# Catena In Epistulam Ad Galatas ΚΕΦ. Β..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas, ΚΕΦ. Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-galatas/%CE%9A%CE%95%CE%A6.%20%CE%92..1

Περὶ τῆς τῶν Ἀποστόλων ἐπιμαρτυρήσεως εἰς τὴν ἐν πίστει ζωήν. Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν, ἀνέβην εἰς τὰ Ἱεροσόλυμα, μετὰ Βαρνάβα συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν. Τῆς μὲν πρώτης ἀναβάσεως τὴν αἰτίαν, Πέτρον εἶναι φησί· τῆς δὲ δευτέρας, τὴν ἀποκάλυψιν τοῦ Πνεύματος. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι· κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. Οὐκ αὐτὸς ἐδεῖτο μαθεῖν ὅτι οὐκ εἰς κενὸν ἔτρεχεν, ἀλλ’ ἵνα οἱ ἐγκαλοῦντες πληροφορηθῶσιν. Ἐπειδὴ γὰρ μείζονα περὶ Πέτρου καὶ Ἰωάννου δόξαν εἶχον, καὶ διαστασιάζειν αὐτοὺς ᾤοντο, διὰ τὸ τὸν μὲν ἄνευ περιτομῆς κηρύττειν, ἐκείνους δὲ ταύτην συγχωρεῖν, καὶ παράνομα πράττειν αὐτὸν ᾤοντο καὶ εἰς κενὸν τρέχειν, ἀνῆλθον, φησὶ, καὶ ἐκοινωσάμην αὐτοῖς τὸ Εὐαγγέλιον· οὐχ ἵνα αὐτός τι μάθω, ὃ καὶ προιὼν σαφέστερον λέγει, ἀλλ’ ἵνα διδάξω αὐτοὺς ταῦτα ὑποπτεύοντας, ὅτι οὐκ εἰς κενὸν τρέχω· τὸ γὰρ Πνεῦμα τὴν τοιαύτην προορώμενον φιλονεικίαν, παρεσκεύασεν αὐτὸν ἀνελθεῖν. Βαρνάβαν καὶ Τίτον ἔλαβον μάρτυρας γενομένους τοῦ κηρύγματος· “ καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον ὃ κηρύσσω ἐν “ τοῖς ἔθνεσι·’’ τουτέστι, τὸ χωρὶς περιτομῆς· “ κατ’ ἰδίαν δὲ τοῖς “ δοκοῦσιν.’’ Ἐπειδὴ γὰρ ἐν τοῖς Ἱεροσολύμοις πάντες ἐσκανδαλίζοντο, εἴτις παραβαίη τὸν νόμον, εἴτις κωλύσειε χρήσασθαι τῇ περιτομῇ, διὸ καὶ ἔλεγε, “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες “ εἰσὶ τῶν Ἰουδαίων τῶν πεπιστευκότων;” πεπιστευκότων ;” ;” καὶ κατηχημένοι περί σου, ὅτι ἀποστασίαν περὶ τοῦ νόμου τοῦ διδάσκεις· ἐπεὶ οὖν ἐσκανδαλίζοντο, παρρησίᾳ μὲν παρελθεῖν καὶ τὸ κήρυγμα ἀποκαλύψαι τὸ ἑαυτοῦ οὐκ ἠνείχετο· κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν ἀνέθετο ἐπὶ Βαρνάβα καὶ Τίτου· ἵν᾿ οὗτοι μάρτυρες ἀξιόπιστοι γένωνται πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι οὐδὲ τοῖς Ἀποστόλοις ἔδοξεν ἐναντία ταῦτα εἶναι· ὅταν δὲ λέγῃ “ τοῖς “ δοκοῦσιν,’’ οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοὺς μεγάλους τοῦτο λέγει, ἐπεὶ καὶ περὶ ἑαυτοῦ φησὶ, “δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν” ὅπερ ἐστι μετριάζοντος, οὐκ ἀναιροῦντος τὸ ἔχειν· οὕτω καὶ ἐνταῦθα “ τοῖς δοκοῦσι’’ φησί· μετὰ τῆς ἑαυτοῦ, καὶ τὴν κοινὴν πάντων λέγων ψῆφον. Εὐσεβίου. Ἄλλος δέ φησι· καλῶς τὸ “ ἔδραμον·’’ προεί- ληπτο γὰρ τὸ κήρυγμα· “ τρέχω’’ δὲ, ἐπειδὴ ἐνειστήκει. Ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ Ἕλλην ὢν, ἠναγκάζετο περιτμηθῆναι. Τοῦτ ἔστιν ἐξ Ἐλλήνων ὣν καὶ ἀκρόβυστος οὐ μόνον γὰρ ἐγὼ οὕτως ἐκήρυττον, ἀλλὰ καὶ οὕτως ἔπραττον· καὶ Τίτον ἀκρόβυστον ὄντα οὐκ ἠνάγκασαν οἱ Ἀπόστολοι περιτμηθῆναι· ὅπερ ἀπόδειξις ἦν μεστὴ τοῦ μὴ καταγινώσκειν τῶν ὑπὸ τοῦ Παύλου λεγομένων ἢ πραττομένων· καὶ τὸ πολλῷ τούτων μεῖζον, ὅτι οὐδὲ ἐπικειμένων τῶν ἐναντιουμένων καὶ ταῦτα εἰδότων, ἠναγκάσθησαν οἱ Ἀπόστολοι τοῦτο κελεῦσαι. Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους. τίνες εἰσὶν οὗτοι οἱ ψευδάδελφοι ; καὶ διατὶ ψευδαδέλφους καλεῖ τοὺς κατὰ τὴν τῶν Ἀποστόλων γνώμην καὶ αὐτοὺς κελεύοντας τοῦτο ποιεῖν ; ὅτι πρῶτον μὲν οὐκ ἔστι ταὐτὸν κελεύειν γίνεσθαι, καὶ γινόμενον συγχωρεῖν· ὁ μὲν γὰρ προστάττων μετὰ σπουδῆς ὡς ἀναγκαῖον καὶ προηγούμενον ποιεῖ· ὁ δὲ μὴ κελεύων, τὸν δὲ βουλόμενον μὴ κωλύων, οὐχ ὡς δέον γενέσθαι συγχωρεῖ, ἀλλ’ οἰκονομίαν τινὰ πληρῶν. οἱ ψευάδελφοι τοίνυν οὐχ ὡς ποιοῦντες, ἀλλ’ ὡς τῆς χάριτος ἐκβαλεῖν καὶ πάλιν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν ἀγαγεῖν βουλόμενοι· πρώτη μὲν οὖν αὕτη ἡ διαφορὰ, πολὺ τὸ μέσον ἔχουσα· δευτέρα δὲ, ὅτι οἱ μὲν Ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόμος ἐκράτει· οἱ δὲ ψευδάδελφοι πανταχοῦ. Θεόδωροσ. Σευηριανόσ. Τινὲς τὸν “ δε” ἔφασαν εἶναι· “ διὰ δὲ τοὺς ψευδαδέλφους·’’ ἡ γὰρ ἀκολουθία ἐστὶν, ὅτι οὐδὲ Τίτος Ἕλλην ὣν ἠναγκάσθη περιτμηθῆναι διὰ τοὺς παρεισάκτους ψευδαδέλφους, τουτέστι τοὺς βουλομένους τηρεῖν τον νόμον. Οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἢν ἔχομεν ἐν τῷ Χριστῷ Ἰησοῦ. Ὅρα πῶς καὶ τῇ τῶν κατασκόπων προσηγορίᾳ τὸν πόλεμον ἐδήλωσεν ἐκεῖνον· οἱ γὰρ κατάσκοποι, δι’ οὐδὲν εἰσέρχονται, ἀλλ’ ἵνα καταμαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσι τὴν εὐκολίαν· καθάπερ καὶ οὗτοι τότε ἐποίουν, τὴν ἐλευθερίαν ἡμῶν τὴν ἐν Χριστῷ, ὑπὸ τὴν δουλείαν τὴν παλαιὰν εἰσαγαγεῖν βουλόμενοι· διὸ παρετήρουν περισκοποῦντες ἀκριβῶς τίνες ἀκρόβυστοι· οὐ τῷ τῶν κατασκόπων δὲ ὀνόματι μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς λαθραίας εἰσόδου καὶ παρεισδύσεως τὴν ἐπιβουλὴν αὐτῶν ἐνεδείξατο. Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῆ ὑποταγῇ. Ὅρα λέξεως εὐγένειαν καὶ ἔμφασιν· οὐ γὰρ εἶπε τῷ λόγῳ, ἀλλὰ “ τῇ ὑποταγῇ·’’ οὐ γὰρ ἵνα τι διδάξωσι χρήσιμοι ταῦτα ἐποίουν, ἀλλ’ ἵνα ὑποτάξωσι καὶ δουλώσωνται· διὰ τοῦτο τοῖς μὲν Αποστόλοις εἴξαμεν, τούτοις δὲ οὐκέτι. Ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. Ἵνα ὅπερ ἔφθημεν φησὶν εἰπόντες, τοῦτο διὰ τῶν ἔργων βεβαιώσωμεν· “ ὅτι τὰ ἀρχαῖα παρῆλθε, καὶ γέγονε καινὰ τὰ “ πάντα, καὶ ὅτι εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·’’ καὶ ὅτι τοὺς περιτεμνομένους Χριστὸς οὐδὲν ὠφελήσει ταύτην τὴν ἀληθείαν βεβαιοῦντες, οὐδὲ πρὸς ὥραν εἴξαμεν· εἶτα ἐπειδὴ εὐθέως ἀντέπιπτεν αὐτῷ τὰ παρὰ τῶν Ἀποστόλων, καὶ εἰκὸς ἦν τινὰς λέγειν, πῶς οὑν ἐκεῖνοι ταῦτα προστάττουσιν ; ὅρα πῶς λύει σαφῶς τὴν ἀντίθεσιν· οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν ὅτι ἕνεκεν οἰκονομίας τοῦτο ἐποίουν οἱ Ἀπόστολοι· ἢ γὰρ ἃν ἐβλάβησαν οἱ ἀκούοντες. Δεῖ γὰρ τῆς οἰκονομίας ἀγνοεῖν τὴν αἰτίαν, τοὺς μέλλοντας τί καρποῦσθαι παρ’ αὐτῆς χρήσιμον· εἰ γὰρ φανείη τῶν γινομένων ἡ πρόφασις, τὸ πᾶν οἰχήσεται· καὶ ἵνα σαφέστερον ὃ λέγω ποιήσω, ἐπ’ αὐτῆς ταύτης τῆς ὑποθέσεως χρήσομαι τῷ ὑποδείγματι. οὗτος αὐτὸς ὁ μακάριος Παῦλος μέλλων ποτὲ τὸν Τιμόθεον πέμπειν Ἰουδαίοις διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν· ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσελθὼν μετὰ περιτομῆς, καταλύσῃ περιτομήν· ἀλλὰ τὴν αἰτίαν αὐτὸς μὲν ἠπίστατο, καὶ Τιμόθεος τοῖς . . . . . . . . . , . . . . ἵνα λύσῃ περιτομὴν, οὐδ’ ἃν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε· νομίζοντες γὰρ αὐτὸν ὡς νόμου φύλακα τοῦτο ποιεῖν, προσηνῶς αὐτὸν ἐδείξαντο καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι δὲ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· διὰ τοῦτο καὶ ἐνταῦθα οὐ λέγει τῆς οἰκονομίας τὴν πρόφασιν, ἀλλ’ ἑτέρως μεθοδεύει τὸν λόγον, οὕτω λέγων, Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον ἀνθρώπου Θεὸς οὐ λαμβάνει. Ενταῦθα οὐ μόνον οὐκ ἀπολογεῖται ὑπὲρ τῶν Ἀποστόλων, ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ὑγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθενοῦντας· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ ἐπιτρέπουσιν ἐκεῖνοι περιτέμνεσθαι, τὸν λόγον αὐτοὶ τῷ Θεῷ δώσουσιν· οὐδὲ γὰρ ἐπειδὴ μεγάλοι εἰσι, καὶ ἔξαρχοι, ὁ Θεὸς αὐτῶν πρόσωπον λὴψεται· ἀλλ’ οὕτω μὲν σαφῶς οὐκ εἶπε, πεφεισμένως δέ· καὶ οὐκ εἶπεν ὁποῖοί ποτε” εἰσὶν, ἀλλ’ “ ἠσαν·” δεικνὺς, ὅτι καὶ αὐτοὶ λοιποὶ ἤσαν πεπαυμένοι του οὐτῶ κηρύττειν, ἄτε του κηρύγματος πανταχοῦ διαλάμψαντος· τὸ δὲ “ ὁποῖοι ποτε ἦσαν,’’ εἰ οὕτω, φησὶν, ἐκήρυττον, αὐτοὶ τὸν λόγον δώσουσιν· οὐ γὰρ ἀνθρώποις, ἀλλὰ Θεῷ μέλλουσιν ἀπολογεῖσθαι· ταῦτα λέγει, οὐκ ὡς ἀμφιβάλλων, οὐδ’ ὡς ἀγνοῶν τὰ ἐκείνων· ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, οὕτω συμφέρειν νομίζων, μεθοδεύει τὸν λόγον· εἶτα ἵνα μὴ δόξῃ ὡς τὴν ἐναντιαν ἔχων τάξιν κατηγορεῖν ἀυτῶν, καὶ ἄπο τούτου κατασκευάσῃ μάχης ὑπόθεσιν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν εἰπὼν, Ὅτι ἐμοὶ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο. Ἃ μὲν ὑμεῖς λέγετε, φησὶν, οὐκ οἶδα· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἐμοὶ οὐκ ἠναντιώθησαν, ἀλλὰ καὶ συνέπνευσαν καὶ συνεφώνησαν· τὸ γὰρ “δεξιὰς ἔδωκαν,’’ ταῦτα ἐστὶ δηλοῦντος· ἀλλὰ τέως, οὐ λέγει τοῦτο· ἀλλ’ ὅτι οὐκ ἐδίδαξαν, οὐ διώρθωσαν, οὐ πλέον τι προσέθηκαν ὧν ᾔδειν· καὶ ταῦτα εἰδότες ὅτι διὰ τοῦτο παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι· καὶ κατὰ ἀποκάλυψιν Πνεύματος παρεγενόμην· καίτοι τὸν ἀκρόβυστον εἶχον μετ’ ἐμαυτοῦ· οὔτε οὖν ἐμοὶ τι πλέον ὧν ᾔδειν προσέθηκαν, οὔτε ἐκεῖνον περιέτεμον· ἀλλὰ τοὐναντίον. τινὲσς c μὲν φασὶ τοῦτο αὐτὸν λέγειν, ὅτι οὐ μόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ’ αὐτόν· ἐγὼ δὲ, οὐκ ἂν εἴποιμι τοῦτο· τι γὰρ ἔμελλον παρ’ αὐτοῦ μανθάνειν· καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισμένος ἦν· εἶτα ἐπειδὴ εἰκὸς ἢν ἀντειπεῖν τινὰς, ὅτι εἰ ἐπῄνεσαν πῶς τὴν περιτομὴν, οὐκ ἀνεῖλον· εἰ γὰρ ἐπῄνεσαν, ἐχρῆν ἀνελεῖν, εἰπεῖν μὲν ὅτι ἀνεῖλον, λίαν ἀναίσχυντον εἶναι ἐνόμιζε, καὶ πρὸς τὰ ὡμολογημένα φανερὰν μάχην εἰσάγειν· πάλιν ὁμολογοῦντα τὴν τῆς περιτομῆς σνγχώρησιν, εἰς ἑτέραν ἀντίθεσιν ἐμπεσεῖν ἀνάγκην οὖσαν ἑώρα· εἰ γὰρ ἐπῄνεσαν τὸ κήρυγμα τὸ σὸν φησὶ, καὶ αὐτοὶ πάλιν ἐπέτρεπον μὲν περιτομὴν, ἑαυτοῖς δὲ ἐμάχοντο· τίς οὖν ἡ τούτου λύσις ; ὅτι συγκαταβάσεως Ἰουδαϊκῆς ἕνεκεν ταῦτα ἐποίουν· ἀλλὰ τοῦτο εἰπὼν, ὅλον τῆς οἰκονομίας τὸν θεμέλιον διεσάλευσεν ἄν· δι’ ἃ, τοῦτο μὲν οὐ λέγει· ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ μετέωρον· ἐπάγει δὲ, Ἀλλὰ τοὐναντίον εἰδότες ὅτι πεπίστευμαι τὸ Εὐαγγέιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Περιτομὴν καὶ ἀκροβυστίαν οὐ τὰ πράγματα λέγων αὐτὰ, ἀλλὰ τὰ ἀπὸ τούτων γνωριζόμενα ἔθνη· ἐπήγαγε γοῦν, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Ὥσπερ οὖν τὴν ἀκροβυστίαν τὰ ἔθνη καλεῖ, οὕτω καὶ περιτο- μὴν Ἰουδαίους· καὶ δείκνυσιν ὁμότιμον αὐτοῖς ὄντα λοιπόν· καὶ οὐ τοῖς ἄλλοις ἑαυτὸν, ἀλλὰ τῷ κορυφαίῳ συγκρίνει· δεικνὺς, ὅτι τῆς αὐτῆς ἕκαστος ἀπέλαυσεν ἀξίας· ἐπειδὴ γὰρ τὴν περὶ τῆς ὁμονσίας αὐτῶν κατεσκεύασεν ἀπόδειξιν, θαρρῶν λοιπὸν μετὰ παρρησίας διαλέγεται· καὶ οὐκέτι ἵσταται μέχρι τῶν Ἀποστόλων μόνον, ἀλλ’ ἐπὶ τὸν Χριστὸν ἀνάγει τὸν λόγον, καὶ τὴν ὑπ’ ἐκεί- νου δοθεῖσαν χάριν αὐτῷ· καὶ μάρτυρας τούτων, τοὺς Ἀποστόλους καλεῖ, καὶ φησὶ, Ὅτι γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι· Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης. Τιντέστιν καταμαθόντες δι’ αὐτῶν τῶν πραγμάτων. Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶδες πῶς κατὰ μικρὸν ἔδειξε καὶ τῷ Χριστῷ τοῦτο δοκοῦν καὶ τοῖς Ἀποστόλοις ; οὐδὲ γὰρ ἃν ἐδόθη οὐδὲ ἐνήργησεν ἡ χάρις, εἰ μὴ δοκοῦν αὐτῷ τὸ τοιοῦτο κήρυγμα ἦν· καὶ ὅπου μὲν συγκρίναι ἑαυτὸν ἔδει, Πέτρου μέμνηται μόνου· ὅπου δὲ μαρτυρίαν καλέσαι, τῶν τριῶν ὁμοῦ, καὶ μετ’ ἐγκωμίου· " Κηφᾶς’’ λέγων “ καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι·” πάλιν οὐ τὸ εἶναι ἀναιρῶν τοὺς δοκοῦντας φησὶν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων παραλαμβάνων γνώμην, καὶ λέγων· ὅτι οἱ μεγάλοι καὶ ἐξαίρετοι καὶ οὓς πάντες πανταχοῦ περιφέρουσιν, οὗτοι μόνοι μάρτυρες εἰσὶ τῶν λεγομένων· ὅτι καὶ τῷ Χριστῷ ταῦτα δοκεῖ, καὶ διὰ τῶν πραγμάτων ταῦτα ἔμαθον· διὸ καὶ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ. Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὣ συνέσεως ὑπερβολή· δείκνυσι καὶ τὰ ἐκείνων αὐτοῦ, καὶ τὰ αὐτοῦ ἐκείνων· ταῦτα γὰρ ἑκατέροις ἐδόκει. Εὐσσεβίου. Καὶ αἱ δεξιαὶ τὴν ὁμόνοιαν δηλοῦσι· πριστέτακεαι δέ φησιν Ἰάκωβος, διὰ τὸ τοῦ τόπου κύριον εἶναι· διατὶ δὲ ποτὲ μὲν Κηφᾶς, ποτὲ δὲ Πέτρος; οἱ ἐλθόντες εἰς τὴν Γαλατίαν καὶ ταράξαντες, Ἰουδαῖοι ἦσαν· Πέτρος οὖν, ὁ κατ’ ἐκείνους Κηφᾶς ὀνομαζόμενος· ἵνα οὖν δι’ οὖ ἤκουσαν, διὰ τούτου καὶ καλέσῃ, εἲρηται. Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ὃ καὶ ἐσπούδασα τοῦτο αὐτὸ ποιῆσαι. Ἐν μὲν τῷ κηρύγματι, φησὶ, διειλόμεθα τὴν οἰκουμένην. κἀγὼ μὲν τοὺς ἐξ ἐθνῶν, ἐκεῖνοι δὲ τοὺς Ἰουδαίους ἔλαβον, κατὰ τὸ τῷ Θεῷ δοκοῦν· εἰς δὲ τὴν τῶν πτωχῶν ἐπιμέλειαν τῶν παρὰ Ἰουδαίοις, ἐγὼ παρ’ ἐμαυτοῦ συνεισήνεγκα ἐκείνοις. εἰ δὲ πόλεμος ἦν καὶ μάχη, οὐκ ἃν τοῦτο κατεδέξαντο ἐκεῖνοι. τίνες δέ εἰσιν οὗτοι οἱ πτωχοί ; πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες ἐν Παλαιστίνῃ, τὰ ὄντα ἀφῃρέθησαν ἅπαντα καὶ πανταχόθεν ἧλαύνοντο· νοντο· καὶ τοῦτο δηλοῖ, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ λέγων· “ καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσ“εδέασθε·” μέμνηται δὲ καὶ αὐτῶν, καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς Ἐπιστολῇ, διὰ πάντων δεικνὺς, ὅτι οὐχ οὕτως οἱ ἐξ Ἑλλήνων πιστεύσαντες ὑπὸ τῶν μενόντων Ἑλλήνων ἐπολεμοῦντο, ὡς οἱ ἀπὸ Ἰουδαίων πιστεύσαντες, ὑπὸ τῶν ὁμοφύλων ἠλαύνοντο· τραχύτερον γὰρ πάντων τοῦτο τὸ ἔθνος. διὰ ταῦτα πολλὴν ποιεῖται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιμελείας· καὶ διὰ πάντων δείξας τὴν πρὸς αὐτοὺς ὁμόνοιαν καὶ συμφωνίαν, ἀναγκάζεται λοιπὸν καὶ τῆς πρὸς Πέτρον γενομένης αὐτῷ ἐν Ἀντιοχείᾳ διαλέξεως μνμσθῆιῆςανι· καὶ φησὶν οὕτως,

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg019.local001/.
