἀντὶ τοῦ εὐχάριτος γυνή· ὀνομάζεσθαι δὲ ἂν ἐδόξαμεν τὸ “ γυνὴ εὐχάριστος” ἀντὶ τοῦ εὐχάριτος ἐκλαμβάνοντες, εἰ μὴ αἱ λοιπαὶ ἐκδόσεις συνῇδον ταύτῃ τῇ ἐκδοχῇ. ὁ μὲν γὰρ Ἀκύλας οὕτως ἡρμήνευσε· “ γυνὴ χάριτος ἀντέχεται δόξης.” Θεοδοτίων δὲ καὶ Σύμμαχος, “ γυνὴ χάριτος ἀνθέξεται δόξης.” Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῆ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν, καὶ πλεονεξίαν, καὶ αἰσχρότητα, καὶ μωρολογίαν, καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει, ὥστε τὸν ἐνεχόμενον τινὶ αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν, καὶ ἀκαθαρσίαν πᾶσαν, καὶ πλεονεξίαν. εἰ γὰρ μὴ ε-ι’χον κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελία ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθενεῖ ἡμῶν φύσει. ἄλλως μὲν γὰρ οὐδὲ ταῦτα ἀνῆκε, πλὴν οὐχ ὥστε πραττομένων αὐτῶν ἐκπίπτειν τινὰ τῆς κληρονομίας τοῦ Χριστοῦ καὶ Θεοῦ· λείπει καὶ περὶ τῆς αι'σχρότητος ἐπιστῆσαι δόξαις ἀρὰν εὔλογον εἶναι τὸ λέγεσθαι, πᾶς πόρνος ἣ ἀκάθαρτος, ἢ πλεονέκτης, ἣ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ· ἀλλὰ μήποτε ἡ αἰσχρότης ἐστιν ἐν τῷ κατὰ τὸ κρυπτὸν μόνον παθητικῶς μεμολυσμένῳ, ᾗ καὶ πυρωθεὶς τίς ἀνέστειλε τὴν ἐπὶ τὴν πορνείαν, ἢ τὴν ἐπὶ τὴν ἀκαθαρσίαν ὁρμήν· καὶ ἐν τοῖς ἀνωτέρω δὲ, τὰ μὲν κωλύοντα κληρονομίαν ἔχειν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ τοῦ Θεοῦ, κατ’ ἰδίαν ὀνομάσας φησὶ, " μηδὲ ὀνομαζέσθω ἐν ὑμι-ν.’’ Εἶτα ἐν ἰδίᾳ χώρᾳ διῃρημένῃ ἀπὸ τῶν προτέρων ἐπήνεγκε τὴν αἰσχρότητα μωρολογίαν καὶ εὐτραπελίαν. ἐπειδὴ δὲ ἐν τοῖς ἀνωτέρω ὑπενοήσαμεν τὴν πλεονεξίαν τετάχθαι ἐπὶ τῆς μοιχείας, ζητοῦμεν ἐκ τοῦ “ ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης·” πότερον ἀνατρέπεἀνατρέπεται ἐκείνη ἡ ἐκδοχὴ, ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλάχου τῶν προφητῶν τὴν εἰδωλολατρίαν πορνείαν ὠνομασμένην, ἐν τῷ “ἐπόρνευον ὀπίσω τῶν εἰδώλων αὐτῶν.’’ δύναται δέ τις καὶ τὴν πορνείαν τάξαι ἐπὶ τῆς εἰδωλολατρίας, ἐκ τοῦ λέγειν, “πνεύ “ματι πορνείας ἐπλανήθησαν.’’ ἐὰν δὲ πλεονέκτης ᾖ, ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία, οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις· καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα, οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρίαν ὠνομᾶσθαι παρὰ τῷ Ἀποστόλῳ. (Χρυσόστομοσ.) Ὁ μακάριος Ἰωάννης φησι, ἦσαν, ὡς τινὲς καὶ παρὰ τοῖς Ἐφεσίοις, οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ Ἐζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, “ οἳ δρακὸς κριθῶν ἐκφαυλίζοντες “τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ,’’ καὶ λέγοντες, ὑπερβολῆς ἔχεσθαι τὸ ῥῆμα· ὅταν εἴπωμεν ὅτι ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν εἰς γέενναν ἀπέρχεται, καὶ ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης ἐστὶ, καὶ πάσας οὕτω τὰς ἐντολὰς ἐκφαυλίζοντες· τούτους αἰνιττόμενος ὁ Ἀπόστολος φησὶ, “τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος “ἤ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει “ κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.’’ ἔλα ἐπάγει, “μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις·” κενοί εἰσιν οὗτοι οἱ λόγοι. “Οἱ πρόσχαιρον ἔχοντες χάριν,’’ καὶ οὐδαμῶς ἐπὶ τῶν ἔργων δεικνύμενοι· ἀπάτη γὰρ τὸ πνεῦμα ἐστί. Διὰ τοῦτο ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὰ τὴν πορνείαν φησὶ, διὰ τὴν πλεονεξίαν, διὰ τὴν ἀκαθαρσίαν, ἢ καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἀπάτην, ἐπειδή ἐστιν ἀπατεῶνος. υἱοὺς ἀπειθείας, τοὺς σφόδρα ἀπειθεῖς κάλει. Μῆ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὄρα πῶς συνετῶς προέτρεψεν· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους καὶ μηδένα ἀδικεῖτε προτρέπει· πάλιν ἀπὸ τῆς κολάσεως καὶ τῆς γεέννης· “ἦτε γάρ ποτε σκότος,’’ φησί· “ νῦν δὲ “φῶς ἐν Κυρίῳ·’’ ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, “τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε;” καὶ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας κακίας· τουτέστιν, ἐννοήσατε τί ἦτε ποτε ὑμεῖς, καὶ τί γεγόνατε· μὴ πάλιν δρομεῖτε πρὸς τὴν προτέραν κακίαν· μὴ δὲ ἐνυβρίζετε τοῦ Θεοῦ τὴν χάριν· ἦτε ποτὲ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑμετέρας ἀρετῆς, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑμῖν ὑπῆρξε· τουτέστιν, καὶ ὑμεῖς τῶν αὐτῶν ἄξιοι ἦτε ποτὲ, ἀλλ’ οὐκέτι.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg020.local001/.
