# Catena In Epistulam Ad Galatas ΚΕΦ. Ε.

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas, ΚΕΦ. Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-galatas/%CE%9A%CE%95%CE%A6.%20%CE%95.

Ὅτι καὶ Ἀβραάμ ἐκ πίστεως ἐδικαιώθη εἰς τύπον ἡμῶν. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοὶ εἰσὶν Ἀβραάμ. Εἰτα καὶ αὐτὸ τοῦτο, ἀπὸ μαρτυρίας παλαιᾶς συνίστησι. " Προσιδοῦσα γάρ’ φησὶν, " ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ . . . . . . . . . τῷ Ἀβραὰμ . . . . . . . . . πάντα τὰ ἔθνη.’’ Εἰ τοίνυν οὐχ οἱ τὴν φυσικὴν ἔχοντες πρὸς αὐτὸν συγγένειαν οὗτοι εἰσὶν υἱοὶ, ἀλλ’ οἱ τὴν πίστιν ἐκείνου μιμησάμενοι· τοῦτο γάρ ἐστιν " ἐν σοὶ τὰ ἔθνη,’’ δηλονότι εἰς ταύτην εἰσάγεται τὴν συγγένειαν. διὰ δὴ τοῦτο, καὶ ἕτερον δείκνυται μέγα· ἐπειδὴ γὰρ αὐτοὺς ἐθορύβει, τὸ τὸν νόμον ἀρχαιότερον εἶναι, τὴν δὲ πίστιν μετὰ τὸν νόμον, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν αὐτῶν, δεικνὺς, ὅτι τοῦ νόμου πρεσβυτέρα ἡ πίστις· καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ Ἀβραάμ· πρὶν ἣ γὰρ φανῆναι τὸν νόμον, ἐκεῖνος ἐδικαιώθη· σείκνυσι δὲ ὅτι καὶ τὰ νῦν γενόμενα, κατὰ προφητείαν ἐγένετο. Προιδοῦσα γὰρ ἡ γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, οὐκ ἐκ τοῦ νόμου, προενηγγελίσατο τῷ Ἀβραάμ. Τί δὲ τοῦτό ἐστιν ; αὐτὸς ὁ τὸν νόμον διδοὺς, φησι, καὶ πρὶν ἣ τὸν νόμον δοῦναι, τοῦτο ἦν ὁρίσας· ἐκ πίστεως δικαιωθῆναι τὰ ἔθνη· καὶ οὐκ εἶπεν ἀπεκάλυψεν, ἀλλ’ εὐηγγελίσατο· ἵνα μάθῃς ὅτι καὶ ὁ πατριάρχης τούτῳ τῷ τρόπῳ τῆς δικαιοσύνης ἔχαιρε, καὶ σφόδρα ἐπόθει τοῦτο ἐκβῆναι· ἐπειδὴ δὲ φόβος εἶχε καὶ αὐτοὺς ἕτερος . . . . . . . . πᾶς ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά·’’ καὶ τοῦτο λύει τὸ δέος ὁ σοφὸς καὶ συνετὸς σφόδρα, εἰς τὸ ἐναντίον αὐτὸ περιτρέπων καὶ δεικνὺς ὅτι οὐ μόνον εἰσὶν ἐπικατάρατοι οἱ τὸν νόμον ἀφιέντες, ἀλλὰ καὶ εὐλογημέμοι· οἱ δὲ κατέχοντες, οὐ μόνον οὐκ εὐλογημένοι, ἀλλὰ καὶ ἐπικατάρατοι. Πῶς οὖν ταῦτα δείκνυσιν ; ἔδειξε μὲν γὰρ καὶ ἔμπροσθεν τοῦτο εἰπὼν, ὅτι ἡ γραφὴ εἶπε τῷ πατριάρχῃ " ὅτι ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη τότε δὲ νόμος οὐκ ἢν ἀλλὰ πίστις διὸ καὶ συλλογιζόμενος ἐπήγαγεν. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται, σὺν τῷ πιστῷ Ἀβραάμ. Ἵνα δὲ μὴ τοῦτο εἰς ἀντίθεσιν λάβωσιν καὶ εἴπωσιν· εἰκότως ἀπὸ πίστεως ἠδικαιώθη, οὔπω γὰρ ἦν ὁ νόμος, σὺ δέ μοι δεῖξον μετὰ τὴν τοῦ νόμου θέσιν τὴν πίστιν δικαιοῦσαν, ἐπὶ τοῦτο ἕρχεται, καὶ πλέον ὧν ζητοῦσιν. Ἁποδείκνυσιν δὲ οὐχὶ δικαιοῦσαν μόνον τὴν πίστιν, ἀλλὰ καὶ ἐπικαταράτους τοὺς χρωμένους τῷ νόμῳ ποιοῦσαν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg019.local001/.
