# Catena In Epistulam Ad Galatas ΚΕΦ. Θ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas, ΚΕΦ. Θ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-galatas/%CE%9A%CE%95%CE%A6.%20%CE%98..1

Ὅτι ἐν τῇ ἐλευθέρᾳ γυναικὶ τοῦ Ἀβραὰμ καὶ τῷ γνησίῳ παιδὶ ὑποτυπωθέντας, οὐ χρὴ δουλοῦσθαι νόμῳ. Λέγετέ μοι ὑμεῖς οἱ ὑπὸ νόμου θέλοντες εἶναι. Χρυσοστόμου. Καλῶς εἰπεν “ οἱ θέλοντες·” οὐ γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας, ἀλλὰ τῆς ἐκείνων ἀκαίρου φιλονεικίας τὸ πρᾶγμα ἦν· νόμον δὲ ἐνταῦθα, τὸ βιβλίον τῆς κτίσεως καλεῖ· ὅπερ πολλάκις ποιεῖ, τὴν παλαιὰν πᾶσαν οὕτως ὀνομάζων. “ ὅτι “ Ἀβραὰμ, δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ “ τῆς ἐλευθέρας·” πάλιν ἐπὶ τὸν Ἀβραὰμ ἄνεισιν, ἐπειδὴ πολλὴ παρὰ τοῖς Ἰουδαίοις τοῦ πατριάρχου ἦν ἡ δόξα· ἣν δείκνυσιν, ὅτι ἐκεῖθεν οἱ τύποι τὴν ἀρχὴν ἔλαβον, καὶ τὰ παρόντα ἐν αὐτῷ προεζωγραφεῖτο· καὶ πρῶτον δείξας υἱοὺς ὄντας τοῦ Ἀβραάμ· ἐπειδὴ οὐ τῆς αὐτῆς ἀξίας ἦσαν υἱοὶ τοῦ πατριάρχου· ἀλλ’ ὁ μὲν ἐκ τῆς δούλης, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δείκνυσιν ὅτι οὐ μόνον υἱοὶ, ἀλλὰ καὶ οὕτως υἱοὶ, ὡς ὁ ἐλεύθερος καὶ εὐγενής· τοσαύτη τῆς πίστεως ἡ δύναμις. Ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, κατ’ ἐπαγγελίαν. Επειδὴ ἔλεγεν ὅτι ἡ πίστις ἡμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι, εἰ τοὺς μὴ γενομένους ἐξ ἐκείνου τούτους φησὶ υἱοὺς εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο, ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ σαρκὸς δύναμιν γενόμενος, καὶ υἱὸς καὶ γνήσιος ἦν· ἀπὸ νεκρῶν σωμάτων φὺς καὶ ἀπὸ τῆς μήτρας ἐκείνης· οὐ γὰρ ἡ σὰρξ τὴν κύησιν, οὐδὲ τὸ σπέρμα τὸν τόκον εἰργάσατο, ἀλλ’ ὁ τοῦ Θεοῦ λόγος αὐτὸν ἔπλασεν· ἐπὶ δὲ τοῦ δούλου οὐχ οὕτως, ἀλλ’ ἐκεῖνος τοῖς τῆς φύσεως θεσμοῖς καὶ τῇ τοῦ γάμου συνηθείᾳ τίκτεται· ἀλλ’ ὅμως ὁ μὴ κατὰ σάρκα, τοῦ κατὰ σάρκα γεννηθέντος τιμιώτερος ἦν. μὴ θορυβείτω τοίνυν ὑμᾶς τὸ κατὰ σάρκα γεγεννῆσθαι· διὰ γὰρ τοῦτο μάλιστα αὐτοῦ συγγενεῖς ὑμεῖς, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε· θαυμαστότερος γὰρ ὁ τόκος ὁ μὴ κατὰ σάρκα, καὶ πνευματικώτερος· καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων· ἐτέχθη κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας· ὁ δὲ κατ’ ἐπαγγελίαν τεχθεὶς ὁ Ἰσαὰκ, ἅτε υἱὸς ὣν γνήσιος καὶ ἐλεύθερος, κύριος πάντων ἦν. Ἁτινά ἐστιν ἀλληγορούμενα. Καταχρηστικῶς τὸν τύπον ἀλληγορίαν ἐκάλεσεν· ὃ δὲ λέγει τοῦτό ἐστιν· ἡ μὲν ἱστορία αὕτη· οὐ τοῦτο δὲ μόνον παραδηλοῖ ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀναγορεύει, διὸ καὶ ἀλληγορία κέκληται· τί δὲ ἀνηγόρευεν ἕτερον ἣ τὰ παρόντα πάντα ; (Θεόδωροσ.) Καὶ ἄλλος δὲ ἀλληγορίαν, φησὶν, ἐκάλεσε, τὴν ἐκ παραθέσεως τῶν ἤδη γεγονότων πρὸς τὰ παρόντα σύγκρισιν· ὥσπερ γάρ, φησιν, ὁ Ἰσμαὴλ κατὰ σάρκα γεγέννηται, οὕτως καὶ ἐνταῦθα ὁ νόμος τοὺς ὑπ’ αὐτὸν ἐβούλετο πολιτεύεσθαι καὶ τὴν ἐκεῖθεν δικαίωσιν δέχεσθαι· καὶ ὥσπερ ὁ Ἰσαὰκ κατὰ χάριν γεγέννηται· τοῦτο γὰρ ἡ ἐπαγγελία τῆς ἀκολουθίας τοῦτο μὴ βουλομένης, οὕτως καὶ τῶν κατὰ Χριστὸν ὁ σκοπὸς οὗτος ἦν καὶ τὸ τέλος· λυθῆναι μὲν τὸν θάνατον, ἀναστάντας δὲ ἅπαντας τοὺς πώποτε γεγονότας ἀνθρώπους, ἐν ἀθανάτῳ διάγειν τῇ φύσει, μηδαμῶς ἁμαρτεῖν ἐπιδεχομένους ἔτι, διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἔτι τότε χάριν τοῦ πνεύματος. ἔστι δὲ ἀκολουθία μὲν γινομένη φύσεως, ἡ εἰς τόνδε τὸν βίον τῶν τικτομένων πάροδος· ἐφ’ οὗ τὴν κατὰ νόμον πολιτείαν χώραν ἔχειν συμβέβηκε· χάριτος δὲ ἡ γέννησις ἐκείνη, καθ’ ἣν ἀνιστάμενοι πάντες, εἰς τὴν μέλλουσαν ζωὴν ἀποτίκτονται. (Σευηριανόε.) Καὶ ἄλλος δὲ ὧδε φησὶ, νῦν τῷ ὀνόματι κατεχρήσατο, οὐ τῇ δυνάμει τῆς ἀλληγορίας. ἡ γὰρ ἀλληγορία, οὐ στοιχεῖ τοῖς ῥητοῖς, ἄλλα δέ τινα ἐμφαινόμενα ἀπὸ τῆς κατὰ τὴν ὑφὴν τῶν νοημάτων ἀκολουθίας εἰσάγει· οἷόν ἐστι, τὸ “ φιλη- “ σάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, τοῦ ἐν τοῖς ἄσμασι τῶν ἀσμάτων. ἐκεῖ γὰρ οὔτε φίλημα οὔτε θρὶξ οὔτε κοιλία οὐδὲ μηροί· ἕτερόν τι, ἀλλὰ ἄλλα δι’ ἄλλων εἰσάγεται καὶ τοῦτό ἐστι ἀλληγορίας εἶδος κύριον· ἐνταῦθα δὲ καὶ ἡ ἱστορία ὡμολόγηται καὶ ὅτι τύπος ἐστὶ τοῦ μέλλοντος ἀποδέδεικται· ἡ οὖν δι’ . . . προφητεία, ἀλληγορία νῦν ὠνόμασται· τῶν γὰρ προφητειῶν, αἱ μὲν εἰσὶ διὰ λόγων μόνον, ὡς τὸ “ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται·” ἡ δὲ δι’ ἔργων μόνον, ὡς Μωῦσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ ἡ δὲ καὶ δι’ ἔργων καὶ διαλόγων, ὡς τὸ πρὸς Ἱερεμίαν ῥηθὲν, τὸ “ λάβε περίζωμα καινὸν, καὶ περιθοῦ, εἶτα θάψον αὐτὸ παρὰ τὸν “ Εὐφράτην· καὶ ὡς διερρύη τῷ χρόνῳ καὶ διεβρώθη, λάβε αὐτό” φησιν “ ἐκεῖθεν.” Ἕως γὰρ τούτου, δι’ ἔργων ἡ προφητεία· τὸ δὲ ἑξῆς, καὶ διὰ λόγων ὅτι οὕτως κἀγὼ τοὺς υἱοὺς Ἰσραὴλ “ περιεθέμην, καὶ οὕτως αὐτοῖς ἐβοήθησα, καὶ οὕτως αὐτοὺς εἰς Βαβυλῶνα ἀπάγω αἰχμαλώτους, καὶ σαθρωθέντας καὶ φθαρέντας “ ἐκεῖθεν ἀναγάγω καὶ ἀποκαθιστῶ·” νῦν οὖν τὴν δι’ ἔργων προφητείαν, ἀλληγορίαν ὠνόμασεν. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ. Χρυσοστόμου. Αὗται τίνες ; αἱ μητέρες τῶν παιδίων ἐκείνων, ἡ Σάρρα καὶ ἡ Ἅγαρ. τι εἰσι δύο διαθῆκαι ; δύο νόμοι· ἀλλ’ ἐπειδὴ γυναικῶν ὀνόματα ἦν ἐν τῇ ἱστορίᾳ, ἐνέμεινε τῇ προσηγορίᾳ τοῦ γένους· καὶ ἀπὸ τῶν ὀνομάτων πολλὴν δεικνὺς τὴν ἀκολουθίαν· πῶς ἀπὸ τῶν ὀνομάτων ; Τὸ γὰρ Ἅγαρ Σινὰ ὄρος ἐστὶ ἐν τῆ Ἀραβίᾳ. Ἄγαρ ἐλέγετο ἡ δούλη· τὸ δὲ Σινὰ ὄρος οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν γλώττῃ, ὥστε τοὺς ἀπὸ παλαιᾶς τικτομένους πάντας, ἀνάγκη δούλους εἶναι· τὸ γὰρ ὄρος ἐκεῖνο ἔνθα ἡ παλαιὰ διαθήκη ἐδόθη ὁμώνυμον τῇ δούλῃ, περιλαμβάνει καὶ τὴν Ἱερονσαλήμ· τοῦτο γάρ ἐστι “ συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ· τουτέστι, γειτνιάζει, ἅπτεται· τι οὖν ἐκ τούτου ; ὅτι οὐ μόνον ἐκείνη δούλη ἦν καὶ δούλους ἔτικτεν, ἀλλὰ καὶ αὕτη, Τουτέστιν ἡ διαθήκη, ἧς τύπος ἡ δούλη· καὶ γὰρ Ἱερουσαλήμ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ οὖν τῷ ὄρει, καὶ ἡ διαθήκη δέδοται. ποῦ οὖν καὶ τῆς Σάρρας τύπος ; Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μητὴρ ἤμων. Ἡ ἄνω ποία ; ἡ ἐν τῷ οὐρανῷ· αὐτὴ γὰρ οὐχ ὑπόκειται νόμῳ, τοῦτο γάρ ἐστιν ἐλευθέρα ἐστίν. οὐκοῦν καὶ οἱ ἐξ αὐτῆς τικτόμενοι, οὐ δοῦλοι. (Θεόδωροσ.) Καὶ ἄλλος δέ φησιν, Ἀραβία τὸ παλαιὸν, οὐχ νῦν οὕτως ὀνομαζομένη μόνον ἐλέγετο, ἀλλ’ Ἅγαρ ἥτε ἔρημος πᾶσα καὶ τὰ περὶ αὐτὴν οἰκούμενα μέρη· καὶ μὴν καὶ τῆς Αἰγύπτου μέρος οὐκ ἐλάχιστον· τοῦτο οὖν θέλει εἰπεῖν περὶ τῆς λγαρ, ὅτι τῇ παρ’ ἡμῖν Ἱερουσαὴμ, τουτέστι τῇ κατὰ τὸν βίον τοῦτον θεωρουμένῃ ἰσοδυναμεῖ ἡ Ἅγαρ· ταύτην ἡμῖν τὴν τάξιν ἐπεχούσης τῆς νῦν Ἱερουσαὴμ, ἐφ’ ἧς τὰ τῆς διαθήκης ἐκείνης νόμιμα πληροῦται πρὸς τὰ προσδοκώμενα· ὧν δεῖ καὶ τεύξεσθαι ἐπὶ τοῦ μέλλοντος ἐλπίζομεν αἰῶνος, ἣν ἐπεῖχεν ἡ Ἅγαρ πρὸς τὴν Σάρραν κρινομένη· τὸ μέντοι “ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς’’ οὐ περὶ τῆς Ἅγαρ λέγει, ἀλλὰ περὶ τῆς ἐν τῷ Σινᾶ δοθείσης Θιαθήκης. Καὶ ἄλλοι δὲ πάλιν φησὶν, οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Σινᾶ ὄρους, ἀλλ’ ἐπειδὴ οἱ Σαρακηνοὶ οἱ ἀπὸ τοῦ Ἰσμαὴλ τὴν ἔρημον ἔχουσι τὴν παρατείνουσαν ἕως τοῦ Σινᾶ ὄρους. Ἐν δὲ τῷ Σῆ ὁ νόμος ἐδόθη εἰς δουλείαν γεννῶν. ἀπὸ δὲ τοῦ Σινὰ ὄρους αἱ πλάκες δοθεῖσαι ἐκομίσθησαν ἐν τῷ Ἰσραὴλ, καὶ πολλάκις μετενεχθεῖσαι ἀπὸ τόπου εἰς τόπον τελευταῖον ἱδρύθησαν ἐν Ἱεροσολύμοις. Διὰ τοῦτο ἐπήγαγεν “ συστοιχεῖ τῇ νῦν Ἱερουσαλὴμ’’ “ δουλεύει δὲ “ μετὰ τῶν τέκνων αὐτῆς,” ὅπου γῆς ἐπαγγελία καὶ κτῆσις καὶ γάμος, καὶ τὰ ἀνθρώπινα, καὶ δουλεία ἀκολουθεῖ. Ὅπου δὲ ἀπαλλαγὴ τῶν ἐπὶ γῆς φροντίδων καὶ τῶν δεσμῶν, καὶ ἐν οὐρανοῖς ἡ πολιτεία, ἐξ αὐτῆς τῆς πολιτείας ἡ ἐλευθερία. Οὐ γὰρ h ἀρ’ κεῖται τοῖς τύποις. Ἀλλὰ καὶ τὸν Ἠσαίαν προστίθησι μαρτυροῦντα τοῖς εἰρημένοις. Εἰπὼν γὰρ ὅτι ἡ ἄνω Ἰερουσαὴμ μήτηρ ἡμῶν ἐστι, καὶ τὴν ἐκκλησίαν οὕτω καλέσας, παρίστησι τὸν προφήτην τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον. “ Εὐφράνθητι γὰρ, στεῖρα,” φησιν, ἡ “ οὐ τίκτουσα ῥῆξον, καὶ βοῆσον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ “ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.’’ τίς οὖν ἡ στεῖρα, καὶ τίς ἡ ἔρημος πρὸ τούτου ; οὐκ ἄδηλον ὅτι ἡ τῶν ἐθνῶν ἐκκλησία τῆς τοῦ Θεοῦ γνώσεως ἀπεστερημένη. τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα ; οὐκ εὔδηλον ὅτι ἡ συναγωγή ; ἀλλ’ ὅμως ἐνίκησεν αὐτὴν τῇ πολυπαιδίᾳ ἡ στεῖρα· ἐκείνη μὲν γὰρ, ἓν ἔθνος ἔχει· τὰ δὲ τῆς ἐκκλησίας τέκνα τὴν Ἐλλάδα, τὴν βάρβαρον, τὴν γῆν, τὴν θάλατταν, τὴν οἰκουμένην ἐνέπλησεν ἅπασαν. εἰδες πῶς διὰ μὲν πραγμάτων ἡ Σάρρα, διὰ δὲ ῥημάτων ὁ προφήτης τὰ μέλλοντα ὑμῖν ὑπέγραψε ; σκόπει δέ· στεῖραν ἐκάλεσεν ὁ Ἡσαΐας, καὶ ταύτην ἔδειξε πολύπαιδα γενομένην· ταῦτα τυπικῶς ἐπὶ τῆς Σάρρας συνέβη· καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκγόνων ἐγένετο μητήρ· τῷ Παύλῳ δὲ οὐδὲ ταῦτα ἀπόχρη· ἀλλὰ καὶ πῶς ἐγένετο μητὴρ ἡ στεῖρα περιεργάζεται, ἵνα καὶ ἐντεῦθεν προσαγάγῃ τῇ ἀληθείᾳ τὸν τύπον. διὸ καὶ ἐπάγει λέγων, Ἡμεῖς δὲ ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Οὐ γὰρ μόνον στεῖρα ἦν ἡ ἐκκλησία ὥσπερ ἡ Σάρρα· οὐδὲ μόνον πολύπαις ἐγένετο ὥσπερ ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν ὥσπερ ἡ Σάρρα· καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις, ἀλλ’ ἡ ἐπαγγελία τοῦ Θεοῦ πεποίηκεν· ὁ γὰρ λόγος τοῦ Θεοῦ ὁ ει'ρηκὼς “ κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῆ Σάρρα “ υἱὸς,’’ οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν, οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας· φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ τὰ διὰ τοῦ ἱερέως λεγόμενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων καθάπερ ἐν νηδύι τινὶ διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον· οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροι ἐσμεν· καὶ ποία αὕτη ἐλευθερία ἴσως εἴποι τις ἂν, ὅταν οἱ μὲν Ἰουδα-ιοι κατέχωσι καὶ μαστίζωσι τοὺς πιστούς· οἱ δὲ δοκοῦντες ἐλεύθεροι εἶναι διώκωνται· ταῦτα γὰρ τότε συνέβαινε τῶν πιστῶν διωκομένων· ἀλλὰ μὴ δὲ τοῦτο ὑμᾶς θορυβείτω, φησί· καὶ γὰρ καὶ τοῦτο προέλαβεν ἐν τῷ τύπῳ· ὁ γὰρ Ἰσαὰκ ἐλεύθερος ὢν, ὑπὸ τοῦ δούλου Ἰσμαὴλ ἐδιώκετο· διὸ καὶ ἐπάγει λέγων, Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς, ἐδίωκε τὸν κατὰ Πνεῦμα, οὕτω καὶ νῦν· ἀλλὰ τί λέγει ἡ γραφή ; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Τί οὖν· αὕτη ἡ παράκλησις πᾶσα, τὸ δειχθῆναι ὅτι δεῖ τοὺς ἐλευθέρους ὑπὸ τῶν δούλων διώκεσθαι ; οὐχί φησι· ἄκουσον γὰρ τῶν ἑξῆς, καὶ τότε λήψῃ παραμυθίαν ἱκανήν· οὐ μικροψυχῶν τοῖς διωγμοῖς ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης· “ οὐ γὰρ μὴ κληρονομήσῃ “ μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας·” εἶδες τὰ ἐπίχειρα τῆς προκαίρου τυραννίδος, καὶ τῆς ἀπονοίας τῆς ἀκαίρου ; ἐκπίπτει τῶν πατρῴων ὁ παῖς, καὶ γίνεται φυγὰς καὶ πλάνος μετὰ τῆς μητρός· σὺ δέ μοι σκόπει τὴν σοφίαν τῶν εἰρημένων· οὐ γὰρ εἶπεν ἐπειδὴ ἐδίωκε, διὰ τοῦτο ἐξεβάλλετο μόνον, ἀλλ’ ἵνα μὴ κληρονομήσῃ· δεικνὺς ὅτι καὶ τοῦ διωγμοῦ χωρὶς, τοῦτο ἄνωθεν τετυπωμένον ἦν· ὁρᾷς διὰ πάντων τὸν τύπον τηρούμενον; ὥσπερ γὰρ ἐν ὀλίγοις τοῖς ἔμπροσθεν ἔτεσι μὴ τίκτουσα ἡ Σάρρα, ἐν ἐσχάτῳ γήρᾳ γίνεται μητὴρ, οὕτω καὶ αὕτη ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου τίκτει. (Θεόδωροσ.) Ἄλλος δέ φησι, οὐ τὸ τῆς πίστεως καὶ ἐπαγγελίας μόνον ἐντίθησιν ὄνομα, ἀλλὰ γὰρ καὶ τὸ τοῦ Πνεύματος· ἅτε δὴ προσδοκώντων ἡμῶν τῇ μετουσίᾳ τοῦ Πνεύματος τὴν ἀπόλαυσιν δέξασθαι τῶν μελλόντων· οὑτωσὶ δὲ καὶ ἐπὶ τῶν κατὰ νόμον τὸ τῆς σαρκὸς, ἅτε δὴ κατὰ τὸν παρόντα τουτονὶ υἱὸν χρησιμεύειν τοῦ νόμου δυναμένου· σάρκα γὰρ τὸ πρόσκαιρον καὶ εὐδιάλυτον λέγει, ὅταν μὴ τὴν ἡμετέραν ὀνομάζῃ φύσιν. οἱ τοίνυν τοῦ νόμου προεστάναι δῆθεν βουλόμενοι, τὰ τῆς χάριτος ἀπελαύνουσιν, ὥσπερ καὶ ὁ Ἰσμὴλ τὸν Ἰσαάκ· “ ἀλλὰ τί λέγει ἡ “ γραφή ;" καὶ τὰ ἑξῆς· οὐδὲ γάρ ἐστι τίς κοινωνία τῶν παρόντων καὶ τῶν μελλόντων· οὐδ’ ἔχει χώραν τὰ νόμιμα ἐπὶ τῆς καθ’ ἡμᾶς διαίτης, ἣν κατὰ τύπον πληροῦμεν τῆς ἀναστάσεως· καὶ λοιπὸν ὡς ἀπὸ τῶν προκειμένων ἐπισυλλογίζεται, Ἄρα ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Χρυσοστόμου. ταῦτα πάντα κινεῖ καὶ στρέφει, δεῖξαι βουλόμενος, ὅτι τὸ γενόμενον οὐ πρόσφατον ἦν ἀλλ’ ἄνωθεν καὶ πρὸ πολλῶν διετυποῦτο χρόνων· πῶς οὖν οὐκ ἄτοπον τοὺς πρὸ τοσούτων ἐτῶν ἀφορισθέντας, καὶ ἐλευθερίας τυχόντας, ἑαυτοὺς εἰς τὸν τῆς δουλείας ὑπάγειν ζυγόν; εἶτα καὶ ἄλλην αἰτίαν τίθησι, τὴν πείθουσαν αὐτοὺς μένειν ἐπὶ τῶν δογμάτων. Τῇ ἐλευθερίᾳ οὖν ἧ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε. Μῆ γὰρ ἑαυτοὺς ἠλευθερώσατε ὅτι πάλιν ἐπὶ τὴν προτέραν τρέχετε δεσποτείαν ; ἄλλος ἐστὶν ὑμᾶς ὁ ἠγορακὼς, ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν· ὁρᾷς δι’ ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης ; πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους, δούλους ἀντ’ ἐλευθέρων ἐπιθυμεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀχάριστοι καὶ ἀγνώμονες δειχθήσονται· τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέργοντες· τρίτον, ὅτι οὐδὲ δυνατὸν τοῦτο· οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὑμῶν ὁ νόμος ἅπαξ, ἑτέρου παρ’ αὐτοῦ πάντας ὑμᾶς πριαμένου· “ στήκετε’’ δὲ εἰπὼν, τὸν σάλον ἔδειξεν. Καὶ μὴ ζυγῷ δουλείας πάλιν ἐνέχεσθε. τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι, τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς ἐνδείκνυται· τῶ δὲ “ πάλιν’’ εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσιν ἀναισθησίαν· εἰ μὲν γὰρ ἄπειροι νῦν ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι· εἰ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτίον τοῦ ζυγοῦ, εἶτα ὑποτίθετε ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἃν ἦτε δίκαιοι συγγνώμης τυχεῖν ;

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg019.local001/.
