# Catena In Epistulam Ad Ephesios ΚΕΦ. Η..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios, ΚΕΦ. Η.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-ephesios/%CE%9A%CE%95%CE%A6.%20%CE%97..1

Περὶ τοῦ ζῆν ἐπαξίως τοῦ ἁγιασμοῦ, ἔργοις τὴν κακίαν ἐλέγχοντας, οὐ λόγοις, πνεύματι πληρουμένους διὰ ψαλμῶν, μὴ οἴνῳ. Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δέ ἐστι “ τέκνα φωτός ;" τὸν καρπὸν τοῦ Πνεύματος φησίν· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάση δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθεία. Δοκιμάζοντες, τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. “ Ἐν πάσῃ,’’ φησὶν, “ ἀγαθωσύνῃ·’’ τοῦτο πρὸς τοὺς ὀργιζομένους, πρὸς τοὺς πικρούς· καὶ “ δικαιοσύνῃ πρὸς τοὺς πλεονεκτοῦντας· καὶ “ ἀληθείᾳ,’’ πρὸς τὴν ψευδῆ ἡδονήν· οὐκ ἐκεῖνα ἃ εἷπον φησὶν, ἀλλὰ τὰ ἐναντία· ἐν πᾶσι, τουτέστιν, καρπὸν φέρειν πνευματικόν· “ δοκιμάζοντες τι ἐστιν εὐάρεστον τῷ Κυρίῳ·’’ ἄρα παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς. Ωριφένησ φησὶ, κενοὺς ἔοικε φάσκειν λόγους, τοὺς διά τινος πιθανότητος ἀνατρέπειν θέλοντας τὸν περὶ τῶν προσαγομένων τοῖς κακῶς βεβιωκόσι κολάσεων λόγον· ἀπάτης γ᾿ οὖν φησιν εἶναι τοὺς τοιούτους λόγους καὶ κενοὺς, τῷ πάντως ἔρχεσθαι τὴν λεγομένην ὀργὴν τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἀπειθείας δὲ υἱοὺς ὀνομάζει τοὺς ἀπειθεῖς· οἱονεὶ τῆς κατὰ τὴν ἀπείθειαν κακίας μητρὸς γινομένης καὶ γεννώσης αὐτοὺς, ἔχοντας οἱονεὶ τὸν τῆς μητρὸς χαρακτῆρα· οὕτως καὶ υἵους καὶ τέκνα πορνείας, καὶ υἵους θανάτου, καὶ υἱοὺς γεέννης, καὶ ἄλλα τούτοις παραπλήσιά ἐστι πολλαχοῦ τῶν γραφῶν εὑρεῖν. Μῆ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. Τηρήσεις τὴν μέτοχος καὶ συμμέτοχος φωνήν· μήποτε ὁ μὲν μέτοχος, ἐπὶ κρείττονος εἴρηται· ὁ δὲ συμμέτοχος, ἐπὶ χείρονος· οἷον, “ διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ “ τοὺς μετόχους σου.’’ καὶ “ μέτοχοι γὰρ Χριστοῦ γεγόναμεν, “ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν “ κατάσχωμεν.’’ οὐ μέμνημαι δὲ ἀλλαχοῦ παρὰ τὴν ἐνεστηκυῖαν λέξιν τὸν συμμέτοχον εἰρῆσθαι· πλὴν φανερὸν ἐνταῦθα ὅτι ἐπὶ χειρόνων ἐστιν ο συμμέτοχος· Ἦτε γάρ ποτε σκότος· νῦν δὲ φῶς ἐν Κυρίῳ. Εἰ δυνατὸν τὸν ποτὲ σκότος μεταβαλὸν γενέσθαι φῶς, οὐκ εἰσὶν ἀπολλύμεναι φύσεις. ὥσπερ δὲ οἱ δίκαιοι φῶς εἰσὶ τοῦ κόσμου, οὕτως οἱ ἀσεβεῖς σκότος ἃν εἶναι λέγοιντο· καὶ οἱ μὲν δίκαιοι φῶς ὄντες, ἐν φωτὶ ὄψονται φῶς· οἱ δὲ ἄδικοι οκότος τυγχάνοντες, λαός εἰσι καθήμενος ἐν σκότει, μηδὲν βλέποντες. ἀπὸ δὲ τῶν καρπῶν, ἐπιγνωσόμεθα τοὺς ὄντας φῶς ἣ σκότος· πᾶς μὲν γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ μὴ ἐρχόμενος πρὸς τὸ φῶς, σκότος ἐστι καὶ υἱὸς σκότους καὶ νυκτός· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχόμενος πρὸς τὸ φῶς, φῶς ἐστι, καὶ υἱὸς φωτὸς καὶ ἡμέρας. πρὸς τούτοις ἐπιστήσεις, εἰ μὴ ὡς ὄντων τινῶν φώτων, ἀλλ’ οὐκ ἐν Κυρίῳ, λέγεται περὶ τῶν δικαίων τὸ “ νῦν δὲ φῶς ἐν Κυρίῳ·’’ καὶ μάλιστά γε τοῖς πεφωτισμένοις ἐν φωτὶ γνώσεως Ἐφεσίοις ἔπρεπε λέγεσθαι τὸ “ νῦν δὲ φῶς ἐν “ Κυρίῳ·’’ “ ὡς τέκνα φωτὸς περιπατεῖτε.’’ εἴπερ “ ὁ Θεὸς φῶς “ ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία,’’ τὰ τέκνα τοῦ Θεοῦ τέκνα ἐστὶ φωτός· “ ὁ γὰρ καρπὸς τοῦ φωτὸς, ἐν πάσῃ “ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ.’’ πρὸς τοὺς διαχωρίζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δημιουργὸν εἶναι δίκαιον· ὃν δὲ οἴονται ὑπὲρ αὐτὸν ἀγαθὸν Θεὸν, χρήσιμα τὰ ῥητά. ἐπείπερ ὁ τοῦ φωτὸς καρπὸς, καὶ ἐν ἀγαθωσύνῃ ἐστὶ καὶ ἐν δικαιωσύνῃ καὶ ἐν ἀληθείᾳ· ὅπου οὖν ἀγαθωσύνη, ἐκεῖ δικαιοσύνη· καὶ ὅπου ἀλήθεια, ἐκεῖ δικαιοσύνη· παρὰ δὲ τῷ ἀγαθῷ πατρὶ, ἀγαθωσύνη καὶ ἀλήθεια· παρ’ αὐτῷ ἄρα καὶ οὐ παρ’ ἄλλῳ ἐστὶν ἡ δικαιοσύνη. ἐπιστήσεις δὲ αὐτοὺς, καὶ ἐκ τοῦ τὸν Χριστὸν εἶναι δικαιοσύνην· ἐν μὲν οὖν τῷ εὐεργετικῷ, ἐμφαίνεται ἡ ἀγαθωσύνη· ἐν δὲ τῷ κατ’ ἀξίαν ἀπονεμητικῷ, ἡ δικαιοσύνη· ἐν δὲ τῷ ἐπιστημονικῷ τοῦ τῶν ὅλων λόγου, ἡ ἀλήθεια. Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Χρεία τοῦ μετὰ βουλῆς πάντα ποιεῖν, ἵνα περισκοποῦντες ἕκαστον τῶν πρακτέων ἀπὸ ἐξετάσεως, τὰ μὲν δοκιμαστὰ καὶ εὐάρεστα τῷ Θεῷ παραδεξώμεθα ὡς δόκιμοι τραπεζίται· τὰ δὲ ἀδόκιμα καὶ δυσάρεστα αὐτῷ ἀποσειώμεθα· ἐπεὶ δὲ ἀπήρτηται τὰ τῆς φράσεως, δοκεῖ μοι οὕτως ἃν ἀποκαταστῆναι· “ μὴ οὖν “ γίνεσθε συμμέτοχοι αὐτῶν· δοκιμάζοντες τί ἐστιν εὐάρεστον “ τῷ Κυρίῳ.’’ εἰ καὶ ἦτε ποτὲ σκότος· νῦν δὲ φῶς ὄντες ἐν Κυρίῳ, ὡς τέκνα φωτὸς περιπατεῖτε, τοὺς καρποὺς ἐπιδεικνύμενοι τοῦ φωτός· ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· καὶ μὴ “ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους·’’ καὶ ἐν ἄλλοις, τὸ μὲν τοῦ καρποῦ ὄνομα ἔταξεν ἐπὶ τοῦ Πνεύματος· τὸ δὲ τοῦ ἔργου, ἐπὶ τῆς σαρκός· εἰπὼν, “ φανερὰ δέ ἐστι τὰ ἔργα “ τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία,’’ καὶ τὰ ἑξῆς· “ ὁ δὲ καρπὸς “ τοῦ Πνεύματος ἐστιν, ἀγάπη, χαρὰ, εἰρήνη,’’ καὶ τὰ ἑξῆς· νῦν μέντοι γε τὰ τοῦ σκότους ἔργα, ἄκαρπα εἶναι φησὶν, οἷς κοινωνεῖ ο ποίων ἀυτὰ. Μαλλὸν δὲ καὶ ἐλέγχετε. Ἐν ταῖς ἐντολαῖς εἶναι νομιστέον, καὶ τὸ ἐλέγχειν. ὅπερ ποιήσει ὁ μὴ ἀκουσόμενος ἃν, “ ὑποκριτὰ, ἔκβαλε πρῶτον ἐκ τοῦ “ ὀφθαλμοῦ σου τὴν δοκὸν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ “ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου·’’ δι’ ὅπερ καὶ οἱ προφῆται μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας. Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. Τίνων αὐτῶν οὐ πάνυ σαφῶς προεῖπεν, εἰ μὴ ἄρα τίς ἀναφέρῃ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας τὴν λέξιν· ὥστε οὕτως αὐτὴν ἔχειν· τὰ γὰρ κρυφῆ γινόμενα ὑπὸ τῶν υἱῶν τῆς ἀπειθείας, αἰσχρόν ἐστι καὶ λέγειν, ἅτινα ἦν πορνεία καὶ ἀκαθαρσία. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦνται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. (χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· εἷπεν ὅτι ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν τῷ σκότει γινόμενα· ἃν ἦτε, φησὶν, ὑμεῖς ἐνάρετοι καὶ θαυμαστοὶ, λαθεῖν οὐ δυνήσονται οἱ πονηροί· καθάπερ γὰρ λύχνου κειμένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ὑπεισέλθοι· οὕτως τοῦ φωτὸς ὑμῶν λάμποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόμενοι· ἄρα δὲ ἐλέγχειν δεῖ· πῶς οὖν φησι, “ μὴ κρίνετε ἵνα μὴ κριθῆτε ” περὶ τῶν ἐλαχίστων ἁμαρτημάτων τημάτων εἶπεν· ἀμέλει ἐπήγαγεν· “ τί βλέπεις τὸ κάρφος τὸ “ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ “ δοκὸν οὐ κατανοεῖς.” τί δέ ἐστιν ὁ φησιν ; ὥσπερ τὸ τραῦμα, ἕως ἃν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν καὶ διὰ βάθους τρέχει, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας, οὕτως καὶ ἁμαρτία· ἕως μὲν ἃν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας τολμᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὑτὴ ἡ ἁμαρτία· πῶς γάρ ; ἀλλ’ ὁ ἐργασάμενος, ὅταν εἰς μέσον ἐνεχθῇ, ὅταν κολασθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ· ἢ τοῦτο φησὶν, ἢ ἐκεῖνο· ὅτι ὁ μὲν ὑμέτερος βιὸς φανερὸς ὢν, φῶς ἐστιν· οὐδεῖς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ δὲ κρυπτόμενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται. Διὸ λέγει ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιψαύσεις τοῦ Χριστοῦ. Kαθεύδοντα καὶ νεκρὸν, τὸν ἐν ἁμαρτίαις φησί· καὶ γὰρ δυσῳδίας πνεῖ ὡς ὁ νεκρός· καὶ ἀνενέργητός ἐστιν ὡς ὁ καθεύδων· καὶ οὐδένα ὁρᾷ ὡς ἐκεῖνος, ἀλλ’ ὀνειρώττει καὶ φαντάζεται. “ καὶ “ ἐπιψαύσεις,’’ φησὶ, “ τοῦ Χριστοῦ.’’ οἱ δὲ φασὶν, “ ἐπιφαύσει “ σοι ὁ Χριστός·” μᾶλλον δὲ τοῦτό ἐστιν· ἀπόστηθι τῆς ἁμαρτίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν· ὁ γὰρ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν μὴ πράττων, ἔρχεται καὶ ἐπιψαύσει τοῦ Χριστοῦ. ἀλλ’ οὐ περὶ τῶν ἀπίστων τοῦτο μόνον φησί· πολλοὶ γὰρ καὶ τῶν πιστῶν οὐδὲν ἧττον τῆς κακίας ἔχονται· εἰσὶ δὲ οἱ καὶ πολλῷ μᾶλλον· διὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν, “ ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ “ τῶν νεκρῶν, καὶ ἐπιψαύσει σοι ὁ Χριστός·’’ πρὸς τούτοις ἁρμόττει καὶ τοῦτο εἰπεῖν· “ ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων.” Ωριγένησ δέ φησιν, ἐπείπερ τὰ ἐλεγχόμενα ἔργα τοῦ σκότους ὑπὸ τοῦ φωτὸς φανεροῦται, μεταβαλλόντων τῶν ἐλεγχομένων εἰς φῶς, λέγεται τοῖς καθεύδουσι καὶ ἐν νεκρότητι τυγχάνουσιν ἐκ τοῦ τὰ ἄκαρπα ἔργα τοῦ σκότους πεποιηκέναι, τὸ “ ἔγειραι “ ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ “ Χριστός.’’ ζητήσαι δ᾿ ἄν τις, τί λέγει κατὰ τὸ ἐνθάδε γεγραμμένον, “ διὸ λέγει, ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν.” ὁ μὲν οὑν τις φήσει ἔν τινι τῶν προφητῶν ἀνεγνωκότα ταῦτα τὸν Ἀπόστολον, ἐνθάδε αὐτὸν ἀναγεγραφέναι· ἕτερος δὲ αὐτὸν τὸν Ἀπόστολον προσωποποιεῖν τινὰ ἐκ τοῦ Πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν· ἔτι δὲ ζητήσεις, πῶς τῷ αὐτῷ λέγεται ὡς μὲν ζῶντι καὶ καθεύδοντι “ ἔγειρε ὁ καθεύδων·” ὡς δὲ τεθνηκότι, τὸ “ ἀνάστα ἐκ τῶν νεκρῶν·” μήποτ’ οὖν ἐπείπερ ἐστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν λέγεσθαι· ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ, τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικὸν, τὸ μὲν “ ἔγειρε “ ὁ καθεύδων’’ λέγεται διὰ τὸ πνεῦμα· τὸ δὲ “ ἀνάστα ἐκ τῶν “ νεκρῶν,’’ διὰ τὴν ψυχήν· ἐπείπερ “ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη “ ἀποθανεῖται·’’ τοῦ δὲ πνεύματος, οὐδαμοῦ εὕρομεν θάνατον· φῶς δὲ ὢν ἀληθινὸν ὁ Χριστὸς, ἐπιφαύσει τῷ ἐγειρομένῳ ἀπὸ ὕπνου καὶ ἀναστάντι ἐκ νεκοῶν. Σευηριανὸσ δέ φησι· τὸ “ ἔγειρε ὁ καθεύδων,” καὶ τὰ ἑξῆς, οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον· τί οὖν ἐστιν ; χάρισμα ἦν τότε καὶ προσευχῆς καὶ ψαλμῶν, ὑποβάλλοντος τοῦ πνεύματος, καθὼς λέγει ἐν τῇ πρὸς Κορινθίους· ἕκαστος ὑμῶν “ ψαλμὸν ἔχει, προσευχὴν ἔχει· τι οὖν ἐστι προσ- “ εὔξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοί· ψαλῶ τῷ πνεύ- “ ματι, ψαλῶ καὶ τῷ νοΐ;” δῆλον οὖν ὅτι ἐν ἑνὶ τούτων τῶν πνευματικῶν ψαλμῶν ἤτοι προσευχῶν, ἔκειτο τοῦτο ὃ ἐμνημόνευσεν. βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Ὠριγένησ φησὶν, ὁ δοκιμάζων καθ’ ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέπειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς, πῶς περιπατήσει· ὁ δὲ βλέπων ἀκριβῶς πῶς περιπατήσει, πάντως ἐστὶ σοφός. καὶ ἐπεὶ πρόθεσιν τινὲς ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέλουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ, “ μὴ ὡς “ ἄσοφοι, ἀλλ’ ὡς σοφοί.’’ σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ εὐθικὰ r, “ ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί “ εἰσιν·’’ οἱονεὶ, ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον πονηρὰς ἡμέρας. ὅτε οὖν εἴς τι δέον τὸν καιρὸν καταναλίσκομεν, ὠνησάμεθα αὐτὸν καὶ ἀντηγοράσαμεν ἑαυτοῖς ὡσπερεὶ πεπραμένον τῇ τῶν ἀνθρώπων κακίᾳ. οὐδεὶς δὲ βιωτικώτερον ζῶν, καὶ ἐν φροντίσιν ἣ μερίμναις τυγχάνων, ἐώνηται ἑαυτῷ τὸν καιρὸν, ἀλλ’ ὁ μόνος εἴς τι δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν· ἐξαγοραζόαενοι δὲ τὸν καιρὸν ὄντα ἐν ἡμέραις πονηραῖς, οἱονεὶ μεταποιοῦμεν τὰς πονηρὰς ἡμέρας εἰς ἀγαθάς· καὶ ὡσπερεὶ ἑαυτοῖς ποιοῦμεν αὐτὰς εἶναι, οὐ τοῦ ἐνστῶτος αἰῶνος ἡμέρας πονηρὰς, ἀλλὰ τοῦ μέλλοντος αἰῶνος ἡμέρας ἀγαθάς. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Διὰ ποῖον τοῦτο ἣ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί ; “ μὴ γίνεσθε ἄφρονες·” εἰ γὰρ ἔσεσθε ἄφρονες, ἀκριβῶς οὐ περιπατήσετε, οὐδὲ ὡς σοφοί· προστάσσει δὲ αὐτοῖς τὸ τοῦ Κυρίου ἐξετάζειν θέλημα, καὶ συνιέναι αὐτὸ, ἵν ὅπου τι περὶ τοῦ πράττειν καταλάβοιεν, αὐτὸ πράττωσιν ὡς θέλημα Κυρίου· ὅπου δὲ πάσχουσι, φέρουσιν αὐτὸ ὡς θέλημά τι γινόμενον Κυρίου. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησιν, οὐχὶ ποικίλους ἡμᾶς καὶ παντοδαποὺς εἶναι βουλόμενος ταῦτα παραινεῖ· ἀλλὰ τι φησιν ; οὐκ ἔστιν ὑμέτερος καιρός· νῦν πάροικοί ἐστε καὶ παρεπίδημοι καὶ ξένοι, καὶ ἀλλότριοι· μὴ ζητεῖτε τιμὰς, μὴ ζητεῖτε δόξαν, μὴ δυναστείαν, μηδὲ ἐκδίκησιν· πάντα φέρετε, καὶ τούτῳ τὸν καιρὸν ἐξαγοράζεσθε· πολλὰ πάθετε, πᾶν ὁ τι οὖν θέλωσιν. ἐννόησον τινὰ οἰκίαν ἔχοντα λαμπρὰν, εἶτα τινὰς ἐπεισερχομένους. ὥστε αὐτὸν ἀνελεῖν, κἀκεῖνον πολλὰ διδόντα καὶ ἐξαιρούμενον ἑαυτὸν, τότε λέγομεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. οὕτω καὶ σὺ οἰκίαν ἔχεις μεγάλην καὶ πίστιν ἀληθῆ· ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὁ τι οὖν ἀπαιτήσει τις, μόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. “ ὅτι αἱ ἡμέραι πονηραί εἰσιν·’’ οὐ τὴν οὐσίαν ἣ τὰ κτίσματα διαβάλλει, ἀλλὰ τὰ ἐν αὐτοῖς γινόμενα, καθάπερ ἡμῖν ἔθος λέγειν, χαλεπὴν ἡμέραν διήγαγον. Σευηριανὸσ δέ φησιν, ὁ ἐξαγοραζόμενος τὸν ἀλλότριον δοῦλον, ἐξαγοράζεται καὶ κτᾶται αὐτόν. ἐπεὶ οὖν ὁ καιρὸς ὁ παρὼν δουλεύει τοῖς πονηροῖς, ἐξαγοράσασθε αὐτὸν, ὥστε καταχρήσασθαι αὐτῷ πρὸς εὐσέβειαν. Καὶ μὴ μεθύσκεσθε οἴνω, ἐν ὧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Ωριγένησ φησὶ, δύναται μὲν καὶ ἁπλούστερον ταῦτα νοεῖσθαι, ἀσωτίας οὔσης ἐν τῇ χρήσει τοῦ μεθύειν ποιοῦντος οἴνου. δύναται δὲ καὶ οἶνος, ἐν ᾧ ἐστιν ἀσωτία, νοεῖσθαι, περὶ οὗ ἐν ᾠδῇ μεγάλῃ λέγεται· “ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς “ ἀσπίδων ἀνίατος,’’ ὅν τινα πάντες οἱ ἐξιστάμενοι καὶ μεθύοντες τὸν λογισμὸν πίνουσι, πολλὴν ἔχοντα τὴν ἀσωτίαν. πρὸς ἀντιδιαστολὴν δὲ ἐκείνου τοῦ οἴνου τοῦ μεθύσκοντος, ἐν ᾧ ἐστιν ἀσωτία, ἐναντίος νοεῖται ὁ πεπληρωμένος πνεύματι, καὶ πᾶν ὃ χωρεῖ τοῦ θειοτέρου λαμβάνων. πολλάκις δὲ τετηρήκαμεν τῷ ὀνόματι τοῦ πνεύματος χωρὶς προσθήκης γεγραμμένον, ὅτι ἐπὶ κρείττονος εἴρῃται, ὅπερ καὶ ἐνθάδε σημαίνεται. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, καὶ τούτου ἀμετρία θυμώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς, ὀργίλους τε καὶ χαλεπούς· εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς μέθην. “ δότε γάρ’ φησὶν, “ οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύνῃ. εἰκότως τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε μαλάττειν· “ ὀλὸς γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου.’’ οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ’ ἐκ τῆς ἀμετρίας. ὁ οἶνος δι’ οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἣ δι’ ὑγίειαν σώματος, ἀλλὰ καὶ πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία· ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου γράφοντος Τιμοθέῳ “ ὀλίγῳ “ οἴνῳ χρῶ, διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθε- “ νείας. Ἀλλὰ πληροῦσθε Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί· ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Βούλει, φησὶν, εὐφραίνεσθαι ; βούλει τὴν ἡμέραν ἀναλίσκειν ; ἐγώ σοι δίδωμι πότον πνευματικόν. μάθε ψάλλειν, καὶ ὄψει τοῦ Πνεύματος τὴν ἡδονήν· οἱ ψάλλοντες γὰρ νεύματος πληροῦνται Ἁγίου, ὥσπερ οἱ ᾄδοντες τὰς σατανικὰς ῲδὰς πνεύματος ἀκαθάρτου. τί ἐστιν ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ ; τουτέστι, μετὰ συνέσεως προσέχοντες. οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς ψάλλουσι τὰ ῥήματα φθεγγόμενοι, τῆς καρδίας ῥεμβομένης ἑτέρωθι· “ πάν- “ τότε, φησὶν, “ ὑπὲρ πάντων εὐχαριστοῦντες·’’ “ ἐν ὀνόματι,’’ φησὶ, “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρὶ, “ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ·’’ “ τὰ αἰτήματα “ ὑμῶν,’’ φησὶ, “ μετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν.’’ οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. μάλιστα δὲ δυνάμεθα εὐχαριστεῖν, ἀπάγοντες τῶν προειρημένων τὴν ψυχὴν τὴν ἡμετέραν, διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπον. “ ἀλλὰ πληροῦσθε,’’ φησὶν, “ ἐν Πνεύματι.” ἄρα ἐν ἡμῖν τοῦτο· καὶ γὰρ ἐν ἡμῖν· ὅταν γὰρ ψεῦδος, ὅταν ὀργὴν, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καὶ πᾶσαν ἀρετὴν ἐπιτηδεύσωμεν, τί τὸ κωλῦον τὸ Πνεῦμα τὸ Ἅγιον ἐπελθεῖν καὶ πληρῶσαι τὴν καρδίαν ἡμῶν ; Ωριγένησ δέ φησιν, οἱ μὲν ὕμνοι δύναμιν καὶ θειότητα καταγγέλλουσι τοῦ Θεοῦ· καὶ εἴη ἃν ὁ ἐπιστήμων τοῦ θεολογεῖν ἐν ὕμνοις πνευματικοῖς· τάχα δὲ ὁ περὶ τῶν πρακτέων διαλαμβάνων, καὶ τῶν οἷς δεῖ ἐνεργεῖν διὰ τοῦ ὡς ψαλτηρίου ὀργάνου σωματικοῦ ἡμῶν· οὗτος ἐν ψαλμοῖς ἐστι πνευματικοῖς. ὁ δὲ ἄλλως φυσιολογῶν περὶ τῆς τοῦ κόσμου τάξεως, καὶ τῶν λοιπῶν δημιοργημάτων, οὗτος ἐν ᾠδαῖς πνευματικαῖς· καὶ χρή γε ᾄδειν κατὰ τὴν φυσιολογίαν, καὶ ψάλλει, κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ, διακείμενον γνησίως πρὸς τὰ λεγόμενα· τοῦτο γάρ ἐστι τὸ ψάλλειν καὶ ᾄδειν τῇ καρδίᾳ τῷ Κυρίῳ. Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί. καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ φησί· “ πάντοτε “ χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε.” ταύτην δὴ τηρήσει τὴν ἐντολὴν ὁ διειληφὼς περὶ τῆς προνοίας φθανούσης καὶ ἐπὶ τὰ β ἀσσαρίων πωλούμενα πέντε στρουθία, ὠτὶ ἓν οὐ πίπτει εἰς παγίδα, χωρὶς τοῦ ἐν οὐρανοῖς Πατρός. τὸ δὲ ἐν παντὶ εὐχαριστεῖν, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν ἐστιν· οὐκοῦν καὶ ἐπὶ ταῖς περιστάσεσιν εὐχαριστητέον· ἔπει περ καὶ αὑται τῶν ἐφ’ οἷς δεῖ εὐχαριστεῖν εἰσί· καὶ ὥσπερ δεῖ εὐχαριστεῖν τὸν ἐν τῷ κόσμῳ ἐν τῷ μεταλαμβάνειν τοῦ κόσμου, καὶ καταθεᾶσθαι τοῦ κάλλους αὐτοῦ καὶ θεωρεῖν ὅσα n “ διὰ τὸ λογικόν· οὕτω καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ Πατρὶ, ἐν τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρὴ, ὥστε ἡμᾶς ποιῆσαι τὸ ο ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστεῖν τῷ Θεῷ καὶ Πατρὶ, “ ὑποτασσόμενοι, φη- “ σὶν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.’’ πάνυ τοῦτο καθαιρετικόν ἐστιν τοῦ φίλαρχον εἶναι καὶ φιλόπρωτον. πᾶσι γὰρ ἀυτὴ οεδοται ἐντολή· “ ἐλεύθερος γὰρ ὣν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, “ ἵνα πάντας κερδήσω.’’ ἀλλὰ καὶ ἢ λέγουσα ἐντολὴ “ δουλεύετε “ ἀλλήλοις,” προτάσσει τοῦτο. διόπερ διὰ τῆς ἀγάπης ἐδούλευσαν ταῖς ἐκκλησίαις οἱ Ἀπόστολοι, λειτουργοῦντες καὶ ὑπηρετοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ· καὶ αὐτὸς δὲ ὁ Σωτῆρ’ τὴν δούλου μορφὴν ἀνείληφεν, οὐ τοσοῦτον δι’ ἄλλο τι, ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰς τὸν νιπτῆρα πλύνειν τοὺς πόδας τῶν μαθητῶν. ἀλλὰ καὶ τὸ “ ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔσται πάντων δοῦλος,’’ ὁ νοήσας ὑποτάσσεται κατὰ τὸ δουλεύειν οἷς δεῖ. ἔξεστι μέντοι γε τὸν δουλεύοντα ποιεῖν τὰ ἐν τῷ δουλεύειν τὰ πρόσφορα τοῖς δουλευομένοις δοκεῖν μὴ ὑποτάσσεσθαι, ὅτε παρ’ αὐτὸ μὴ ἐπίστασθαι τὰ συμφέροντα οἱ δουλευόμενοι, ἐπιτάσσουσι τοῖς δουλεύειν ἐθέλουσι ποιεῖν τὰ μὴ κατάλληλα αὐτοῖς· πλὴν καὶ τότε ὁ πρὸς τὸ συμφέρον ποιῶν καὶ δουλεύει καὶ ὑποτάσσεται τῇ χρείᾳ τοῦ ᾧτ’ δουλεύει, διὰ τὸν κατὰ τὸν λόγον τοῦ Θεοῦ ἀπαθῆ καὶ μακαριοποιὸν φόβον. τοῦτο γὰρ νομίζω δηλοῦσθαι ἐκ τοῦ, “ ἐν φόβῳ ριστοῦ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg020.local001/.
