# Catena In Epistulam Ad Ephesios ΚΕΦ. ς..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios, ΚΕΦ. ς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-ephesios/%CE%9A%CE%95%CE%A6.%20%CF%82..1

Ποραίνεσις περὶ ἀγάπης ἑνωτικῆς εἰ καὶ τὰ χαρίσματα διῄρηνται, πρὸς ὠφέλειαν. Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε. Ὅρα τὸν Παῦλον τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθεγγόμενον, καὶ οὐδὲν ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνεσταλμένον καὶ καθιέμενον. καίτοι γε οἱ παρακαλοῦντες ὑπὲρ τῶν αὐτῶν αὐτοῖς διαφερόντων παρακαλοῦσιν· ἀλλ’ ἐμοὶ καὶ τοῦτο, φησὶ, διαφέρει· καθὼς καὶ ἑτέρωθι γράφων ἔλεγε· “ νῦν ζῶμεν, “ ἐὰν ὑμεῖς ἐστήκετε ἐν Κυρίῳ·’’ σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν μαθητευομένων ἐφίετο. “ ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.’’ οὐδὲν οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστόν. εἰ τις φιλεῖτόν Χριστὸν, ἔγνω τὸ λεγόμενον· οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον· εἰ αὐτὸς δι’ ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἡγεῖτο ἐν δόξῃ εἶναι, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; ἄκουε γὰρ αὐτοῦ λέγοντος, “ δόξασόν με Πάτερ. τοῦτο δόξαν καλεῖς ; ναὶ, φησὶν, ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω. οὐ μάτην οὖν ὡς ἔοικε ταύτην ὁ Παῦλος τὴν ἅλυσιν προβάλλεται, ἀλλ’ ὡς δι’ αὐτῆς δυσωπῶν, “ ἀξίως,’’ φησὶ, “ περιπατῆσαι τῆς “ κλήσεως, ἧς ἐκλήθητε.’’ πῶς ; “ μετὰ πάσης ταπεινοφροσύνης, “ μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν “ ἀγάπῃ· Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν. διὰ τοῦτό φησι, παρακαλῶ ὑμᾶς ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε. ποίας δὴ ταύτης ; σῶμα ἐκλήθητε, φησὶ, κεφαλὴν ἔχετε τὸν Χριστὸν, συνήγειρε καὶ συνεκάθισε ὑμᾶς ἐχθροὺς ὄντας καὶ μυρία ὅσα ἐργασαμένους κακά. μεγάλη ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ’ ἐκείνων μόνον, ἀλλὰ καὶ ἐπὶ τοιαῦτα καὶ τοιούτῳ τρόπῳ. πῶς δέ ἐστιν ἀξίως περιπατῆσαι ; μετὰ πάσης ταπεινοφροσύνης, ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς ἁπάσης ὑπόθεσις· μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν ῥήμασι, μηδὲ ἐν πράγμασι μόνης, ἀλλὰ καὶ ἐν σχήματι, καὶ ἐν φθέγμασι καὶ ἐν τοῖς κατορθώμασιν. ἕσο ταπεινὸς ὁμοίως δὲ καὶ πρᾷος· ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον, ἀλλ’ οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος, πάντα ἀπώλεσεν. Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἃν ὀργίλος ᾖ, ἃν κακηγόρος ; εἶπε τὸν τρόπον “ ἐν ἀγάπῃ·’’ εἰ σὺ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σου ἀνέξεται ὁ Θεός; Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Τί ἐστιν ἑνότης Πνεύματος ; καθάπερ ἐν σώματι Πνεῦμά ἐστι τὸ πάντα συνέχον, καίτοιγε ἐν διαφόροις μέλεσιν, οὕτω καὶ ἐνταῦθα· διὰ γὰρ τοῦτο, Πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ. Ωριγένησ φησὶ, τηρεῖ τὴν ἑνότητα τοῦ Πνεύματος ὁ κατηρ- τισμένος τῷ αὐτῷ νοὶ, καὶ τῇ αὐτῇ γνώμῃ τῆς ἀληθείας καὶ τοῦ λόγου καὶ τῆς σοφίας πρὸς τὸν πλησίον. Ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντες καὶ διὰ τοῦτο μὴ] ᾖ ἐν ἡμῖν σχίσματα, οὐ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, διακόπτομεν αὐτὴν εἰς πλείονα· εἰ μέντοι γε ὁ Θεὸς δίδωσι διαιρέσεις χαρισμάτων, ἀλλὰ τηρεῖ τὸ αὐτὸ Πνεῦμα. καὶ εἰ χαρίζεται διαιρέσεις διακονιῶν, ἀλλὰ φυλάττει τὸν αὐτὸν Κύριον· καὶ εἰ δωρεῖται διαιρέσεις ἐνεργημάτων, ἀλλ’ αὐτὸς μένει Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἐφεσίοις μὲν οὖν τοῖς ἤδη ἐσχηκόσι τὴν ἑνότητα τητα τοῦ Πνεύματος, καὶ δεομένοις τηρεῖν ταύτην, λέγεται “ ἐν “ ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος·’’ τοῖς δὲ μηδέπω ἔχουσι τὴν ἑνότητα τοῦ Πνεύματος, λέγοιτο, σπουδάζοντες καταντᾶν ἐπὶ τὴν ἑνότητα τοῦ Πνεύματος. τηρεῖται δὲ ἡ ἑνότης τοῦ Πνεύματος, τῆς ἀγάπης συνδεούσης τοὺς κατὰ τὸ Πνεῦμα ἑνουμένους, καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ. Θεόδωροσ δέ φησι, Πνεῦμα τὸ ἀναγεννῆσαν σῶμα, εἰς ὅπερ διὰ τῆς ἀναγεννήσεως κατέστητε. Κὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Μία πρόκειται ἡ τῶν προσδοκωμένων ἐλπίς. (Χρυσοστόμου.) ὉΜακάριοςδὲ Ἰωάννης Φησὶν, οἱ πανταχοῦ οἰκουμένης πιστοὶ, καὶ ὄντες καὶ γενόμενοι καὶ ἐσόμενοι πάλιν, καὶ οἱ πρὸ τῆς Χριστοῦ παρουσίας εὐηρεστηκότες, ἓν σῶμα εἰσί· πῶς ; ὅτι κἀκεῖνοι τὸν Χριστὸν ᾔδεσαν. πόθεν δῆλον ; “ Ἀβραάμ,’’ φησιν, “ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴ’ δῇ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “ εἶδε καὶ ἐχάρη·’’ καὶ πάλιν· “ εἰ ἐπιστεύετε,’’ φησὶ, “ Μωσεῖ, “ ἐπιστεύετε ἃν ἐμοῖ· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.’’ καὶ οἱ προφῆται οὐκ ἃν δὲ ἔγραψαν περὶ οὗ ἠγνόουν· οὐ γὰρ ἠγνόουν ὃ ἔλεγον· εἰδότες δὲ αὐτὸν καὶ προσεκύνουν· ὥστε κἀκεῖνοι ἓν σῶμα. οὐ διέστηκεν σῶμα Πνεύματος· ἐπεὶ οὐκ ἃν εἴη σῶμα· καὶ γὰρ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν ἡνωμένων καὶ πολλὴν τὴν ἀκολουθίαν ἐχόντων, λέγειν, ἓν σῶμά ἐστιν· οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς ἑνώσεως τὸ σῶμα λαμβάνομεν. μία κεφαλὴ καὶ ἓν σῶμα· εἰ δὲ μία κεφαλὴ καὶ ἓν σῶμα, τὸ σῶμα ἐξ ἐντίμων καὶ ἀτίμων σύγκειται μελῶν· πλὴν ἀλλ’ οὔτε τοῦ φαυλοτάτου τὸ μεῖζον κατεξανίσταται, οὔτε τοῦτο ἐκείνου διαφθονεῖται· καίτοιγε οὐ τὴν αὐτὴν συντέλειαν τὰ πάντα εἰσφέρει, ἀλλὰ κατὰ μὲν τὸν τῆς ἀνάγκης λόγον, καὶ ὅτι πάντα ἀναγκαίως γεγένηται, καὶ εἰς χρείας διαφόρους,‘πάντα ὁμότιμα· εἰσὶ δὲ τὰ μὲν καιριώτατα, τὰ δὲ ἥττονα. Ἀγάπην οὖν ζητεῖ παρ’ ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν καὶ ἀδιασπάστως πρὸς ἀλλήλους ἔχειν ποιοῦσαν· καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς μέλη· διὰ τοῦτό φησιν, “ ἓν σῶμα.’’ καλῶς δὲ εἶπε “ καὶ ἓν Πνεῦμα·’’ δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος, ἓν Πνεῦμα ἔσται· ἣ ὅτι ἔστι μὲν σῶμα εἶναι ἓν, οὐχ ἓν δὲ Πνεῦμα· ὡσανεί τις καὶ αἱρετικῶν φίλος εἴη· ἣ ὅτι ἀπ’ ἐκείνου δυσωπεῖ· τουτέστιν οἱ ἓν Πνεῦμα λαβόντες καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἣ Πνεῦμα ἐνταῦθα, τὴν προθυμίαν φησιν. εἶτα “ καθὼς ἐκλήθητε,” φησὶν, “ ἐν μία ἐλπίδι τῆς κλήσεως “ ὑμῶν.’’ ὁ Θεὸς ἡμᾶς, φησὶν, ἐπὶ τοῖς αὐτοῖς ὑμᾶς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν· πᾶσιν ζωὴν αἰώνιον· πᾶσιν δόξαν ἀθάνατον· πᾶσιν ἀδελφότητα· πᾶσι κληρονομίαν ἐχωρίσατο· κοινὴ πάντων ἐγένετο κεφαλή· πάντας συνήγειρε καὶ συνεκάθισεν· οἱ τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχοντες ἰσοτιμίαν, πόθεν μέγα φρονεῖτε καὶ κατεπαίρεσθε ; Εἷς Κύριος· μία πίστις· ἓν βάπτισμα. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως· “ εἷς Θεὸς καὶ Πατὴρ πάντων· ὁ “ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν” αὐτός· μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεβλήθη· μὴ γὰρ σὺ μὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη· μὴ γὰρ σοὶ μὲν ἀφείθη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὐδέν. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Τί δέ ἐστι “ πάντων καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν “ πᾶσιν ἡμῖν ” ἐπὶ πάντων, τουτέστιν ὁ Κύριος· καὶ ἐπάνω πάντων, των, τουτέστιν ὁ προνοῶν καὶ διοικῶν· καὶ ἐν πᾶσι, τουτέστιν ὁ οἰκῶν· καίτοι τοῦ Υἱοῦ τοῦτο εἶναι φασὶν, ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Σωτῆρος ἐρρήθη. τί οὖν φησι ; πόθεν τὰ χαρίσματα τὰ διάφορα ; ἀκριβέστερον μὲν οὖν αὐτὸ ἐν τῆ πρὸς Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται· νῦν δὲ ἐνταῦθα μόνον ᾐνίξατο· καὶ ὅρα τί φησι· κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· τὰ πάντων κεφαλαιωδέστερά φησι, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισμα· τὸ διὰ πίστεως σωθῆναι· τὸ τὸν Θεὸν ἔχειν πατέρα· τὸ τοῦ αὐτοῦ Πνεύματος ἅπαντας μετέχειν. εἰ δέ τι ὁ δεῖνα πλέον ἔχει ἐν τῷ χαρίσματι, μὴ ἄλγει· ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστιν, καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου· διὰ τοῦτο ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα· “ πρὸς καταρ- “ τισμὸν τῶν ἁγίων,’’ φησι, “ εἰς ἔργον διακονίας· εἰς οἰκοδομὴν “ τοῦ σώματος τοῦ Χριστοῦ.’’ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔλαβεν· ἕκαστος γὰρ, πρὸς τὴν οἰκοδομὴν συντελεῖ· καὶ δι’ ἑτέρους ἔλαβεν, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· “τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον, " καθὼς αὐτὸς ἠθέλησεν· καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων· διὸ λέγει, Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδω κεν δόματα τοῖς ἀνθρώποις. Tουτέστιν, τι μέγα φρονεῖς ; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν· ὁ μὲν προφήτης φησὶν ἐν τῷ ψαλμῷ, *’ ἔλαβες δόματα ἐν ’’ αὐτὸς δὲ φησὶν, ἔδωκες δόματα ἐν ἀνθρώποις τοῦτό ἐστιν ποίων ταὐτὸν. Τὁ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς ; ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώση τὰ πάντα. Tαῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε· ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολὴ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα· καθάπερ γὰρ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν, παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα. ἀπὸ δὲ τοῦ ἀναβῆναι, τὴν κατάβασιν αἰνίττεται· τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατον φησὶν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας· καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· ** κατάξετε " τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ᾅδου·’’ καὶ πάλιν ἐν τῷ ψαλμῷ· " καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον·’’ τουτέστιν, τοῖς ἀποθανοῦσιν ἐνταῦθα. ποίαν αἰχμαλωσίαν φησι ; τὴν τοῦ διαβόλου· αἰχμάλωτον τὸν τύραννον ἔλαβε τὸν διάβολον καὶ τὸν θάνατον καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν· ὁρᾷς σκύλα καὶ λάφυρά ; “ τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη;” τοῦτο πρὸς τοῦς Παύλου τοῦ Σαμωσάτεως. εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς, με ὃ οὐκ ἔστιν ἑτέρα· " καὶ ἀνέβη ὕπερ ἄνω πάντων τῶν οὐρά- " νῶν, ἵνα πληρώσῃ τὰ πάντα,’’ μεθ’ ὃ οὐκ ἔστιν ἕτερόν τι· τουτέστιν τῆς δεσποτείας αὐτοῦ καὶ τῆς ἐνεργείας· καὶ γὰρ πάλαι πάντα πεπλήρωτο. Θεόδωροσ δέ φησι, μήτε τὸ εἷς Κύριος ἐπ’ ἀναιρέσει Πατρὸς νοητέον, μήτε τὸ ε7ς Θεὸς ἐπ’ ἀναιρέσει τοῦ Υἱοῦ· ἀλλ’ ἵνα εἴπῃ, οὐ διαφόρους Κυρίους· οὐ δὲ διαφόρους νομίζομεν θεούς. ἀδιάσπαστος γὰρ ἡμῖν τῆς θεότητος καὶ τῆς κυριότητος ἡ ὁμολογία· οὐ διαιρουμένων τῶν γνώμων ἡμῶν κατὰ τὸν τῶν προσώπων ἀριθμὸν, ἀλλὰ τὴν ὁμοίαν ἀποδιδόντων προσκύνησιν. “ ὁ ἐπὶ πάντων δὲ, ἵνα εἴπῃ ὁ πάντων ὑπερέχων, καὶ διὰ πάντων ἡμῶν, τὴν οἰκείαν ἐπιδεικνύμενος πρόνοιαν, ἐν πᾶσι τὲ ἡμῖν εἶναι καὶ οἰκεῖν πιστευόμενος. καὶ ἐπειδὴ διὰ πάντων ἔδειξεν αὐτοῖς τὴν ὁμόνοιαν, ἐδόκει δέ τις αὐτοῖς εἶναι διαφορὰ ἀπὸ τῆς τῶν χαρισμάτων ποικιλίας, ἐπιφέρει, Ενὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Εἰ δὲ ἴδιόν τι χάρισμα ἕκαστος ἡμῶν ἔχει, ἡ διαφορὰ γέγονε, καθὼς τὴν ἑαυτοῦ δωρεὰν ἑκάστῳ ἡμῶν ὁ δεσπότης ἐπεμέτρησε Χριστός. Ὅ τε γὰρ δεδωκὼς ἡμῖν εἷς, καὶ τὸ δοθὲν ἡμῖν Πνεῦμα ἕν· ὑπαλλάξας δὲ τὸ “ ἔλαβε δόματα’’ οὕτως ἐν τῳ ψαλμῷ κείμενον, “ ἔδωκε δόματα’’ εἶπε, τῇ ὑπαλλαγῇ περὶ τὴν οἰκείαν χρησάμενος ἀκολουθίαν· ἐκεῖ μὲν γὰρ πρὸς τὴν ὑπόθεσιν τὸ ἔλαβεν ἥρμοττεν, ἐνταῦθα δὲ τῷ προκειμένῳ τὸ ἔδωκεν ἀκόλουθον ἦν. βούλεται δὲ εἰπεῖν, ὅτι ἀγῶνα ὑπὲρ ἡμῶν ἐνστησόμενος πρὸς τὸν διάβολον, καὶ ὥσπερ πολέμου νόμῳ νικήσας αὐτόν· ἐπειδὴ ἀφεῖλεν ἑαυτὸν τοῦ θανάτου, πρότερος ἀναστὰς, κοινὴν ἐπὶ πάντων ἡμῶν τοῦ θανάτου τὴν λύσιν ἐποιήσατο· ὥσπερ αἰχμαλώτους τινὰς τοὺς ἀνθρώπους καὶ ὑπὸ τὴν τοῦ διαβόλου τυραννίδα κατεχομένους, τῆς ἐκείνου καταδυναστείας αὐτοὺς ἀφελὼν, ἀνῆλθεν εἰς τοὺς οὐράνους. Ωριγένησ δέ φησι· διὰ τοὺς συγχέοντας Πατέρα καὶ Υἱὸν, τὸ μὲν Κύριος τέτακται ἐπὶ τοῦ Υἱοῦ, τὸ δὲ εἷς Θεὸς, ἐπὶ τοῦ Πατρός· καὶ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου δὲ δύο διδόντας βαπτίσματα χρηστέον τῷ ῥητῷ, “ ἓν βάπτισμα·’’ πάντων δέ ἐστιν ὁ Θεὸς καὶ Πατήρ· τὸ τινῶν μὲν εἶναι Θεὸς καὶ μὴ Πατὴρ, τινῶν δὲ Θεὸς καὶ Πατήρ· ὡς εἴτις δείξας δέκα τινὰς τὸν ἀριθμὸν ἀνθρώπους· ὧν οἱ μὲν πέντε τοῦδε τινὸς υἱοὶ εἰσὶν, οἱ δὲ πέντε δοῦλοι, ἔλεγεν οὗτος τῶν δέκα κύριος ἐστὶ καὶ πατήρ· πρὸς τούτοις, ἐξεταστέον τὴν διαφορὰν τῶν προθέσεων, τῆς “ ἐπὶ’’ καὶ τῆς “ διὰ,’’ καὶ τῆς “ ἕν·’’ καὶ σωματικῇ γε εἰκόνι χρηστέον τοιαύτῃ· τὸ πῶς ὁ ἥλιος ἐπὶ πάντων ἐστὶ, φέρε εἰπεῖν, τῶν ἐπὶ γῆς, ταῖς δὲ αὐγαῖς λέγοιτ’ ἃν εἶναι διὰ πάντων· εἰ δὲ καὶ εἰς τὸ βάθος ἑκάστου στου ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ, ἐλέγετο ἃν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητά· τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τὸ “ ἐπὶ πάντων·’’ “ τὸ δὲ διαρκὲς πρὸς ἕκαστον, ἐν “ τῷ διὰ πάντων· τὸ δὲ καὶ φθάνειν ἐν πᾶσι, τῆς δυνάμεως ἐστι τοῦ Θεοῦ· ὥστε μηδένα εἶναι κενὸν πάντη αὐτοῦ διὰ τοῦ ἐν πᾶσιν n. Καὶ τῷ ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Οὕτω νενοῆσθαι νομίζομεν· οὐκ ἐκ μέτρου μὲν δίδωσι τὸ Πνεῦμα καὶ τὴν χάριν ὁ Θεὸς “ οὗ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ “ ἔστι πέρας·’’ μέτρον δὲ δίδωσι, φειδόμενος τῶν λαμβανόντων, μὴ χωροῦντος ἑκάστου πλέον, οὗ συμφερόντως λαμβάνει. πλὴν ἐπεὶ χάρις ἐστὶν ἡ διδομένη, καὶ οὐκ ἐξ ἔργων ἐστὶν, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις, δίδοται ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ εἰ καὶ μὴ ἐξ ἔργων δὲ, ἀλλ’ ἐπὶ τινός γε τῶν ἐφ’ ἡμῖν· ἐκ πίστεως γὰρ δίδοται ἡ χάρις, ἐπὶ τῷ συνεργούσης αὐτῆς τὴν πίστιν κατακοσμηθῆναι καὶ τοῖς ἔργοις ὡς εἰπεῖν τὸν λαμβάνοντα τὴν χάριν· “ καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐκ εἰς κενὸν “ ἐγενήθη, ἀλλὰ τοσόνδε ἐκοπίασα·’’ Παῦλος δὲ ἔλεγεν τὸ “ ἀλλὰ “ καὶ περισσότερον αὐτῶν πάντων ἐκοπίασα.” Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστου. Ἐχομένως τῶν προκειμένων καὶ ταῦτα ἐπιφέρει. εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἐστὶν ὁ Χριστὸς, ἀλλ’ ἑκάστων στων ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χρι-30 στοῦ, ὥστε τοὺς μέν τινας εἶναι Ἀποστόλους, τοὺς δὲ καὶ ἄλλους εὐαγγελιστὰς, καὶ μετὰ τούτους ποιμένας, καὶ ἐπὶ πᾶσι διδασκάλους. εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδόμένον, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ δηλονότι, καὶ ποιμένα ποιμαίνοντα μετὰ ἐπιστήμης χρὴ, πῶς δὲ καὶ εὐαγγελιστὴς τίς ἔσται, οὗ μὴ εἰσὶν ὡραῖοι ἵν οὕτως εἴπω, οἱ πόδες τῆς ψυχῆς; ἀλλὰ καὶ προφήτην ἀπίστους ἐλέγχοντα καὶ ἀνακρίνοντα. τοιοῦτος γάρ ἐστιν ὁ τῆς κοινῆς διαθήκης προφήτης, ὃν ἀπὸ Θεοῦ καθίστασθαι τῆ Ἐκκλησίᾳ νομιστέον. εἰ δὲ ταῦτα δυνατὸν ἀεὶ εἶναι ἐν τῇ Ἐκκλησίᾳ, μή ποτε καὶ Ἀποστόλους, οἶς δίδοται τὰ σημεῖα τοῦ Ἀποστόλου κατεργάζεσθαι, δυνατὸν εὑρεθῆναι καὶ νῦν· χρεία δὲ Ἀποστόλων καὶ προφητῶν, καὶ τῶν ἑξῆς εἰς τὸν καταρτισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδομῆται, ἐνεργεῖται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων. Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἵνα μηκέτι ὦνμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῆ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλὴ Χριστοῦ. Τίνες πάντες καταντήσομεν εἰς τὴν ἑνότητα τῆς πίστεως. ζητητέον, πότερον πάντες ἁπαξαπλῶς ἄνθρωποι ἢ ἡμεῖς οἱ κληρωθέντες ἐν Χριστῷ. δόξει δὲ πρὸς τὸ πρότερον ἀποδεδόσθαι, διὰ τὸ πολλοὺς ἀνόμους εἶναι τῆς διδασκαλίας, τοὺς κλυδωνίζοντας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, σχεδὸν τοὺς πάντας ἣ τοὺς πλείστους. πλὴν φιλοτιμητέον ἐπὶ τὴν ἑνότητα τῆς πίστεως καταντῆσαι, καὶ πρὸς τῇ ἑνότητι τῆς πίστεως γενέσθαι, καὶ ἐν τῇ ἑνότητι τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡν ἓν γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι, ἄνδρες χρηματίσωμεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας, ἄκρως ἀπειληφότες, ὅπερ μέτρον ἡλικίας πληρώματος μέτρον ἐστὶ τοῦ Χριστοῦ, πάντων τῶν ἐπὶ τὸ μέτρον τῆς προειρημένης ἡλικίας ἐφθακότων, τὸ πλήρωμα τοῦ Χριστοῦ κεχωρηκότων, ὅτε οὐκέτι ἔσονται νήπιοι, οὐδὲ διὰ τὸ περὶ τῶν δογμάτων ἀνερμάτιστὸν καὶ ἀμφίβολον περὶ αὐτῶν ἐν νηπίων ἕξει πατοῦσιν, ὥσπερ ὑπὸ κλύδωνος τῶν ὑπὲρ ἑκάστου ψεύδους πιθανῶν περιφερόμενοι, καὶ παντὶ ἀνέμῳ διδασκαλίας ἐπιδιδόντες ἑαυτούς· τινῶν μὲν ἀνθρώπων ο οὐ διακειμένων ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ μετὰ πάσης πανουργίας καὶ συντρεχείας ἀπατώντων τῶν τὴν πλάνην μεθόδοις χρῆσθαι μυρίαις καθ’ ἡμῶν. καὶ ὅταν γε καταντήσωσιν οἱ ἅγιοι εἰς τὸν προειρημένον τέλειον ἄνδρα, τότε τῷ νενοηκέναι τὴν ἀγάπην ἀληθεύοντες, ἐν αὐτῇ αὐξήσωμεν εἰς τὸν Χριστόν· πάντα τὰ δοθέντα αὐτοῖς τῆς ἀληθείας σπέρματα Χρώμενοι, ὡς σῶμα κεφαλῇ τῷ Χριστῷ. Ἐπειδὴ δέ φησιν, ” ἵνα μηκέτι ὦμεν νήπιοι, ” ταῦτα κατὰ μετριότητα εἶπε, συμπεριλαμβάνων ἑαυτὸν οὐκ ὄντα νήπιον, ἣ ὁρῶν ὅσον ἀπολείπεται ὁ ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους προφητεύων τῆς τελειότητος, ἀλήθω ςφησιν εἶναι νήπιος. πλὴν ὁ λέγων αὐτὸν κατὰ νηπιότητα ταῦτα εἰρηκέναι, χρήσεται τὸ ” ὅτε ἤμην ὡς νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς ” ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα καὶ τοῦ νηπίου.’’ ὁ δὲ πρὸς τοῦτο ἀποκρίνεται, ὅτι συγκρίσει μὲν τῶν πολλῶν, ἐγεγόνει μὲν ὁ Παῦλος ἀνήρ· πρὸς δὲ τὰ ἀποκείμενα τοῖς ἁγίοις τέλη, ἔτι νήπιος ἦν. καὶ πάντας γὰρ ὁ προφητικὸς λόγος παιδία ὀνομάζει λέγων· ” ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ μετὰ ταῦτα ἐπιστήσεις εἰ μὴ κατὰ μετριότητα ὁ Παῦλος οὐ μόνον νήπιος εἶναι φησὶν, ἀλλὰ καὶ κλυδωνιζόμενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ διδασκαλίας, καὶ τὰ ἑξῆς. ὁ μέντοιγε καὶ τοῦτο λέγων, μὴ ἀπὸ μετριότητος αὐτὸ εἰρῆσθαι φήσει, ὅτι ἄνθρωπος ἦν ὀξὺς καὶ εὐεπήβολος, καὶ ἑώρα τοὺς ἐπὶ ἑκάτερα ἐπιχειρουμένους λόγους ἱκανοὺς ὄντας περισπᾶσαι καὶ ἐν κλύδωνι ποιῆσαι γενέσθαι τὸν θεωροῦντα τὰς πιθανότητας. διὰ τοῦτο δὲ καὶ ὡς ἄνθρωπος περιεφέρετο παντὶ ἀνέμῳ διδασκαλίας, οὐ κατασπώμενος μὲν οὐδὲ ναυαγῶν, ὥσπερ δὲ ναῦς παλαίων ποικίλοις πνεύμασιν. ἑώρα δὲ καὶ τοὺς τῶν ἀντικειμένων λόγους, οἱονεὶ ἐν κυβείᾳ δμδάσκοντας, οὐκ ὄντας εὐκαταφρονήτους, ἀλλὰ πανουργότατα λεγομένους, ὥστε ἱκανοὺς εἶναι πλανῆσαι, καὶ ἤλπιζε τάξεσθαί ποτε τῆς ἀπὸ τοῦ Θεοῦ βοηθείας πρὸς τὸ ἀποθέσθαι πάντα περισπασμὸν καὶ ἀληθεῦσαι ἀπερισπάστως, καὶ ἐν ἀγάπῃ αὐξῆσαι εἰς τὸν Χριστὸν, ὃν ᾔδει αὐτοῦ ὄντα κεφαλὴν καὶ παντὸς τοῦ τῆς ἐκκλησιας σώματος. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησιν, “ “ ἑνότητα,” φησὶ, ” τῆς πίστεως,” τουτέστιν, ἕως ἂν πάντες τὴν πίστιν ἔχοντες, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν, μέχρι τότε ἐργάζεσθαι χρή· ἀλλαχοῦ δὲ νηπίους ἡμᾶς φησὶ, καὶ ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν, νηπίους ἐκάλεσεν· ἐνταῦθα δὲ πρὸς ἕτερον εἶπε, πρὸς τὸ ἀμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· “ τελείων δέ ἐστιν ἡ στερεὰ τροφή.’’ ὅρα γὰρ κἀκεῖ πῶς τελείους. ὥσπερ οὖν καὶ ἐνταῦθα, ὡς διὰ τῶν ἐπαγομένων δηλοῖ, ” ἵνα μηκέτι ὦμεν νήπιοι.” αὐτὸ φησι τὸ μέτρον τὸ ὀλίγον, ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στερρότητος καὶ βεβαιώσεως. “ ἵνα μηκέτι” τὸ μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας. καὶ τίθησι καὶ ἑαυτὸν, καὶ ἐν τάξει διηγήσεως διορθοῦται. ἐπεξῆλθε δὲ τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς, ἐν οἵῳ κινδύνῳ εἰσίν, παντὶ “ ἀνέμῳ, φησὶν, ἐν τῆ κυβείᾳ τῶν ἀν- “ θρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν πλάνης.’’ κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. τοιοῦτοί εἰσιν οἱ πανοῦργοι· ἐπειδὰν ἀφελεστέρους λάβωσι· καὶ γὰρ κἀκεῖνοι μετατιθέασι καὶ μεταφέρουσιν ἅπαντα. ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον, διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπη. Ο φησι, τοῦτό ἐστι. καθάπερ τὸ σῶμα τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον τὸ διὰ τῶν νεύρων, τὸ αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυναμένῳ πλέον δέξασθαι, πλέον· τῷ δὲ ἔλαττον, ἔλαττον· οὕτω καὶ ὁ Χριστὸς, καθάπερ μελῶν, τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. τι δέ ἐστι ” διὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας ;” τουτέστι, διὰ τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς ἑκάστου μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ, ὡς ἄν τις εἴποι, τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν. ἢ ἑτέρως· τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται. ἢ καὶ ἑτέρως· τὸ πνεῦμα ἄνωθεν ἐπιρρεόμενον ἀφθόνως, καὶ πάντων ἁπτόμενον τῶν μελῶν καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν ” ἀγάπῃ ;” οὐ γὰρ ἐκεῖνο τὸ πνεῦμα, μὴ οὔσης ἀγάπης. καθάπερ γὰρ εἰ τύχοι, χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ἐπιζητοῦν, καὶ μὴ εὑρὸν οὐκ ἀπάλλεται τοῦ σώματος καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἔρχεται, ἀλλ’ ἐὰν μὴ εὕρῃ κείμενον οὐχ ἅπτεται, οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι. ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην αὐτῷ εἴρηται. τί γά(??) φησι ; εἰ πλέον λαμβάνει ὁ δεῖνα, τὸ αὐτὸ πνεῦμα ἔλαβεν ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ” ἁπτόμενον, συναρμολογούμενον καὶ συμβιβαζόμενον,’’ τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας· οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφόδρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶμα· ὡς ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι κεῖται. ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ, ἀλλὰ καὶ τοῦ οἰκείου τόπου ἐπέχειν· ὡς ἂν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ τὸ πνευμα.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg020.local001/.
