Ancient Greek
ΚΕΦ. Γ.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas ΚΕΦ. Γ..1
Not analysed yet
Περὶ τῆς πρὸς Κηφᾶν ἀντιρρήσεως περὶ τῆς ἐν πίστει καὶ οὐκ ἐν νόμῳ σωτηρίας. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιοχείαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην· ὅτι κατεγνωσμένος ἦν. πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτι δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, Φοβοήσδδυιεννος τοὺς ἐκ περιτόμῆς· Πολλοὶ τῶν ἀναγινωσκόντων ἁπλῶς τουτὶ τὸ χωρίον τῆς Ἐπιστοκῆς, νομίζουσι τοῦ Πέτρου τὸν Παῦλον κατηγορεῖν ὑπόκρισιν· ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἄπαγε· πολλὴν γὰρ εὑρήσομεν καὶ τοῦ Πέτρου καὶ τοῦ Παύλου τὴν σύνεσιν ἐγκεκρυμμένην ἐνταῦθα, πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Οἱ Απόστολοι, καθὼς ἔφθην εἰπὼν, ἐν Ἰεροσολύμοις συνεχώρουν περιτέμνεσθαι· οὐ γὰρ ἦν ἀθρόως ἀποσπάσαι τοῦ νόμου· ἐν Ἀντιοχείᾳ δὲ ἐλθόντες, οὐδὲν τοιοῦτο παρετήρουν λοιπόν· ἀλλὰ μετὰ τῶν ἐξ ἐθνῶν πιστευόντων ἀδιαφόρως ἔζων. Ὃ δὴ καὶ Πέτρος ἐποίει τότε· ἐπειδὴ δὲ ἦλθον ἀπὸ Ἱεροσολύμων οἱ εἰδότες αὐτὸν ἐκεῖ οὕτω κηρύττοντα, οὐκ ἐποίει τοῦτο, φοβούμενος πλῆξαι ἐκείνους, ἀλλ’ ἀνέθετο· δύο ταῦτα οἰκονομῶν, καὶ τὸ μὴ σκανδαλίσαι τοὺς ἐξ Ἰουδαίων, καὶ τὸ παρασχεῖν εὒλοσολύμοις Παύλῳ τῆς ἐπιτιμήσεως πρόφασιν. εἰ γὰρ αὐτὸς ὁ ἐν Ἱεροσολύμοις κήρυξας μετὰ περιτομῆς μετέθετο ἐς Ἀντιοχείᾳ, ἔδοξεν ἃν τοῖς ἐξ Ἰουδαίων διὰ τὸν τοῦ Παύλου φόβον τοῦτο ποιεῖν· καὶ κατέγνωσαν ἃν αὐτοῦ πολλὴν τὴν εὐκολίαν οἱ μαθηταί· οὐ μικρὸν δὲ τοῦτο σκάνδαλον ἔμελλε γίνεσθαι· τῷ μέντοι Παύλῳ πάντα σαφῶς εἰδότι, μεταστὰς; οὐκ ἃν τοσαύτην παρέσχεν ὑπόνοιαν· καὶ γὰρ ᾔδει τὴν γνώμην μεθ’ ἧς ἐγένετο ταῦτα. διὸ καὶ Παῦλος ἐπιπλήττει καὶ Πέτρος ἀνέχεται· ἵνα ἐγκαλουμένου τοῦ διδασκάλου καὶ σιγῶντος, εὐκολώτερον οἱ μαθηταὶ μετάθωνται. εἰ μὲν γὰρ μηδενὸς γενομένου τοιούτου παρῄνεσεν ὁ Παῦλος, οὐδὲν ἃν εἰργάσατο μέγα· νῦν δὲ ἀφορμὴν λαβὼν ἐπιτιμήσεως σφοδροτέρας, πλείονα τοῖς μαθηταῖς· Πέτρου τὸν φόβον ἐνέθηκε. καὶ γὰρ εἰ μὲν ἀκούων ταῦτα Πέτρος ἀντέλεγε, καλῶς ἄν τις ἐμέμψατο ὡς τῆς οἰκονομίας ἀνατρεπομένης· νυνὶ δὲ ἐκείνου μὲν ἐπιτιμῶντος, τούτου δὲ σιγῶντος, πολὺς τοῖς ἐξ Ἰουδαίων φόβος ἐγίνετο· διὸ καὶ σφοδρῶς ἐχρήσατο τῷ Πέτρῳ. Καὶ σκόπει μεθ’ ὅσης ἀκριβείας κέχρηται τῷ λόγῳ· διδοὺς τοῖς συνετοῖς ἰδεῖν, ὅτι οὐ μάχης ἦν τὰ ῥήματα, ἀλλ’ οἰκονομίας· “ὅτε γὰρ ἦλθε,” φησὶ, “Πέτρος εἰς Ἀντόχειαν, κατὰ πρόσωπον “αὐτῷ ἀντέστην ὅτι κατεγνωσμένος ἦν·” οὐκ εἶπεν ὑπ’ ἐμοῦ, ἀλλ’ ὑπὸ τῶν ἄλλων· εἰ δὲ αὐτὸς κατεγίγνωσκεν, οὐκ ἃν παρῃτήσατο καὶ τοῦτο εἰπεῖν· καὶ τὸ “κατὰ τὸ πρόσωπον δὲ ἀντέστην,” σχῆμα ἦν· εἰ γὰρ ὄντως ἐμάχοντο, οὐκ ἃν ἐπὶ τῶν μαθητῶν ἀλλήλοις ἐπετίμησαν· σφόδρα γὰρ ἃν αὐτοὺς ἐσκανδάλισαν· νυνὶ δὲ αὐτοῖς λυσιτελοῦσα ἦν ἡ ἐν τῷ φανερῷ μάχη· καὶ ὥσπερ ὁ Παῦλος εἶξεν αὐτοῖς ἐν Ἱεροσολύμοις, οὕτω καὶ οὗτοι ἐν Ἀβτιοχείᾳ. Τίς οὖν ἡ κατάγνωσις ; “Πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ "Ἰακώβου,” αὐτὸς γὰρ ἦν ὁ διδάσκαλος ἐν Ἱεροσολύμοις, “μετὰ “τῶν ἐθνῶν συνήσθιεν. Ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν "ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιομῆς.” Οὐ τοῦτο φοβούμενος μὴ κινδυνεύσῃ· ὁ γὰρ ἐν ἀρχῇ τοῦ κηρύγματος ἐν Ἰεροσολύμοις μὴ φοβηθεὶς, πολλῷ μᾶλλον τότε. ἀλλ’ ἵνα μὴ ἀποστῶ- σιν· ἐπεὶ καὶ αὐτὸς λέγει Γαλάταις· "φοβοῦμαι μήπως εἰκῆ “κεκοπίακα εἰς ὑμᾶς.” καὶ πάλιν· “φοβοῦμαι μήπως, ὡς ὁ “ὄφις Εὕαν ἠπάτησε, φθαρῇ τὰ νοήματα ὑμῶν.” ὁ μὲν γὰρ τοῦ θανάτου φόβος ἀδιάφορος ἦν αὐτοῖς· ὁ δὲ τῆς ἀπωλείας τῶν μαθητῶν, σφόδρα αὐτῶν κατέσεισε τὴν ψυχήν. Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῆ ὑποκρίσει. Μῆ θαυμάσῃς εἰ τὸ πρᾶγμα ὑπόκρισιν καλεῖ· οὐ γὰρ βούλεται, ὅπερ ἔφθην εἰπὼν, ἐκκαλύψαι τὴν γνώμην, ἵνα ἐκεῖνοι κατορ- θωθῶσιν. Ἐπειδὴ γὰρ σφοδρῶς ἀντείχοντο τοῦ νόμου, διὰ τοῦτο καὶ ὑπόκρισιν καλεῖ τὸ γιγνόμενον καὶ σφόδρα ἐπιπλήττει, ὥστε πρόρρι- ζον αὑτῶν ἀνελεῖν τὴν πρόληψιν· καὶ ἀκούων ταῦτα Πέτρος, συνυποκρίνεται ὡς ἁμαρτάνων, ἵνα ἐν τῇ πρὸς αὐτὸν ἐπιτιμήσει διορθωθῶσιν. εἰ μὲν γὰρ τοῖς ἐξ Ἰουδαίων ὁ Παῦλος ἐπίπληξεν, ἠγανάκτησαν ἂν καὶ διέπτυσαν· οὐ γὰρ πολλὴν περὶ αὐτοῦ δόξαν εἶχον· νυνὶ δὲ τὸν διδάσκαλον ὁρῶντες ἐπιτιμώμενον . . . . . . οὔτε καταφρονῆσαι, . . . . . . εἰπεῖν τοῖς λεγομένοις εἶχον. Ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου. Μῆ δὲ αὕτη ὑμᾶς θορυβείτω ἡ λέξις· οὐ γὰρ Πέτρου καταγιγνώκων ταῦτα λέγει· ἀλλ’ οὕτως χαρακτηρίζει τὴν λέξιν, ὡς συμφέρον ἦν ἀκοῦσαι τοὺς διὰ τῆς ἐπιτιμήσεως Πέτρου μέλλοντας βελτίους γενέσθαι. Εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Εἶδες πῶς τοὺς ἄλλους διορθοῦται ; διὰ γὰρ τοῦτο “ἔμπροσθεν,” ἵνα καὶ οἱ ἄλλοι ἀκούσαντες φοβηθῶσιν. Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς ζῆς, τί τὰ ἔθνη ἀναγκάζεις Ἱουδαΐζειν. Καίτοι οὐ τὰ ἔθνη αὐτῷ συναπήχθη, ἀλλ’ οἱ Ἰουδαῖοι· τί οὖν ἐγκαλεῖς ὃ μὴ γέγονε ; τί δὲ μὴ τρέπῃς τὸν λόγον ἐπὶ τοὺς ὑποκρινομένους τοὺς ἐξ Ἰουδαίων, ἀλλ’ ἐπὶ τὰ ἔθνη ; διατὶ δὲ Πέτρῳ μόνῳ ἐγκαλεῖς, εἰ καὶ οἱ λοιποὶ αὐτῷ συνυπεκρίθησαν ; καὶ μὴν αὐτὸς ὑπεστέλλετο μόνος· τὸ οὖν ἐστιν ὃ κατασκευάσαι βούλεται, ἀνύποπτον ποίησαι τὴν ἐπιτίμησιν· εἰ μὲν γὰρ εἶπε κάκως ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ ἐξ Ἰουδαίων αὐτῷ ὡς θρασυνομένῳ κατὰ τοῦ διδασκάλου· νυνὶ δὲ ὑπὲρ τῶν οἰκείων ἐγκαλῶν αὐτῷ μαθητῶν, τῶν ἐξ ἐθνῶν λέγω, εὐπαράδεκτον ποιεῖται ταύτῃ τὸν λόγον· καὶ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ πάντων ἀποσῆσαι τὴν ἐπιτίμησιν, τῷ Ἀποστόλῳ περιστῆσαι πᾶσαν αὐτήν· εἰ γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς καὶ οὐχὶ Ἰουδαι “κῶς·’’ μονονουχὶ διαρρήδην λέγων, μιμήσασθε τὸν διδάσκαλον· ἰδοὺ γὰρ καὶ αὐτὸς Ἰουδαῖς ὢν, ἐθνικῶς ζῆ ἀλλ’ οὕτω μὲν οὐ λέγει· οὐ γὰρ ἃν ἐδέξαντο τὴν παραίνεσιν· προσχήματι δὲ ἐποτομήσεως μήσεως τῆς ὑπὲρ τῶν ἐθνῶν, ἐκκαλύπτει τοῦ Πέτρου τὴν γνώμην· καὶ γὰρ αἱ ἐπιπλήξεις, ὅταν μὴ σφόδρα φορτικαὶ ὦσι, τότε μάλιστα δύνανται εὐπαράδεκτοι γίνεσθαι· οὐδὲ γὰρ τῶν ἐξ ἐθνῶν τίς ἠδύνατο ἐγκαλέσαι τῷ Παύλῳ τὸν ὑπὲρ τῶν Ἰουδαίων ποιουμένῳ λόγον· τοῦτο δὲ ὅλον κατώρθωσε σιγήσας καὶ καταδεξάμενος ὑποκρίσεως δόξαν λαβεῖν ὁ Πέτρος, ἵνα ἀληθοῦς ὑποκρίσεως ἀπαλλάξῃ τοὺς Ἰουδαίους. ταῦτα μὲν ἐνταῦθα ὁ μακάριος Ἰωάννης d φησίν. ἐν δὲ τῷ λόγῳ τῷ ἰδικῶς εἰρημένῳ αὐτῷ εἰς τὰ προκείμενα ῥητὰ, προστίθησι καὶ ταῦτα. τινὲς φασὶ, οὐκ ἦν οὗτος ὁ Πέτρος ὁ τῶν Ἀποτόλων πρῶτος, ὁ παρὰ τοῦ Κυρίου τὰ πρόβατα πιστευθεὶς, ἀλλ’ ἕτερός τις εὐτελὴς καὶ ἀπερριμμένος· πόθεν τοῦτο δῆλον φασὶν, ὅτι ἐπήγαγεν ὁ Παῦλος "ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῷ τῇ ὑποκρίσει. τῷ γὰρ εἰπεῖν ὥστε καὶ Βαρνάβας, δηλοῦντός ἐστιν, ὅτι πολὺ τοῦτο θαυμασιώτερον ἦν τοῦ Πέτρον ἀπαχθῆναι· ὡς γὰρ μείζονα αὐτὸν τιθεὶς, οὕτως εἶπεν. ἀλλὰ ταῦτα, οὐκ ἔστιν· οὐ γὰρ ἐπειδὴ μείζων ἦν ὁ Βαρνάβας, διὰ τοῦτο ἐπὶ τούτῳ θαυμάζει μᾶλλον ἣ ἐπὶ τῷ Πέτρῳ, ἀλλ’ ὅτι ἐκεῖνος μὲν εἰς τὴν περιτομὴν ἀπεστάλη· Βαρνάβας δὲ μετὰ Παύλου τοῖς ἔθνεσιν ἐκήρυσσε, καὶ πανταχοῦ τῷ Παύλῳ συνέζευκτο· διὰ τοῦτο τοίνυν θαυμάζει ὅτι καὶ αὐτὸς συναπήχθη, ἐπειδὴ μετ’ αὐτοῦ κηρύττων ἀεὶ, καὶ οὐδὲν Κοῖνον πρὸς Ἰουδαίους ἔχων, ἀλλ’ ἐν τοῖς ἔθνεσι διδάσκων καὶ αὐτὸς συναπήχθη. Ὅτι δὲ Πέτρος ἐστὶ περὶ οὗ ταῦτα φησὶ, δῆλον ἐκ τῶν ἀνω- τέρω καὶ ἐκ τῶν μετὰ ταῦτα· τῷ γὰρ εἰπεῖν "κατὰ πρόσωπον “αὐτῷ ἀντέστην” καὶ ὡς μέγα θεῖναι τοῦτο, οὐδὲν ἕτερον δηλοῦντος ἦν, ἀλλ’ ὅτι οὐκ ᾐδέσθη τοῦ προσώπου τὸ ἀξίωμα· οὐκ ἃν δὲ περὶ ἑτέρου λέγων, ὅτι κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὡς μέγα τι τοῦτο ἔθηκε· πάλιν εἰ ἄλλος ἦν Πέτρος, οὐκ ἃν ἡ μετάστασις αὐτοῦ τοσοῦτον ἴσχυεν ὥστε καὶ τοὺς λοιποὺς ἐφελκύσασθαι Ἰουδαίους διὰ τὸ τοῦ προσώπου ἀξίωμα. ὅτι μὲν οὖν Πέτρος ἦν, ἐκ τούτων δῆλον. εἰ δὲ βούλεσθε καὶ τὴν ἑτέραν λύσιν ἐροῦμεν. τίς οὖν ἐστὶν ἡ ἕτερα ; ὁ Πέτρος ἐπεθύμει καὶ τοὺς ἐξ Ἰεροσολύμων κατελθόντας τοὺς ἀπὸ Ἰακώβου, ἀπαλλάξαι τῆς παρατηρήσεως τῆς Ἰουδαϊκῆς· ἀλλ’ εἰ μὲν αὐτὸς ταύτην εἰσηγήσατο τὴν γνώμην, ὡς ἐναντία ἑαυτῷ δημηγορῶν, καὶ τοῖς ὑπ’ αὐτῷ γεγενημένοις πᾶσι κατὰ τὸν ἔμπροσθεν χρόνον, ἐσκανδάλισεν ἃν τοὺς μαθητάς. πάλιν εἰ Παῦλος πρὸς αὐτοὺς τοῦτον ἀπέτεινε τὸν λόγον, οὐδ’ ἃν προσέσχον, οὐδ’ ἃν ἠνέσχοντο ἀκροάσεως. οἱ γὰρ καὶ χωρὶς τούτου μισοῦντες αὐτὸν καὶ ἀποστρεφόμενοι διὰ τὴν τοιαύτην φήμην, πολλῷ μᾶλλον εἰ καὶ συμβουλεύοντος ταῦτα ἤκουσαν· τι οὖν γίνεται ; Ἰουδαίοις μὲν οὐδὲν ἐπιτιμᾷ τοῖς ἐξ Ἰακώβου· δέχεται δὲ τὴν ἐπιτίμησιν ὁ Πέτρος παρὰ τοῦ Παύλου· ἵνα ἐγκαλούμενος παρὰ τοῦ συναποστόλου, δικαίαν σχῇ λοιπὸν παρρησίαν τοῦ καὶ τοῖς μαθηταῖς ἐπιπλῆξαι· καὶ ἐπιτιμᾶται μὲν ὁ Πέτρος, διορθοῦνται δὲ οἱ μαθηταί. διὰ τοῦτο κατὰ πρόσωπον αὐτῷ ἀντέστη· καὶ πάλιν εἶπε, "τῷ Πέτρῳ ἔμπροσθεν πάντων·” ὀ δὲ Πέτρος ἀνέχεται καὶ σιγᾷ καὶ οὐκ ἀντιλέγει· οἶδε γὰρ τὴν γνώμην μεθ’ ἧς ὁ Παῦλος ἐπετίμα· καὶ τὸ πᾶν ὁ Πέτρος κατώρθωσε σιγήσας· ἡ γὰρ τούτου σιγὴ, διδασκαλία τοῖς Ἰουδαίοις τοῦ μηκέτι τοῖς νομίμοις ἐνέχεσθαι· οὐ γὰρ ἃν ὁ διδάντο, δάσκαλος ἐσίγησέ φησιν, εἰ μὴ συνῄδει δικαίως ἐπιτιμῶντι τῷ Παύλῳ. ἐλέγχει δὲ αὐτὸν ἀπὸ τῆς προτέρας ἀναστροφῆς, ἵνα μὴ ἐκ τῆς Παύλου γνώμης ἡ παραίνεσις καὶ ἡ συμβολὴ, ἀλλ’ ἐκ τῆς Πέτρου κρίσεως τῆς ἤδη γεγενημένης . . . . . . . . . . . . . . . . . . . . . . . . . . τὴν σύνεσιν Παύλου, ἀλλὰ καὶ ἐκ τῶν ἐξῆς εἰρημένων· οὐ γὰρ εἶπεν, εἰ σὺ Ἰουδαῖος ὣν ἐθνικῶς ἔζης, ἀλλὰ "ζῇς· ὥστε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχεις· καὶ οὐκ εἰπε τί τοὺς Ἰουδαίους ἀναγκάζεις Ἰουδαΐειν ; ἀλλὰ "τι τὰ ἔθνη ἀναγαά- ’’ζεῖς Ἰουδαΐζειν ;" ἵνα ἐν προσχήματι τῆς τῶν ἐθνῶν κηδεμονίας, πείσῃ τοὺς Ἰουδαίους ἀποστῆναι τῆς παλαιᾶς συνηθείας· οἱ γὰρ συναπαχθέντες οὐχ οἱ ἐξ ἐθνῶν, ἀλλ’ οἱ Ἰουδαῖοι. καὶ ἵνα μάθητε ὅτι οὐκ ἐπιτίμησις ἦν κατὰ Πέτρου τὰ λεγόμενα, ἀλλὰ παραίνεσις καὶ διδασκαλία τοῖς Ἰουδαίοις ἐν τάξει τῆς ἐπιτιμήσεως τῆς κατὰ Πέτρου, ἄκουσον τῶν ἑξῆς, Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. ταῦτα γὰρ λοιπὸν διδάσκοντός ἐστι, καὶ οὐκέτι εἰς Πέτρον τὸ πᾶν περιίστησιν, ἀλλὰ κοινοῖ τὸν λόγον. Εἰ μὲν γὰρ ὡς διδάσκων ἐξ ἀρχῆς εἰσέβαλεν, οὐκ ἃν ἠνέσχοντο Ἰουδαῖοι· νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἔπιτ’ ἐποτίμησιν, ὡς τοὺς ἐξ ἐθνῶν ἕλκοντος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοιπὸν εἰς παραίνεσιν ἀδεῶς, ὡς τῆς ἀκολουθίας εἰς τοῦτο ἀγούσης αὐτόν. ἵνα γὰρ μή τις ἀκούσας τί τὰ ἔθνη Ἰουδαΐζειν, νομίσῃ ὅτι μόνοις ἐκείνοις οὐκ ἔξεστιν Ἰουδαίζειν, τοῖς Ἰουδαίοις ἐπαφίεται, εἰς αὐτοὺς τοὺς διδασκάλους τὸν λόγον περιίστησι· τι λέγω φησὶν περὶ ἐθνῶν, Ἰουδαίων ἢ τῶν λοιπῶν ; ἡμεῖς οἱ διδάσκαλοι· ἡμεῖς οἱ Ἀπόστολοι· καὶ οὐ τοῦτο μόνον λέγει τὸ δικαίωμα ὅτι οἱ διδάσκαλοι καὶ οἱ Ἀπόστολοι, ἀλλ’ ὅτι καὶ οἱ ἐκ προγόνων Ἰουδαῖοι καθάπαξ ἀπέστημεν τοῦ νόμου· ποίαν οὖν ἔχοιμεν ἀπολογίαν ἑτέρους εἰς τοῦτο ἕλκοντες ; Σχολιον Θεολώρου. Ἀντὶ τοῦ ἐκ γένους καὶ ὁρᾷς πῶς λανθανόντως τῶν Ἰουδαίων καθάπτεται, καὶ τὴν δοδασκαλίαν συντίθησιν ἀπηρτισμένην ; εἰπὼν γὰρ “φύσει Ἰουδαῖοι καὶ οὐκ “ἐξ ἐθνῶν ἀμαρτωλοὶ,’’ καὶ αἰτίαν τίθησιν εὔλογον δι’ ἣν ἀπέστησαν τοῦ Ἰουδαϊσμοῆ. Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου. Ὅρα καὶ ἐνταῦθα πῶς μετὰ ἀσφαλείας ἅπαντα φθέγγεται· οὐ γὰρ ὡς πονηρὸν, ἀλλ’ ὡς ἀσθενῆ, φησὶν, αὐτὸν εἰάσαμεν· εἰ τοίνυν οὐ παρέχει δικαιοσύνην ὁ νόμος, περιττὸν τὸ τῆς περιτομῆς· ἀλλὰ νῦν μὲν οὕτως· προιὼν δὲ δείκνυσιν ὅτι οὐ μόνον περιττὸν, ἀλλὰ καὶ ἐπικίνδυνον· ὅπερ καὶ μάλιστα παρατηρητεόν· πῶς παρὰ μὲν τὴν ἀρχὴν φησὶν “οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου.” προβαίνων δὲ καὶ φορτικώτερον φθέγγεται. (Σευηριανόσ.) Ἄλλος φησὶ, εἰ γὰρ ἐξ ἔργων οὐδεὶς τῶν πόνον φερόντων, ἐκ δὲ πίστεως, ὅπου τὸ τῆς εὐκολίας, καὶ τὸ τῆς δικαιοσύνης μέγα, πῶς οὐκ ἀναγκαῖον, φησὶν, ἐάσαντας νόμον ἀρκεῖσθαι τῇ χάριτι ; ἐξ ἔργων νόμου λέγει μὴ δικαιοῦσθαι, οὐκ ἐξ ἐντολῶν· ἡ γὰρ ἐντολὴ δικαιοῖ ἀκουομένη· τὸ δὲ ἔργον ἦν τὸ δυσκατόρθωτον. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί· ἄρα Χριστὸς ἁμαρτίας διάκονος ; Τοῦ Χρυσοστόμου. Εἰ γὰρ οὐκ ἰσχύει ἡ εἰς αὐτὸν πίστις δικαιῶσαι, ἀνάγκη πάλιν λοιπὸν τοῦ νόμου ἔχεσθαι. ὅτι τὸν νόμον ἀφέντες διὰ τὸν Χριστὸν καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως· ἀλλὰ καὶ κατακρινόμενοι, τῆς . . . . . . . . . . . τὸ αἴτιον γιγνόμενον . . . . . . . . . . . . . φεντες πρὸς τὴν πίστιν ηὐτομολήσαμεν, ὁρᾷς τι κατασκευάζουσιν οἱ Ἰουδαίζοντες ; τὸν Χριστὸν τὸν τῆς δικαιοσύνης ἡμῖν αἴτιον, τοῦτον καὶ ἁμαρτίας ἡμῖν ἀποφαίνουσιν αἴτιον· καθὼς καὶ Παῦλός φησι· "ἄρα Χρι- "στὸς ἁμαρτίας διάκονος;" εἶτα εἰς ἄτοπον τὸν λόγον ἀπαγαγὼν, οὐκ ἐδεήθη λοιπὸν κατασκευῆς πρὸς τὴν ἀνατροπὴν, ἀλλ’ ἠρκέσθη τῇ ἀπαγορεύσει μόνον, εἰπὼν "μὴ γένοιτο·’ πρὸς γὰρ τὰ λίαν ἀναίσχυντα καὶ ἀναιδῆ, οὐδὲ κατασκευαστικῶν δεῖ λόγων· ἀλλ’ ἄρκει καὶ ἀπαγορεῦσαι μόνον· Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐκεῖνοι δεῖξαι ἐβούλοντο ὅτι ὁ μὴ τηρῶν τὸν νόμον παραβάτης· οὐ τῆς πίστεως, ἀλλὰ καὶ αὐτοῦ τοῦ νόμου· οὓ γὰρ κατέλυσα, τὸν νόμον, φησί. ὁ δὲ λέγει, τουτέστι· πέπαυται ὁ νόμος, καὶ τοῦτο ὡμολογήσαμεν, δι’ ὧν ἀφέντες αὐτὸν κατεφύγομεν ἐπὶ τὴν ἐκ τῆς πίστεως σωτηρίαν. ἃν τοίνυν φιλονεικήσωμεν στῆσαι αὐτὸ τοῦτο, παραβάται γινόμεθα, τὰ παρὰ τοῦ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν. (Εὐσεβίου.) Ἄλλος δέ φησι. Ἡ ἐκκλησία νόμον οὐ νόμον . . . . . . . . . . . . . . . . πεπλήρωται ὁ νόμος καὶ πέπαυται. κἂν μὴ τηρῇ νόμον, οὐ παρανομεῖ· ὁ δὲ πότε μὲν ἐσθίων τὰ ἀπηγορευμένα ὑπὸ τοῦ νόμου· πάλιν δὲ μὴ ἐσθίων, τῷ ἐκ δευτέρου μὴ ἐσθίειν, μηνύει ὅτι ἰσχύει ὁ νόμος καὶ μένει εἰς ὃν ἀνατρέχει· οὐκ οὖν ἐπειδὴ μένει ὁ νόμος, αὐτὸς δὲ παρὰ τὰ νόμιμα ἔφαγε, καλῶς ἀκούεις ταῦτα. (Σευηριανόσ.) Καὶ ἄλλος πάλιν φησὶ, πρὸς τὸν Πέτρον ὁ λόγος· σὺ κατέλυσας αὐτὰ δόγματι, ὅπερ ἀπεστάλη παρ’ ὑμῶν τοῖς Ἀντιοχεῦσι καὶ πάσῃ τῇ οἰκουμένῃ· ἀπρεπὲς οὖν ταῦτα διδάσκειν ἑτέρους, ὧν τῆς ἐπιμελείας ἀπέστης, καὶ ἰδίῳ κατέλυσας δόγματι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον. Διπλὴν ἔχει τοῦτο τὴν θεωρίαν· ἣ γὰρ νόμου τοῦ τῆς χάριτος φησί· οἶδε γὰρ καὶ τοῦτον νόμον καλεῖν, ὡς ὅταν λέγῃ· "ὁ δὲ “νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με·” ἣ νόμον ἐνταῦθα, τὸν παλαιὸν λέγει· δεικνὺς ὅτι διὰ τούτου τοῦ νόμου τῷ νόμῳ ἀπέθανε· τουτέστιν αὐτός με ὁ νόμος ἐνήγαγεν εἰς τὸ μηκέτι προσέχειν αὐτῷ· εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω· καὶ τινὶ τρόπῳ Μωϋσῆς φησι, "προφήτην ὑμῖν ἀνα "στήσει κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτοῦ “ἀκούσεσθε” περὶ τοῦ Χριστοῦ λέγων· ὥστε οἱ μὴ τούτῳ πειθόμενοι παραβαίνουσι τὸν νόμον. Τοῦ Χρυσοστόμου. καὶ ἑτέρως δὲ πάλιν νοητέον ἡμῖν τοῦτο· τὸ διὰ νόμου νόμῳ ἀπέθανον· ὁ γὰρ νόμος πάντα κελεύει ποιεῖν τὰ γεγραμμένα, καὶ τὸν μὴ ποιοῦντα κολάζει· οὐκ οὖν ἅπαντες αὐτῷ τετελευτήκαμεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. καὶ ὄρα πὼς καὶ ἐνταῦθα μεμετρημένως ποιεῖται τὴν πρὸς αὐτὸν μάχην· οὐ γὰρ εἶπε, νόμος μοι ἀπέθανεν, ἀλλ’ ἐγὼ τῷ νόμῳ ἀπέθανον ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ τὸν νεκρὸν καὶ τεθνεῶτα οὐκ ἔστιν ὑπάγειν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως καὶ ἐμὲ τὸν ἐκ τῆς ἀρᾶς τῆς ἐκείνου τελευτήσαντα, τῷ γὰρ λόγῳ τῷ ἐκείνου ἀπέθανον· νον· μὴ τοίνυν ἐπιταττέτω τῷ τεθνεῶτι, ὃν καὶ αὐτὸς ἀνεῖλε· καὶ θάνατον οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικόν· δι’ οὗ καὶ τὸν σωματικὸν ἐπήγαγεν· ὅτι γὰρ τοῦτο λέγει, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἵνα γὰρ ζήσω Θεῷ Χριστῷ συνεσταύρωμαι. Επειδὴ γὰρ εἶπεν "ἀπέθανον” ἵνα μὴ τίς εἴπῃ, πῶς οὖν ζῇς ; ἐπήγαγε καὶ τὴν αἰτίαν τῆς ζωῆς καὶ ἔδειξεν ὅτι ο μὲν νόμος, ζῶντα ἀπέκτεινεν· ὁ δὲ Χριστὸς νεκρὸν λαβὼν, διὰ θανάτου ἐζωογόνησε· καὶ διπλοῦν τὸ θαῦμα δείκνυσιν, ὅτι καὶ τὸν νεκρὸν ἐζωοποίησε, καὶ διὰ θανάτου τὴν ζωὴν ἐχαρίσατο· ζωὴν δὲ λέγει νῦν τὴν ἀθάνατον. τοῦτο γάρ ἐστιν "ἵνα Θέῳ ζήσω, Χριστῷ συνε- “σταύρωμαι.” καὶ πῶς ὁ ζῶν καὶ ἐμπνέωνσυνεσσταυρώηθης ; φησὶν, ὅτι μὲν γὰρ ὁ Χριστὸς ἐσταυρώθη, δῆλον· σὺ δὲ πῶς ἐσταύρωσαι καὶ ζῇς ; Ζῶ δὲ οὐκέτι ἐγώ ζῆ δὲ ἐν ἐμοὶ Χριστός. Τὸ μὲν γὰρ εἰπεῖν “Χριστῷ συνεστύρωμαι.” τὸ βάπτισμα ᾐνίξατο. τὸ δὲ εἰπεῖν ζῶ δὲ οὐκέτι ἐγώ, τὴν μετὰ ταῦτα πολι- τείαν δι’ ἧς νεκροῦται ἡμῶν τὰ μέλη. Τί οὖν ἐστι τὸ “ζῇ δὲ “ἐν ἐμοὶ Χριστός ;" οὐδὲν γίνεται, φησὶν, ὑπ’ ἐμοῦ ὧν ὁ Χριστὸς οὐ βούλεται· ὥσπερ γὰρ θάνατον λέγει οὐ τοῦτον τὸν κοινὸν, ἀλλὰ τὸν ἐκ τῶν ἁμαρτίων, οὕτω καὶ ζωὴν τὴν ἐκείνων ἀπαλλαγήν. Θέῳ γὰρ οὐκ ἔστιν ἄλλως ζῇν, ἀλλ’ ἢ νεκρωθέντα τῇ ἁμαρτίᾳ. ὥσπερ οὖν ὁ Χριστὸς τὸν σωματικὸν ὑπέστη θάνατον, οὕτως ἐγὼ τὸν κατὰ τῆς ἁμαρτίας. "Νεκρώσατε γὰρ τὰ μέλη ὑμῶν τὰ "ἐπὶ τῆς γῆς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία.” καὶ πάλιν λέγει, "ἄρα ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη, ὅπερ ἐν τῷ λουτρῷ γέγονε. μετὰ δὲ ταῦτα· ἐὰν μὲν ἦς νεκρὸς τῇ ἁμαρτίᾳ, ζῇς τῷ Θέῳ· ἐὰν δὲ πάλιν αὐτὴν ἀναστήσῃς, ἐλυμήνω τὴν τοιαύτην ζωήν· ἀλλ’ οὐχ ὁ Παῦλος τοιοῦτος· διέμενε δὲ διόλου νεκρός. εἰ τοίνυν ἐν τῷ Θέῳ ζῶ, φησὶν, ἑτέραν παρὰ τὴν ἐν τῷ νόμῳ ζωὴν, καὶ νεκρὸς ἐγενόμην τῷ νόμῳ, οὐδὲν τοῦ νόμου φυλάττειν δύναμαι· καὶ οὐκ εἶπε ζῶ ἐγώ· ἀλλὰ "ζῇ ἐν ἐμοὶ Χριστός·” τίς ταύτην τολμήσει ῥῆξαι τὴν φωνήν ; Επειδὴ γὰρ εὐήνιον ἑαυτὸν τῷ Χριστῷ κατεσκεύασε, καὶ πάντα ἐξέβαλε τὰ βιωτικὰ, καὶ πρὸς τὸ θέλημα τὸ ἐκείνου πάντα ἔπραττεν, οὐκ εἶπε ζῶ τῷ Χριστῷ, ἀλλ’ ὃ πολλῷ πλεῖον ἦν, "ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός. Ωσπερ γὰρ ἡ ἁμαρτία ὅταν κρατήσῃ, αὕτη ἐστὶν ἡ ζῶσα, πρὸς ἃ βούλεται τὴν ψυχὴν ἄγουσα, οὕτως ἂν ἐκείνης νεκρωθείσης, τὰ Χριστῷ δοκοῦντα γίνεται, οὐδὲ ἀνθρωπίνη λοιπὸν ἔστιν ἡ τοιαύτη ζῴη, αὐτοῦ ζῶντος ἐν ἡμῖν, Τουτέστιν, ἐνεργοῦντος, κρατοῦντος. Ἀλλοσ δέ φησιν· ὁ νόμος, σωματικῶν ἔχει τὴν ἐργασίαν τὴν ἀπόλαυσιν· τὸ δὲ φάγε, καὶ τό ’δε μὴ φάγῃς· Σάββατον τήρησον, περιτομήν· ἡ χάρις οὐ βούλεταί σε διὰ τούτων εὐδοκιμεῖν ἐνεκρώθ . . . . . . . τούτοις τὴν χρείαν ἔχω νόμου· ζῶ . . . . . . . ἐγὼ, ζῇ δὲ ἐμοὶ ὁ Χριστός ὃ ἐγὼ ἔζων ἐμαυτῷ, ὑπὸ νόμον ἤμην· ἐπειδὴ δὲ Χριστὸς ζῇ ἐν ἐμοὶ, ὁ μηκέτι ὑπὸ νόμον ἀλλ’ ἐν οὐρανοῖς, ἐκ δεξιῶν τοῦ Πατρὸς, οὐκ ἀθετῶ τὸν ἐν ἐμοὶ ζῶντα. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Πιστεύω γὰρ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ· εἰ δὲ ὁ Υἰὸς τοῦ Θεοῦ ᾧ πιστεύω, ἐν δεξίᾳ τοῦ Πατρὸς, ἐν οὐρανοῖς πολιτεύομαι· ὁ δὲ νόμος, ἐν τοῖς ἐπὶ γῆς εἶχε τὰς τηρήσεις· οὐκ ἄρα ὑπόκειμαι νόμῳ. (Θεόδωροσ.) Ἄλλος πάλιν ὧδε φησίν· ἐπειδὴ ἐν τῷ τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως τύπον ἐπλήρουν, συσταυροῦσθαι ἐλέγοντο τῷ Χριστῷ· ὡς ἃν αὐτοῦ μὲν διὰ σταυροῦ τὸν θάνατον δεξαμένου καὶ ἀναστάντος, αὐτοὶ δὲ κατὰ τύπον τοῦ βαπτίσματος ἐν τοῖς ὁμοίοις γιγνόμενοι, ἐπ’ ἕλπιδι τοῦ καὶ πάντη πότε μετασχεῖν τῶν ὁμοίων, ὅταν τῆς κοινῆς πάντων ἀναστάσεως ἐν τῇ τοῦ αἰῶνος συντελείᾳ τὸν καιρὸν παρεῖναι συμβαίνῃ· τοῦτο οὖν λέγει· “ὅτι αυνεσταύρωμαι,” φησὶν, "τῷ “Χριστᾦ·” οὐδὲ μίαν πρὸς τὴν παροῦσαν ταύτην ζωὴν κοινωνίαν ἔχων, ἐν ᾗ κατὰ νόμον πολιτεύεσθαι ἡμᾶς ἀνάγκη. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός. τῷ τὴν ἐκείνου ζωὴν ζῆν τὴν ἀθάνατον· ἃ γὰρ ἐπὶ τῶν πραγμάτων ἔσται τότε, ταῦτα ὡς ἤδη γεγενημένα λέγει. Καὶ ἄλλοσ πάλιν φησὶ, "ζῇ ἐν ἐμοὶ ὁ Χριστός·’’ ὁ μὴ ὑποκειμενος νόμῳ, ὑπὲρ νόμον ὣν ὡς Υὶός· ἐγὼ δὲ διὰ τὸν ζῶντα ἐν ἐμοὶ, ὥσπερ οἱ δεχόμενοι τὰς αὐγὰς τὰς ἡλιακὰς φωτεινοὶ καὶ διειδεῖς, υἱός ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υίοὖ τοῦ Θεοῦ· τὰ μὲν εἰρημένα μοί φησιν, περὶ τῆς νοερᾶς ζωῆς. εἰ δὲ τίς καὶ ταύτην ἐξετάζοι τὴν αἰσθητὴν, καὶ αὕτη διὰ τὴν εἰς Χριστόν μου πίστιν γέγονεν. ὅσον γὰρ εἰς τὴν παλαιὰν πολιτείαν καὶ τὸν νόμον, ἐσχάτης κολάσεως ἄξιος ἤμην, καὶ πάλαι ἂν ἀπολώλειν· λειν· "πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ e.” καὶ ὑπὸ τὴν ἀπόφασιν ἡμᾶς κειμένους, καὶ γὰρ οἱ πάντες ἀπέθανον εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ ἀποφάσει, κα. ̓ τὴν πληγὴν ἐκδεχομένους. ἐπειδὴ καὶ ὁ νόμος κατηγόρησε καὶ ὁ Θεὸς ἀπεφήνατο, ἐλθὼν ὁ Χριστὸς καὶ εἰς θάνατον ἑαυτὸν ἐκδοὺς, πάντας ἡμᾶς ἐξήρπασε τοῦ θανάτου· ὥστε "ὃ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ’ζῶ,’ τουτέστι, διὰ τὴν εἰς αὐτὸν πίστιν ζῶ. ἐπεὶ, εἰ μὴ τοῦτο ἦν, οὐδὲν ἐκώλυε πάντας ἀφανισθῆναι· ὃ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγονεν· ἀλλ’ ἡ τοῦ Χριστοῦ παρουσία, στήσασα τοῦ Θεοῦ τὴν ὀργὴν, διὰ τῆς πίστεως ζῆν ἡμᾶς ἐποίησεν· ὅτι γὰρ τοῦτο φησὶν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ ὅτι "ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζὼ, ἐπήγαγε. τῇ τοῦ Υἰοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παρδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Εννοήσας τὴν ἀπόγνωσιν τῆς ἀνθρωπίνης φύσεως καὶ τὴν ἄφατον τοῦ Χριστοῦ κηδεμονίαν, καὶ τινῶν ἀπήλλαξε καὶ τίνα ἐχαρίσατο· καὶ πυρωθεὶς ὑπὸ τοῦ περὶ αὐτὸν πόθου, οὕτω φθεγγέται· ἐπεὶ καὶ οἱ προφῆται, τὸν κοινὸν Θεὸν ἰδιοποιοῦντο πολλάκις οὕτω λέγοντες, "ὁ Θεὸς, ὁ Θεός μου πρόσχες μοι.’’ καὶ πάλιν· “ὁ Θεὸς, ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω.” καὶ χωρὶς δὲ τούτων, δείκνυσιν ὅτε ἕκαστος ἡμῶν τοσαύτην ὀφείλει τῷ Θέῳ χάριν, ὅσην ἃν εἰ καὶ δι’ αὐτὸν μόνον ἦλθεν· οὐ γὰρ ἃν παρῃτήσατο καὶ ὑπὲρ ἑνὸς τοσαύτην οἰκονομίαν ἐπιδείξασθαι· οὕτως ἕκαστον ἄνθρωπον τοσούτῳ μέτρῳ ἀγάπης φιλεῖ, ὅσῳ τὴν οἰκουμένην ἅπασαν. Ἡ μὲν οὖν θυσία, ὑπὲρ πάσης προσενήνεκτο φύσεως καὶ ἱκανὴ πάντας f ἀπολῦσαι· οἱ δὲ τῇ εὐεργεσίᾳ χρησάμενοι οἱ πιστεύσαντες εἰσὶ μόνοι· ἀλλ’ ὅμως οὐκ ἐπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονομίας τὸ μὴ πάντας προσελθεῖν· εἶτα αὐτὸς μὲν οὕτω σε ἠγάπησεν, ὡς καὶ ἑαυτὸν παραδοῦναι, καὶ οὐκ ἔχοντα σωτηρίας ἐλπίδα εἰς τοσαύτην καὶ τοιαύτην ζωὴν ἀναγαγεῖν· σὺ δὲ μετὰ τοσαῦτα ἀγαθὰ πρὸς τὰ παλαιὰ παλινδρομεῖς ; Μοετδὴ τοίνυν τὰ ἀπὸ τῶν λογισμῶν ἔθηκεν ἀκριβῶς, λοιπὸν ἐν ἀποφάσει σφοδρῶς ἀνακηρύττει λέγων· “οὐκ ἀθετῶ τὴν χάριν "τοῦ Θεοῦ.’’ ἀκουέτωσαν οἱ ἔτι καὶ νῦν Ἰουδαίζοντες· καὶ γὰρ πρὸς ἐκείνους ταῦτα λέγεται. Εὐσεβίου. Οὐ λέγω ὅτι καὶ μετὰ τὸ πάθος τοῦ χρεία νομίμων· τοῦτο γάρ ἐστιν εἰπεῖν ὅτι ἡ χάρις οὐδὲν ἰσχύει, ὅτι οὐδὲν συμβάλλεται τὸ πάθος. Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα χριστὸς δωρεὰν ἀπέθανεν. Τοῦ Χρυεοστόμου. Τί ταύτης τῆς ἁμαρτίας χαλεπώτερον ; τί τούτων τῶν ῥημάτων ἐντρεπτικώτερον ; εἰ γὰρ ὁ νόμος δικαιοῖ, περιττὸς, φησὶν, ὁ τοῦ Χριστοῦ θάνατος· ὃν προφῆται μὲν ὤδινον· πατριάρχαι δὲ προύλεγον· ἄγγελοι δὲ . . . . . ἐννοήσας. . . . ὑπερβολὴν τῆς ἀτοπίας· εἰς τοσοῦτον πρᾶγμα καὶ τηλικοῦτον, περιττῶς λέγοιεν γεγενῆσθαι· τοῦτο γὰρ ἀφ’ ὧν ἐποίουν συνίστατο, καὶ ὕβρει κατ’ αὐτῶν κέχρηται σφοδροτάτῃ οὕτω λέγων,