Ancient Greek
ΚΕΦ. Α.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas ΚΕΦ. Α..1
Not analysed yet
Διήγησις τῆς ἑαυτοῦ μεταστάσεως ἀπὸ Ἰουδαϊσμοῦ κατὰ ἀποκάλυψιν. Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν λισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου αὐτὸ παρέλαβον, οὐδὲ ἐδίδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητής· οὐκ ἀνθρώπου μεσιτεύσαντος, ἀλλ’ αὐτοῦ δι’ ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν· καὶ ποῖα τοῖς ἀπίστοις ἀπόδειξις γένοιτ’ ἃν, τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι’ ἑαυτοῦ καὶ μὴ δι’ . . . . . . ἀπόρρητα ἐκεῖνα μυστήρια ; ἡ προτέρα ἀναστροφὴ φησί· οὐ γὰρ ἃν εἰ μὴ Θεὸς ἦν ὁ ἐκκαλύπτων, λύπτων, οὕτως ἀθρόαν ἔσχον μεταβολήν· οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθαρῶς σωφρονήσας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγίειαν. διὰ τοῦτο ἀναγκάζεται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι σπουδῆς, καὶ μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων· ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς δι’ ἑαυτοῦ με καλέσαι ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· πῶς γὰρ οἱ μὴ παρόντες ; ὅτι δὲ διώκτης ἤμην σφοδρὸς, ἴστε· καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη· καίτοι πολὺ τὸ διάστημα Παλαιστίνων καὶ Γαλατῶν· ὥστε οὐκ ἃν τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ ἡ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος. διὸ καὶ φησί. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφὴν, ὅτι καθ’ ὐπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αυτην. Ορᾷς πῶς ἕκαστον μετὰ ἐπιστάσεως τίθησιν ; καὶ οὐκ αἰσχύνεται· οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ καὶ μεθ’ ὑπερβολῆς· καὶ οὐκ ἐδίωκεν μόνον, ἀλλὰ καὶ ἐπόρθει. τουτέστι, σβέσαι ἐπιχείρει τὴν ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι· τοῦτο γὰρ πορθοῦντος ἔργον. (Εὐσεβίου.) Ἄλλος δέ φησι. Ἐν ἀρχῇ μὴ καλέσας Εὐαγγέλιον αὐτοῦ, ἐνταῦθα ἐπιφέρει· “τὸ Εὐαγγέλιον τὸ εύαγγελισθεν ὑπ’ ἐμοῦ. Επειδὴ ἀμφίβολον ἐγίνετο ποῖον ἔστι τὸ τοῦ καλέσαντος Εὐαγγέλιον οὐχὶ τοῖς πράγμασιν, ἀλλὰ ταῖς συκοφαντίαις· ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον, ὡς φασὶν, ὅτι παρὰ Πέτρου παρέλαβον· πῶς οὐκ ἔστι κατὰ ἄνθρωπον ; “οὐδὲ γὰρ ἐγὼ παρέλαβον αὐτὸ, “οὐδὲ ἐδιδάχθην·’’ χρήσιμον τὸ “παρέλαβον,’’ καὶ καλὸν τὸ “ἐδιδάχθην·’’ ταῦτα γὰρ τοῖς ἀνθρώποις συνῆπτον· ἡ γὰρ χάρις ἀθρόως λαμπρύνει, οἱ δὲ ἄνθρωποι ἠρέμα παραδιδόασι καὶ διδάσκουσι· δάσκουσι· ἀναγκαῖα δὲ καὶ ἡ τῶν ἀδελφῶν προσηγορία· ἐπειδὴ γὰρ ἐπιβουλεύειν ὑπωπτεύετο· ἄλλα μὲν εἰπὼν, ἄλλα δὲ ἔχων, διὰ τῆς προσηγορίας τῶν ἀδελφῶν, ἐξωθεῖται τὴν ὑπόνοιαν. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφὴν ποτὲ ἐν τῷ Ἰουδαϊσμῷ. Καὶ οὐκ εἶπε τῷ νόμῳ· τίς οὖν ἡ ἀναστροφή ; “ὅτι κἀς “ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ.’’ Ἐπειδὴ γὰρ πρὸς τὰ νόμιμα μέλλει λέγειν, ἐδόκει δὲ ὁ νόμος εἶναι Θεοῦ· περὶ Χριστοῦ δὲ ἄλλα ὑπενοεῖτο, οὐκ εἶπε “καθ’ ὑπερβολὴν ἐδίωκον “τὴν ἐκκλησίαν τοῦ Χριστοῦ,’’ ἀλλὰ “τὴν ἐκκλησίαν τοῦ “Θεοῦ.’’ Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ, ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Πάλιν “Ἰουδαισμῷ·’’ οὐ γὰρ βούλεται ὑπομνῆσαι τοῦ νόμου, ἵνα μὴ σκληρὸν ᾖ τὸ λεγόμενον· “ὑπὲρ πολλοὺς συνηλικιώτας· “πόλλους’’ καὶ οὐ πάντας, διὰ τὸ σύμμετρον· “συνηλικιώτας’’ δὲ, διὰ τὸ μὴ κατὰ τῶν πρεσβυτέρων δοκεῖν ἐπαίρεσθαι· “ἐν τῷ “γένει μου’’ δὲ, ἵνα παραστήσῃ ὅτι ἐκεῖθεν μὲν αὐτῷ ἡ ῥίζα, ἐντεῦθεν δὲ ὁ καρπός· “περισσοτέρως ζηλωτὴς ὑπάρχων,’’ ἵνα διὰ τῆς ὑπερβολῆς ὅσον ἀντέκειτο τῇ Ἐκκλησίᾳ παραστήσῃ. “πα “τρικῶν’’ δὲ “παραδόσεων’’ εἶπε, καὶ οὐ νομίμων· τὰ γὰρ παρὰ Φαρισαίων προτεθέντα λέγει, καὶ ἐν τούτοις ἑαυτὸν ζηλωτὴν ὑπάρχειν. Ἄλλοσ δέ φησι. Νῦν δείκνυσιν, ὅτι πλέον τι τῶν περὶ Πέτρον ἔχει· οὐ γὰρ ἐζήλωσαν ἐκεῖνοι ὑπὲρ τοῦ Ἱουδαϊσμοῦ ἀπειθοῦντες τῷ Χριστιανισμῷ ὡς ἐγώ· μὴ τοίνυν οἰηθῆτι ὅτι μισήσας τὸν νόμον ἦλθον εἰς τὴν χάριν· ἐξεδίκουν γὰρ τὸν νόμον, ἀλλ’ εὗρον τὸ τέλειον, καὶ οὐκ ἐξισῶ τὸν νόμον τῇ τελείᾳ χάριτι. (Χργσόστωμωσ.) Καὶ ἄλλος δὲ ὧδε λέγει. εἰ τὰ κατὰ τῆς ἐκκλησίας οὐ δι’ ἄνθρωπον ἔπραττον ἀλλὰ διὰ ζῆλον θεῖον· ἐσφαλμένον μὲν, ζῆλον δὲ ὅμως. πῶς νῦν ὑπὲρ τῆς ἐκκλησίας τρέχων καὶ τὴν ἀλήθειαν ἐπιγνοὺς, διὰ κενοδοξίαν ταῦτα πράττω ; εἰ γὰρ ἐν τῶ σφάλλεσθαι οὐκ ἐκράτει μου πάθος τοιοῦτον, ἀλλ’ ὁ τοῦ Θεοῦ ζῆλος ἐπὶ τοῦτό με ἤγαγε, πολλῷ, μᾶλλον εἰ b τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἃν εἴην ὑπονοίας· ὁμοῦ τε γὰρ μετέστην πρὸς τὰ τῆς ἐκκλησίας δόγματα, καὶ πᾶσαν ἀπεδυσάμην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον ἐνταῦθα ἐπιδειξάμενος· ὅπερ σημεῖον ἐστὶ, φησὶ, τοῦ μετὰ άληθείας μεταστῆναι· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἕτερον, ἐστι μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως· καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι ; οὐκ ἐστιν οὐδὲν, ἀλλ’ ὁ τῆς ἀληθείας ἔρως. Ὅτε εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσεν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Ὅρα τί σπουδάζει δεῖξαι ἐνταῦθα, ὅτι καὶ τὸν χρόνον ὃν ἐγκατελείφθη, διά τινα οἰκονομίαν ἀπόρρητον ἀφείθη. Εἰ γὰρ ἐκ κοιλίας μητρὸς ἀφώριστο γενέσθαι Ἀπόστολος καὶ κληθῆναι πρὸς τὴν διακονίαν ταύτην, ἐκλήθη δὲ τότε, καὶ ἅμα κληθεὶς . . . . . . . . δηλονότι Θεὸς δι’ ἀπόρρητόν τινα αἰτίαν ἀνεβάλλετο τέως· κέκληκε δὲ αὐτὸν ὁ Θεὸς διὰ τὴν ἀρετὴν αὐτοῦ· “σκεῦος γὰρ ἐκλογῆς μοι ἐστὶ’’ πρὸς τὸν Ἀνανίαν ἔλεγε, “τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων·’’ τουτέστιν, ἱκανὸς διακονῆσαι καὶ ἔργον ἐπιδεῖξαι μέγα· καὶ ταύτην αἰτίαν τῆς κλήσεως τίθησιν· αὐτὸς δὲ πανταχοῦ, τῆς χάριτος εἶναι φησὶ τὸ πᾶν, καὶ τῆς φιλανθρωπίας αὐτοῦ τῆς ἀφάτου, οὕτω λέγων· “ἀλλ’ ἠλεήθην, οὐχ ὅτι ἱκανὸς ἤμην, οὐδ’ “ὅτι ἐπιτήδειος, ἀλλ’ ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυ“ μίαν, “μίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς “ζωὴν αἰώνιον·” εἶδες ταπεινοφροσύνης ὑπερβολὴν, διὰ τοῦτο γάρ φησιν ἠλεήθην, ἵνα μηδεὶς ἀπογνῷ, ὡς τοῦ πάντων ἀνθρώπων κακίστου, φιλανθρωπίας ἀπολελαυκότος. Ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Αλλαχοῦ δὲ φησὶν ὁ Χριστός· “οὐδεὶς γινώσκει τὸν Πατέρα, “εἰ μὴ ὁ Υἱὸς, καὶ ὧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι·’’ εἶδες ὅτι καὶ Πατὴρ Υἱὸν, καὶ Υἱὸς Πατέρα ἀποκαλύπτει ; οὕτω καὶ επι τῆς δόξης· καὶ Υἱὸς δοξάζει Πατέρα καὶ Πατὴρ Υἱόν· “δόξασόν “με,’’ φησὶν, “ἵνα δοξάσω σε,“ διατί δὲ μὴ εἶπεν “ἀποκαλύψαι “τὸν Υἰὸν αὐτοῦ ἐμοὶ, ἀλλ’ ἐν ἐμοί ; δεικνὺς ὅτι οὐ διὰ ῥημάτων μόνον ἤκουσε τὰ περὶ τῆς πίστεως, ἀλλὰ καὶ πολλοῦ Πνεύματος ἐπληρώθη· τῆς ἀποκαλύψεως καταλαμπούσης αὐτοῦ τὴν ψυχήν· καὶ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα. Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. Οὐ γὰρ τὸ πιστεῦσαι μόνον, ἀλλὰ καὶ τὸ χειραγωγηθῆναι αὐτὸν παρὰ τοῦ Θεοῦ γέγονεν· οὕτως γάρ μοι αὐτὸν ἀπεκάλυψεν, οὐχ ἵνα αὐτὸς ἴδω μόνον, ἀλλ’ ἴνα καὶ εἰς ἄλλους ἐξενέγκω καὶ οὐκ εἶπεν ἄλλους ἁπλῶς, ἀλλ’ “ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν “τοῖς ἔθνεσιν·’’ ἐντεῦθεν προανακρουόμενος οὐ μικρὸν τῆς ἀπολογίας κεφάλαιον, ἀπὸ τοῦ τῶν μαθητῶν προσώπου· οὐ γὰρ ὁμοίως Ἰουδαίοις καὶ τοῖς ἐξ ἐθνῶν κηρύττειν ἀναγκαῖον ἦν. Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. τοὺς Ἀποστόλους ἐνταῦθα αἰνίττεται, ἀπὸ τῆς φύσεως αὐτοὺς καλῶν· εἰ δὲ καὶ περὶ πάντων ἀνθρώπων τοῦτο φησὶν, οὐδὲ ἡμεῖς ἀντεροῦμεν. Σευηριανόσ. Οὐ διαβάλλων δὲ τοὺς Ἀποστόλους τοῦτο φησὶν, ἀλλ’ ὅτι οὐκ ἐστοίχησα θνητῇ σαρκί. (Θεδδροδ.) Καὶ ἄλλος δὲ εἰς τὸ, “ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς “ὁ ἀφορίσας με ἐκ κοιλίας μητρ όςμου’’ φησιν —Καλῶς αὐτὸ ἐπὶ τὴν πρόγνωσιν ἀνήνεγκε τοῦ Θεοῦ, ὥστε καὶ πρὸ τῆς αὐτοῦ ὑπάρξεως φαίνεσθαι τῷ Θεῷ τοῦτο δεδογμένον· τοσοῦτον ἀποδέον τοῦ καινότητα εἶναί τινα καὶ εὕρεσιν ἀνθρώπων τὸ κήρυγμα. Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ Ἀποστόλους. Τοῦ Χρυσοστόμου. ταῦτα εἰ μέν τις αὐτὰ κἄ ἑαυτὰ ἐξετάσειε τὰ ῥήματα, δοκεῖ πολλοῖς μεγαληγορίας γέμειν, καὶ πόρρωθεν εἶναι φρονήματος ἀποστολικοῦ. τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ· “εἶδον γάρ’’ φησιν “ματαιότητα, ἄνθρωπον δόξαντα πη ἑαυτῷ “φρόνιμον εἶναι· ἐλπίδα μέντοι εἶχεν ἄφρων μᾶλλον αὐτοῦ·’’ καὶ “οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· · καὶ αὐτὸς πάλιν· “μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.’’ οὐκ ἃν οὖν ὁ τοσαῦτα παρ’ ἑτέρων ἀκούσας, καὶ αὐτὸς . . . . . . . ἑτέροις, τούτοις . . . . . ἃν δὲ τὴν αἰτίαν προσθῶμεν, δι’ ἣν ταῦτα ἐλέγετο, θαυμάσονται πάντες ὁμοφώνως τὸν εἰρηκότα. τοῦτο τοίνυν ποίωμεν· οὐδὲ γὰρ δεῖ τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος· καὶ τί δεῖ λέγειν ἐπὶ ῥημάτων, ὅπου καὶ ἐπὶ πραγμάτων ; ἂν μή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται· καὶ τὸν Ἠλίαν οὕτως ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Σαμουὴλ, καὶ τὸν Φινεές· τὸν δὲ Ἀβραὰμ παιδοκτόνον, εἰ τὰ πράγματα μέλλοιμεν ἐξετάζειν γυμνὰ, μὴ προστιθέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώμην. ἐξετάσωμεν τοίνυν καὶ τοῦ Παύλου τὴν διάνοιαν, ἀφ’ ἧς ταῦτα ἔγραφεν· ἴδωμεν αὐτοῦ τὸν τρόπον καὶ τίς ἢν δι’ ὅλου περὶ τοὺς Ἀποστόλους, καὶ τότε εἰσόμεθα ταῦτα, ἐκ ποίας ἐλέγετο γνώμης· οὐ γὰρ ἐξευτελίζων ἐκείνους οὐδὲ ἑαυτὸν ἐπαίρων, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρότερα, πῶς γάρ ; ὅπου γε καὶ ἑαυτὸν ἀνεθεμάτισεν, ἀλλὰ πανταχοῦ τοῦ εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν ἐκκλησίαν πορθοῦντες, ὅτι τοῖς Ἀποστολοῖς ἕπεσθαι ἔδει τοῖς μὴ κωλύουσι ταῦτα οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ Ἰουδαϊκὴ πλάνη κατὰ μικρὸν εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως· οὐ τοὺς Ἀποστόλους κακῶς εἰπεῖν βουλόμενος, ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι. διὰ τοῦτο φησὶν, “οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.’’ καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸ παρὰ Θεοῦ μαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. οὐκ ἀπονοίας οὖν ἕνεκα ταῦτα ἔλεγεν, ἀλλ’ ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα· “οὐδὲ ἀνῆλθον,” φησὶ, “πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους·” ἐπειδὴ γὰρ ἄνω κάτω τοῦτο ἔλεγον ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, οὐκ ἀπῆλθον, φησὶ, πρὸς ἐκείνους. Εἰ δὲ ἐχρῆν αὐτοῖς ἀνακοινώσασθαι, ὁ ἀποκαλύψας αὐτῶ τὸ κήρυγμα καὶ τοῦτο ἂν ἐκέλευσεν· ἀπῆλθεν οὖν πρὸς αὐτοὺς, μαθησόμενός τι παρ’ αὐτῶν· πότε ; ὅτε ἐν Ἀντιοχείᾳ τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαμένῃ ἐκκλησίᾳ γέγονε, περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειμένου καὶ ἐζήτουν πότερον χρὴ περιτέμνειν τοὺς ἐξ ἐθνῶν, ἢ μηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑπομένειν· τότε δὴ ἦλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας· πῶς οὖν, φησὶν, “οὐκ “ἀνῆλθον οὐδὲ ἀνεθέμην “ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ’ ἀπεστάλη παρ’ ἑτέρων· δεύτερον, οὐ μαθησόμενος παρεγένετο· ἀλλ’ ἑτέρους πείσων· αὐτὸς μὲν ἐξ ἀρχῆς, ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι. Επειδὴ δὲ αὐτοῖς οὐκ ἐδόκει τέως ἀξιόπιστος εἶναι ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν· οὐκ αὐτὸς πεισόμενος πλέον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται. Εἰ c δὲ λέγει, “οὐκ ἀνῆλθον,’’ ἔστι κἀκεῖνο εἰπεῖν, ὅτι οὔτι ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ὅτε ἀνῆλθεν ἐπὶ τὸ μαθεῖν· καὶ ταῦτα ἀμφότερα ἐπισημαίνεται λέγων· “εὐ- “θέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.’’ οὐκ εἶπεν ἁπλῶς προσανεθέμην, ἀλλ’ “εὐθέως·’’ εἰ δὲ μετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τι προσλαβεῖν αὐτός. Ἀλλ’ ἀπῆλθον εἰς Ἀραβίαν. Ορα ζέουσαν ψυχήν· τοὺς τόπους ἐσπούδαζε καταλαμβάνειν, τοὺς οὐδέπω γεωργηθέντας, ἀλλ’ ἀγριώτερον ἔτι διακειμένους· βίον ἐναγώνιον αἱρούμενος, καὶ πολὺν ἔχοντα τὸν πόνον· καὶ θέα μοι τὴν ταπεινοφροσύνην, εἰπὼν γὰρ, “ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν “ὑπέστρεψα εἰς Δαμασκὸν,’’ οὐ λέγει τὰ κατορθώματα αὐτοῦ, οὐδὲ τινας κατήχησε καὶ πόσους οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν Ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν. Καὶ γὰρ καὶ ἔκτρωμα αὐτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον τῶν Ἀποστόλων, καὶ τῆς προσηγορίας ταύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν, ο πλέον πάντων κοπιάσας ὅπερ μάλιστά ἐστι ταπεινοφροσύνης. Ἔπειτα μετὰ ἔτη τρία, ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον. Ὅρα πῶς τὴν προσήκουσαν αὐτοῖς ἀπονέμει τιμήν· καὶ οὐ μόνον ἀμείνω, ἀλλ’ οὐδὲ ἴσον ἑαυτὸν ἐκείνων εἶναι νομίζει· καὶ τοῦτο, ἐκ τῆς ἀποδημίας ταύτης δηλοῖ· οὐ γὰρ μαθησόμενός τι παρ’ αὐτοῦ οὐδὲ ὡς διόρθωσίν τινα δεξόμενος, ἀλλὰ διὰ τοῦτο μόνον, ὥστε ἰδεῖν αὐτὸν καὶ τιμῆσαι τῇ παρουσίᾳ· οὕτω πολλῆς ἄξιον ἡγεῖτο σπουδῆς, καὶ τὸ μόνον ἰδεῖν τὸν ἄνδρα. Ενθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ἦν· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκ ἔτι ἐχρῆτο τούτῳ τῷ πλεονεκτήματι τοῦτο γὰρ οὐκ ἢν λοιπὸν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομενους. Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δέκα πέντε. Τὸ μὲν οὖν δι’ αὐτὸν ἀποδημῆσαι, τιμῆς ἦν πολλῆς· τὸ δὲ ἐπιμεῖναι τοσαύτας ἡμέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης. Ἕτερον δὲ τῶν Ἀποστόλων οὐκ εἶδον. Ὅρα ὡς πρὸς τὸν Πέτρον μείζονα τὴν φιλίαν ἔχει· δι’ αὐτὸν ἀπεδήμησε, καὶ πρὸς αὐτὸν ἔμεινε· ταῦτα δὲ λέγω συνεχῶς καὶ ἀξιῶ φυλάττειν, ἵνα ὅταν λέγῃ, ὅτι ἀντέστην Πέτρῳ, μηδεὶς ἔχθρας ἢ φιλονεικίας ταῦτα εἶναι νομίσῃ τὰ ῥήματα. Εἶδον οὖν, φησὶ, τὸν Ἰάκωβον· “εἶδον,“ οὐκ ἐδιδάχθην παρ’ αὐτοῦ οὐδέν. Ὅρα δὲ μεθ’ ὅσης τιμῆς καὶ τοῦτον ὠνόμασεν· ἐνῆν γὰρ καὶ ἐξ ἑτέρου γνωρίσματος, τοῦτον ποιῆσαι δῆλον, καὶ εἰπεῖν τὸν τοῦ Κλοπᾶ, ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἔλεγεν· ἀλλ’ ἐπειδὴ τὰ τῶν Ἀποστόλων σεμνολογήματα ἴδια ἐνόμιζεν, ὡς ἑαυτὸν ἐπαίρων οὕτω σεμνύνει κἀκεῖνον, εἰπὼν τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε οὐδὲ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ’ οὕτως ἐνομίζετο. Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ οὐ μαι. Εἶδες διὰ πάντων ὁμοίως ἐκλάμπουσαν τῆς ἁγίας ταύτης ψυ- χῆς τὴν ταπεινοφροσύνην ; καθάπερ γὰρ ἐν δικαστηρίῳ ἀγωνιζόμενος καὶ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἐσπούδακεν ἀπολογή- σασθαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. Μετὰ τὸ τὸν Πέτρον ἰδεῖν, πάλιν ἔχεται τοῦ λόγου καὶ τοῦ ἀγῶνος τοῦ προκειμένου· τῆς μὲν Ἰουδαίας οὐχ ἁπτόμενος, διά τε τὸ πρὸς τὰ ἔθνη ἀπεστάλθαι, καὶ διὰ τὸ μὴ ἀνέχεσθαι ἐπ’ τρίον θεμέλιον οἰκοδομεῖν· διόπερ οὐδὲ κατὰ ψιλὴν αὐτὸ συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. “Ἤμην γάρ,’’ φησιν, “ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας· μόνον “δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτὲ, νῦν εὐαγγελίζεται “τὴν πίστιν ἣν ποτὲ ἐπόρθει·’’ ταῦτα φησὶν ἵνα μάθῃς ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρῦξαι αὐτοῖς περιτομὴν, ὅτι οὐδὲ ἀπ’ ὄψεως γνώριμος ἢν αὐτοῖς. Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν. Σκόπει καὶ ἐνταῦθα τὸν κανόνα αὐτοῦ τῆς ταπεινοφροσύνης. οὐκ εἶπε καὶ ἐθαύμαζόν με, ἐπῄνουν, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. τὸν γὰρ Θεὸν, φησὶν, ἐδόξαζον ἐν ἐμοί.