Ancient Greek
ΚΕΦ. Η.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas ΚΕΦ. Η..1
Not analysed yet
ὅτι ὑπὸ κτίσιν ἦσαν οἱ ἐν νόμῳ. Λέγω δὲ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ’ ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτως καὶ ἡμεῖς, ὅτι ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Νήπιον ἐνταῦθα, οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην· δεικνὺς ὅτι ὁ Θεὸς μὲν ἐβούλετο ἐξ ἀρχῆς ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμον εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αἱ γὰρ ἡμέραι ἀπὸ δρόμου ἡλίου καὶ σελήνης γίγνονται· εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ’ ἢ καὶ ἐν τῷ χρόνῳ τῆς τελείας ἡλικίας, εἰς τουπίσω πάλιν ὑμᾶς ἀπάγουσιν. ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα, ἐν ὑπηρέτου καθίστησι τάξει. (Θεόδωροσ.) Ἄλλος φησὶ, οὐσίᾳ μὲν ὑπέθετο τὴν ἀρετὴν ὁ Ἀπόστολος, τῇ περὶ τὸν Θεὸν ἀγάπῃ καὶ τῇ περὶ τὸν πλησίον γνωριζομένῃ· χρῆσιν δὲ αὐτῆς οὐκ εἰς δέον, τῷ τἀναντία διαπραττομένους ἀφανίζειν αὐτῆς τὴν ὑπόστασιν· ὑπὸ ἐπιτρόπους τοίνυν καὶ οἰκονόμους γεγόναμεν, ἴνα η συνεχὴς τούτων παρατήρησις εἰς ὑπόμνησιν ἄγῃ πάντοτε ἡμᾶς τοῦ δεδωκότος Θεοῦ τοὺς νόμους· καὶ οὕτω σωφρονέστερον βιοῦντες, μὴ τὴν παραδοθεῖσαν ἡμῖν παραφανίζωμεν οὐσίαν· ἄχρις ἂν ἡ τότε ἐπιστᾶσα τελειότης, βεβαίαν καὶ ὁλοτελῆ τῆς οὐσίας παράσχῃ τὴν ἀπόλαυσιν· ἅτε δὴ καὶ φυλάττειν τότε ἀκέραιον τὴν πατρῴαν δυναμένοις κληρονομιαν. Ὅτε δὲ καὶ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Τοῦ Χρυσόστομου. Δύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως· κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν· ἅπερ οὐδενὶ δυνατὸν ἦν ἢ αὐτῷ κατορθώσειν μόνῳ. τίνα δὲ ταῦτα ἦν; ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόμου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι· ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ φησὶ, καὶ “ἵνα τὴν υἱοθεσίαν “ἀπολάβωμεν·” καλῶς εἶπεν “ἀπολάβωμεν·” δεικνὺς ὁφειλομένην· ἄνωθεν γὰρ ταῦτα ἐπήγγελτο, καθὼς καὶ αὐτὸς διὰ πολλῶν ἔδειξε, τὰς πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γεγενημένας· καὶ πόθεν δῆλον ὅτι γεγόναμεν υἱοὶ φησί; εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ Πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν· οὐ γὰρ ἂν ἐδυνήθημεν καλέσαι πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν· εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμοσύνης, ἀφεῖναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τὰ ὀπίσω; (Θεόδωροσ.) Ἄλως φησὶ, ἠκολούθει τότε τῇ δόσει τοῦ Πνεύματος τὰ γινόμενα θαύματα· ὅπερ ἀναμφίβολον αὐτοῖς τὴν δόσιν ὡς εἰκὸς ἐποίει τοῦ Πνεύματος· ἐντεῦθεν δὲ καὶ τὸ τῆς υἱοθεσίας μετειληφέναι ἐπίστευον· ὅθεν καὶ αὐτὸς θαρρήσας τῷ ἰσχυρῷ τῆς ἀποδείξεως, ὡς ἅτε δὴ ἀπὸ τῶν πραγμάτων εἰλημμένων τῶν καὶ παρ’ αὐτοῖς ἀναμφιβόλων ἐπάγει, Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Οὕτως οὐδὲ μία σοι, φησὶ, πρὸς τοὺς ὑπὸ νόμον ζῶντας κοινωνία λοιπόν. Ἀλλὰ τότε οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε, Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόμενος φησὶ, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακή· καὶ ὅτι μείζονα φέρει τὴν κόλασιν. νῦν δὲ καὶ Θέους οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι τότε μὲν ἐσκοτισμένοι καὶ ἐν πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε· νῦν δὲ ὅτε ἔγνωτε Θεὸν, μᾶλλον δὲ ὅτε ἐγνώσθητε παρ’ αὐτοῦ, πῶς οὐ μείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε κόλασιν, μετὰ τοσαύτην ἐπιμέλειαν τὰ αὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑμεῖς καμόντες εὕρετε τὸν Θεὸν, ἀλλ’ ὑμεῖς μὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑμᾶς ἐπεσπάσατο· ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μὴ δὲ μίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά. (Σευηριανοῦ.) Ἄλλος φησὶ, νῦν βούλεται δεῖξαι, ὅτι μετὰ τὸ τὴν χάριν ἐλθεῖν, κἂν δοκῇ τις κατὰ νόμον σάββατον τηρεῖν καὶ νεομηνίας καὶ ἑορτὰς, ὥσπερ εἰδωλολατρεῖ ταῖς στοιχείοις οἷς ἐθρήσκευεν ἐθνικὸς ὢν, ἄλλως δουλεύων· καὶ οὐ νόμον τηρεῖ, πέπαυται γάρ. πτωχὰ δὲ στοιχεῖα εἰπὼν, οὐ κατηγόρησεν ὡς πονηρῶν, ἀλλ’ ὡς πλουτίζειν μὴ δυναμένων καὶ ἀρκεῖν πρὸς εὐσέβειαν. (Εὐσέβιοσ.) Ἄλλος πάλιν ὧδε φησὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, τὸ γνήσιον τηρῶν· μετ’ ἄρθρου εἶπε τὸν υἱὸν αὐτοῦ· τὸν ὄντα υἱὸν, γενόμενον ἐκ γυναικός. ἐπειδὴ γὰρ γυνὴ προεξένηκεν κεν ἁμαρτίαν, ἐκ γυναικὸς ὁ σώζων· ἐπειδὴ δὲ ὁ νόμος οὐκ ἐδόθη δυνάμενος καὶ ζωοποιῆσαι, γέγονε καὶ ὑπὸ νόμον ὁ ἐλθὼν ἰάσασθαι· στοιχεῖα δέ φησι, τὰ νόμιμα. εἰ δὲ ζητεῖς ἑρμηνείαν παρ’ αὐτοῦ, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, τὴν ἀποκειμένην ἤδη ταῖς ἐπαγγελίαις· κατεχομένην δὲ, ἐν τῷ μεταξὺ εἰσαχθέντος τοῦ νόμου καὶ τῶν χρόνων μὴ ἀποπληρωθέντων· πληρωθέντος δὲ τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, ᾧ ἀπέκειτο ταῦτα· εἰ οὖν καλεῖς ὁ Πατὴρ, δηλονότι γέγονας υἱὸς, καὶ μαρτυρεῖ σοι τὸ Πνεῦμα· “εἰ δὲ υἱὸς, καὶ κληρονό- “’μὸς Θεοῦ διὰ Χριοτοῦ.” τουτέστιν, ἐκ χαρίσματος οὐκ ἐκ φύσεως. Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ὦ Γαλάται, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. τοῖς εἰδώλοις· πῶς πάλιν ἐπεστρέψατε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; πῶς δυνατόν ἐστι τὸν Ἕλληνα ὄντα, τὸν Γαλάτην ἐπιστρέψαι ἐπὶ τὰ στοιχεῖα τοῦ νόμου ἐξ ὧν οὐδὲ ἐξῆλθεν; πρῶτον μάθωμεν τίνα λέγει πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε· ἐάν τις προσχῇ ἄνωθεν τῷ λέγοντι, “ἀλλὰ “τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι “θεοῖς, δηλονότι περὶ Ἑλληνισμοῦ ἀκούει· “μᾶλλον δὲ γων- “σθέντες ὑπ’ αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ; πάλιν νομίζει τις, ὅτι εἰς εἰδωλολατρείαν ἐγκαλεῖται. τὸ γὰρ πάλιν ἐπιστρέψαι, ἀναδραμεῖν ἐστιν ἐπ’ ἐκεῖνα ἀφ’ ὧν τις ἐξῆλθεν· οὐκοῦν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, στοιχεῖα, κατὰ ταύτην τὴν ἀκολουθίαν, Ἑλληνικοῦ νομίζεται· εἰδῶμεν τι λέγει τὰ ἑξῆς· “οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε·” ἑρμήνευσε τί ἐστι τὸ “ἐπιστρέφετε·” τὸ “οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε.” Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι ὑμᾶς μή πὼς εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Εἰ ἀπὸ Ἑλληνισμοῦ ἤρξαντο, πῶς ἔρχονται ἐπὶ ἸουδαΪσμόν ; ἀλλὰ τὰ δύο ταῦτα γέγονεν εἰς τοὺς Γαλάτας· καὶ πρὸς τὰ δύο ταῦτα μεταχειρίζεται τὰ φάρμακα· ἔστω φησίν· ἦτε ἀγνοοῦντες Θεόν· νῦν δὲ γνόντες αὐτὸν, μᾶλλον δὲ γνωθέντες ὑπ’ αὐτοῦ, πῶς πῶς πάλιν ἐπιστρέφετε ἐπὶ νόμον, ὃν οὔτε ἔσχον ὅσοι ἔσχον; καὶ συνίστατο λοιπὸν ὁ νόμος· οὕτως καθὼς λέγει καὶ περὶ Ἑλληνισμοῦ αὐτῶν τοῦ ποτὲ, καὶ περὶ ἀναδρομῆς τῶν Ἰουδαϊζόντων ἐπὶ ’τον νόμον. (Χρυσοστόμου.) Ἄλλος φησὶ, ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον αὐτοῖς περιτομὴν ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ καὶ τὰς ἑορτὰς καὶ νουμηνίας· “φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς·” ὡσανεὶ ἔλεγεν, ἀναμνήσθητέ μου τῶν κόπων, τῶν πόνων τῶν εἰς ὑμᾶς· μὴ κενώσητέ μου τοὺς τοσούτους ἱδρῶτας· εἰπὼν δὲ “φό- “βουμαι” καὶ τὸ “μήπως” προσθεὶς, καὶ εἰς ἀγωνίαν αὐτοὺς ἐνέκαλε, καὶ εἰς ἐλπίδας χρηστάς· οὐ γὰρ εἶπεν εἰκῆ ἐκοπίασα, ἀλλὰ μήπως· κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην· εἶτα ὥσπερ χειμαζομένοις χεῖρα ὀρέγων, ἑαυτὸν εἰς μέσον ἄγει λέγων, Γίνεσθε ὡς ἐγώ· ὅτι κἀγὼ ὡς ὑμεῖς. ταῦτα πρὸς τοὺς ἐξ ουδαίων· κἀντεῦθεν πείθων αὐτοὺς ἀποστῆναι τῶν παλαιῶ εἰ γὰρ καὶ μηδένα ἕτερον ἔχετε ὑπόδειγμα, ἤρκει εἰς ἐμὲ μόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς μεταβολῆς, καὶ θαρρῆσαι ῥᾳδίως· ἴστε γὰρ σαφῶς φησὶ, πῶς μεθ’ ὑπερβολῆς πολλῆς λῆς ἀντειχόμην τοῦ Ἰουδαϊσμοῦ, καὶ πῶς μετὰ μείζονος σφοδρότητος αὐτὸν εἴασα μετὰ ταῦτα· καὶ καλῶς αὐτὸ τέθεικεν ὕστερον. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν μυρίους εὕρωσι λογισμοὺς καὶ δικαίους, ἀπὸ τοῦ ὁμογενοῦς μᾶλλον ἐφέλκονται· καὶ ὅταν ἕτερον ἴδωσι τὰ αὐτὰ πράττοντα, μᾶλλον ἔχονται τῶν αὐτῶν. (Εὐσέβιοσ.) Ἄλλος φησὶ, καὶ μὴν οὔτε σὺ ἦς Ἕλλην, οὔτε οὗτοι Ἰουδαῖοι· ἀλλὰ ἐπειδὴ Ἰουδαΐζον, καὶ αὐτὸς ἀπὸ Ἰουδαϊσμοῦ μετῆλθε, λέγει, Ἀδελφοὶ δέομαι ὑμῶν. Ὁ ἀλγῶν δέεται, καὶ ὁ πονῶν παρακαλεῖ· ἀδελφοὺς δὲ καλεῖ, τῇ οἰκειότητι τῆς προσηγορίας ἐκβάλλων τὴν ὑπόνοιαν τὴν κατὰ τὴν ἐπιβουλήν· εἰ γὰρ ἄλλα μὲν ἐφρόνει, ἄλλα δὲ παρ’ αὐτοῖς ἔλεγεν, ἐπίβουλος ἦν καὶ ἐχθρός. Σευηριανόε. Μῆ γὰρ ἄλλην τινὰ ἔσχον λύπην πρὸς ὑμᾶς καὶ διὰ τοῦτο ἐπιπλήττω. Χρυσοστόμου. Καὶ δηλῶν, ὅτι οὐ μίσους οὐδὲ ἔχθρας ἦν τὰ εἰρημένα, ἀναμιμνήσκει κεἰ τῆς ἀγάπης αὐτοὺς, ἣν ἐνεδείξατο περὶ αὐτὸν, καὶ μετ’ ἐγκωμίων τὴν ἀπολογίαν τίθησι· διὸ φησὶ, Δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε· οἴδατε δὲ, ὅτι δι’ ἀσθένειαν τῆς σαρκός μου, εὐαγγελισάμην ὑμῖν καὶ τὸν πειρασμόν μου τὸν ἐν τῆ σαρκί μου οὐκ ἐξουθενήσατε. Οὐ μόνον οὐκ ἠδικήσατέ με φησὶν, ἀλλὰ καὶ πολλὴν καὶ ἄφατον ἐπεδείξασθε περὶ ἐμὲ εὔνοιαν· καὶ οὐχ οἷόν τε τὸν τοσαύτης ἀπολαύσαντα θεραπείας ἐκ κακονοίας ταῦτα λέγειν· εἰ τοίνυν μἠ δι’ ἐπάχθειαν ταῦτα λέγω, λείπεται διὰ φιλοσοφίαν καὶ κηδεμονίαν· ἠλαυνόμην γάρ φησιν· ἐμαστιγούμην· μυρίους θανάτους ὑπέμενον κηρύττων ὑμῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου· τοῦτο γάρ ἐστι “τὸ πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενή- “σατε οὐδὲ διεπτύσατε·” ἀλλ’ ὅμως, οὐδὲν ὑμᾶς τούτων ἐσκανδάλισε φησίν· οὐδὲ διεπτύσατε τὰ πάθη καὶ τοὺς διωγμούς· ἀσθένειαν γὰρ καὶ πείρας . . . . . . . . . . . καλεῖ. Ἄλλην γραφὴν παρέθετο Εὐσέβιοσ ὁ Ἐμίσης, ἔχουσαν οὕτως, “Καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκὶ μου, οὐκ ἐξουθενή “σατε·” καὶ φησίν· ἐγὼ ταῦτα ὑπέμενον, καὶ ὑμεῖς ἐπειράζεσθε δοκιμαζόμενοι, εἴγε προσίεσθέ με καὶ τὸν δι’ ἐμοῦ κηρυττόμενον λόγον, ἐν τούτοις με θεωροῦντες τοῖς κινδύνοις· τὰ οὖν ἐμὰ πάθη, καὶ οἱ διωγμοὶ, ὤ Γαλάται, ὑμέτερος ἦν πειρασμός. Ἀλλ᾿ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με. Χρυσοστόμου. Πῶς οὖν οὐκ ἄτοπον, διωκόμενον μὲν καὶ ἔλαυνόμενον ὡς ἄγγελον Θεοῦ δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα μὴ δέχεσθαι; τίς οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν, ὅτι εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν, ἐδώκατέ μοι· ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν. τίς ὑμᾶς φησὶν, ἐξαπάτησε καὶ ἔπεισεν ἑτέρως διατεθῆναι πρὸς ὑμᾶς; οὐχ ὑμεῖς ἐστὲ οἱ περιέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν τιμιώτερον ἄγοντες; τί τοίνυν γέγονε; πόθεν ἡ ἔχθρα; πόθεν ἡ ὑποψία; ὅτι τἀληθῆ πρὸς ὑμᾶς εἶπον; διὰ τοῦτο μὲν οὖν μειζόνως ἐχρῆν τιμᾶν καὶ θεραπεύειν· ἐγὼ γάρ φησι, οὐκ οἰδα ἄλλην αἰτίαν, ἢ τὸ τἀληθῆ λέγειν ὑμῖν. καὶ ὅρα μεθ’ ὅσης ἀπολογεῖται ταπεινοφροσύνης· οὐ γὰρ ἀφ’ ὧν περὶ αὐτοὺς ἐπεδείξατο, ἀλλ’ ἀφ’ ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι ἐκ κακονοίας ταῦτα λέγεσθαι· οὐδὲ γὰρ εἶπεν οὕτως· καὶ πῶς ἐγχωρεῖ τὸν μαστιζόμενον, τὸν ἐλαυνόμενον, τὸν μυρία πάσχοντα δι’ ὑμᾶς, νῦν ἐπιβουλεύειν ὑμῖν; ἀλλ’ ἀφ’ ὧν εἶχον ἐναβρύνεσθαι ἐκεῖνοι, ἀπὸ τούτων συλλογίζεται λέγων, πῶς ἐγχωρεῖ τὸν τιμηθέντα παρ’ ὑμῶν, τὸν ὡς ἄγγελον δεχθέντα, τοῖς ἐναντίοις ἀμεί- ψασθαι; Θεόδωροσ. Τὸ οὖν “τίς” ἐνταῦθα, ἀντὶ τοῦ ποῦ ὁ μακαρισμός; οἴχεται, ἀπώλετο· καλῶς οὐκ ἀποφηνάμενος, ἀλλὰ δι’ ἐρωτήσεως ἐνδειξάμενος. Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ’ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. Τοῦ Χρυσοστόμου. Ἔστι ζῆλος καλὸς, ὅταν τις οὕτως ζηλοῖ, ὥστε μιμήσασθαι τὴν ἀρετήν· ἔστι καὶ ζῆλος πονηρὸς, ὅταν τις οὕτως ζηλοῖ, ὥστε ἐκκαλεῖν τῆς ἀρετῆς τὸν κατορθοῦντα· ὃ δὴ καὶ οὗτοι νῦν ἐπιχειροῦσι· τῆς μὲν τελείας γνώσεως ἐκκαλεῖν θέλοντες, εἰς δὲ τὴν ἠκρωτηριασμένην καὶ νόθον ἀγαγεῖν· δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἵνα αὐτοὶ μὲν ἐν τάξει κάθηνται διδασκάλων, ὑμᾶς δὲ τοὺς ὑψηλοτέρους αὐτῶν ὄντας, ἐν τάξει καταστήσωσι μαθητῶν· τῶν· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ἵνα αὐτοὺς ζηλοῦτε· ἐγὼ δὲ, τοὐναντίον βούλομαι φησὶν, ὑμᾶς αὐτῶν κανόνα καὶ ὑπόδειγμα γίνεσθαι τῶν τελειοτέρων· ὃ δὴ καὶ ἐγένετο, ὅτε πρὸς ὑμᾶς ἤμην· διὸ καὶ ἐπάγει λέγων, Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. Ἐνταῦθα γὰρ αἰνίττεται, ὅτι ἡ . . . . . . . . . . . . . . τοῦτό ἐστι, τὸ μὴ παρόντος τοῦ διδασκάλου μόνον, τοὺς μαθητὰς τὴν δέουσαν γνώμην ἔχειν, ἀλλὰ καὶ ἀπόντος. Ἐπειδὴ δὲ ἐκεῖνοι, οὐδέπω πρὸς τοῦτο ἦσαν τελειότητος ἀφιγμένοι, πάντα ποιεῖ ὥστε εἰς τοῦτο αὐτοὺς ἐμβιβάσαι. (Σερηριανόε) Ἄλλος δέ φησι εἰς τὸ “τίς οὖν ὁ μακαρισμός; ἀντὶ τοῦ οὐδείς· ἣ οὕτως· τὸ τηρεῖν νόμον, ἢ τὸ πίστει ζην· καὶ ἐπειδὴ εἶπεν ὅτι ἐκεῖνοι θέλουσιν οὐχὶ ὑμᾶς ζηλοῦν, ἵνα τὸ τέλειον αὐτοὶ ἔχωσι τῆς πίστεως, μὴ τηροῦντες νόμον, ἀλλ’ αὐτοὺς ὑμᾶς ζηλοῦν, ἐπήγαγεν, ὅτι ταῦτα λέγω οὐ φθονῶν αὐτοῖς, ὄφελον γὰρ κἀκεῖνοι τέλειοι ἦσαν τῇ πίστει κεχρημένοι, καὶ ἀκώλυτον ἢν αὐτοὺς ζηλοῦσθαι καὶ μιμεῖσθαι ἡμᾶς· καὶ ὑμεῖς οὐν τοιαῦτα πράττετε, ἃ καὶ ζηλωτοὺς ὑμᾶς ποιεῖ· ἵνα πάντες ὑμᾶς μιμῶνται, καὶ μὴ ὅταν ἔλθω αἰδεσθέντες με, τοιοῦτοι γίνεσθε, ἀλλὰ καὶ ἐμοῦ μὴ παρόντος ἑαυτοὺς διορθοῦσθε. Παιδία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τοῦ Χρυσοστόμου. Μητέρα μιμεῖται περιτρέμουσαν τοῖς παιδίοις· εἶδες ἀθυμίαν Ἀποστόλῳ πρέπουσαν; διεφθείρατε φησὶ, τὴν εἰκόνα· ἀπωλέσατε τὴν συγγένειαν· τὴν μορφὴν ἠλλοιώσατε· ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ διαπλάσεως· ἀλλ’ ὅμως ἐπεὶ τέκνα καλῶ τὰ ἀμβλωθρίδια, τὰ ἐκτρώματα· καὶ τοῦτο μὲν οὐ λέγει, ἑτέρως δέ· φείδεται γὰρ καὶ οὐ βούλεται πλῆξαι, οὐδὲ τραύματα ἐπιθεῖναι τραύμασιν· ἀλλ’ ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς μακρὰν καταπεσόντας νόσον οὐχ ὑφ’ ἓν θεραπεύουσιν, ἀλλὰ διαλιμπάνουσιν, ὥστε μὴ ὀλιγοψυχοῦντας ἀπολέσθαι, οὕτως καὶ ὁ μακάριος οὗτος· καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωματικῶν δριμύτεραι· ὅσῳ καὶ φιλοστοργία μείζων· καὶ τὸ ἁμαρτηθὲν, οὐ τὸ τύχον ἢν. Θεόδωροσ. Τὸ δὲ πάλιν, ὥστε τῶν παλαιῶν ὠδίνων ἀγαγεῖν εἰς μνήμην· τὸ δὲ “ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν,” ἐπίτασιν ἔχει τοῦ πάθους, οὐδὲ γὰρ εἰδότος ἐστι ποῦ ποτε στήσεται αὐτῷ τὰ τῶν ὠδινῶν. Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου. Χρυσοστόμου. Οὐκ ἀρκεῖται τοῖς ῥήμασιν, ἀλλ’ ἐπιξητεῖ καὶ τὴν παρουσίαν· τοιοῦτον γὰρ ἡ ἀγάπη· τίνος δὲ ἔνεκεν ζητεῖ τὴν παρουσίαν; ὥστε “ἀλλάξαι τὴν φωνήν μου” φησίν· ὀλοφυρμὸν κινῆσαι καὶ δάκρυα, καὶ πάντας εἰς θρῆνον ἐπισπάσασθαι· διὰ γὰρ ἐπιστολῆς, οὐκ ἦν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν· διὸ καίεται τὴν παρουσίαν ζητῶν. (Εὐσέβτοσ.) Ἄλλος φησὶν, ἐπειδὴ ἐτύγχανε δεδεμένος καὶ κατεχόμενος, φησὶ, τὸ “ἤθελον ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἀλλάξαι “τὴν φωνήν μου·’’ αὐτὰ ταῦτα νῦν ὑμῖν κηρύττειν, ἃ οἱ ταράττοντες λέγουσί με κηρύττειν ἀλλαχοῦ· καὶ ὅτι δεῖ περιτέμνεσθαι καὶ τὰ νόμιμα τηρεῖν· ἄρα οὐκ ἃν αὐτοὶ ὑμεῖς οἱ τότε μὲν παρ’ ἐμοῦ ἐκεῖνα δεξάμενοι, νῦν δὲ τὰ ἐναντία ἀκούοντες σκηνὴν καὶ παίγνιον ἐνομίσατε τὰ κατ’ ἐμέ· θαυμάζω γὰρ εἰ ἐκεῖνα ἀκούσαντες παρ’ ἐμοῦ, ὑποπτεύετέ με ἄλλα ἔχειν ἐν τῇ διανοίᾳ, ἄλλα δὲ τοῖς οὕτω με τιμήσασι κεκηρυχέναι. Οτι ἀποροῦμαι ἐν ὑμῖν. Οὐκ ἔχω γάρ φησι, τί εἴπω οὐκ ἔχω τί λογίσομαι πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ διὰ τῶν κινσύνων οὓς ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων ὧν ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἄθροον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαίζειν ἀναγκαζόντων ἐκκρέμασθαι. ἐπειδὴ οὖν ὠλοφύρατο, καὶ ἐμάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο μειζόνως, πάλιν εἰς τοὺς ἀγῶνας ἐμβαίνει, κεφάλαιον τιθεὶς μεῖζον· καὶ δεικνὺς ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι· τότε μὲν οὖν ἀπὸ τοῦ Ἀβραὰμ τὸ παράδειγμα εἰσήγαγε· νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόμον παραινοῦντα μὴ φυλάττειν αὐτὸν ἀλλ’ ἀναχωρεῖν· ὅπερ ἢν ἰσχυρότατον. Θεόδωροσ. Καλὴ δὲ καὶ ἡ πρὸς ἐκείνους ἀποστροφὴ τῶν λόγωι διὰ γὰρ πάντων φαίνεται ὁ Ἀπόστολος ὑπὸ τῆς τῶν γεγονότων ὀργῆς συνεχεῖς τὰς μεταβολὰς δεχόμενος, καὶ τὰ μὲν πρὸς τούτους ἀγανακτῶν, τὰ δὲ πρὸς ἐκείνους, τὸ δὲ καὶ ἀλγῶν ὡς ἐπὶ τέκνοις ἀπολωλόσι· καὶ ὅλως ἀκριβῶς τίς σκοπούμενος, πολλὴν ἴδοι ἃν ἐν τοῖς γεγραμμένοις τῶν παθῶν τὴν ἐναλλαγήν.