Ancient Greek
ΚΕΦ. Ι.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas ΚΕΦ. Ι..1
Not analysed yet
Ὅτι ἡ κλῆσις ἡμῶν οὐχ ὑπόκειται περιτομῇ καὶ νόμῳ διὰ τὸ Χριστοῦ πόθος. Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Πῶς Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει ; αὐτὸς μὲν τοῦτο οὐ κατεσκεύασεν, ἀλλ’ ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπόν· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, “ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν· ”ὅπερ ἦν θαρροῦν. τος οἷς λέγει· ὑμεῖς δὲ ὅσον οἷόν τε ᾖ, τὰ παρ’ ἑαυτῶν προσθήσετε. Πῶς οὖν οὐδὲν ὠφελεῖ τὸν περιτεμνόμενον ὁ χριστός ; ὁ περιτεμνόμενος ὡς νόμον δεδοικὼς περιτέμνεται· ὁ δεδοικὼς ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος· ὁ δὲ ἀπιστῶν οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης· πάλιν ἑτέρως ὁ περιτεμνόμενος τὸν νόμον κύριον ποιεῖ· κύριον δὲ εἶναι νομίζων, καὶ ἐκ τοῦ μείζονος αὐτὸν παραβαίνων μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουόμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι ; Εἶτα εἰπὼν “οὐδὲν ὠφελήσει·” αἰνιγματωδῶς καὶ διὰ βραχέων, καὶ τὴν ἀπό δεῖξιν τίθησιν οὕτω λέγων, Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἴνα γὰρ μὴ νομίσῃς κα ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν μόνον λέγω φησὶν, ἀλλὰ καὶ “παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι “ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” ἀλλήλων γὰρ ἔχονται τὰ νόμιμα· καὶ καθάπερ τις ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρων, οὐκέτι κύριός ἐστι τὸ ἣ τὸ ποιεῖν· ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόμοις, οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἃν δέξῃ μι- κρὸν τοῦ νόμου· καὶ ὑπαγάγῃ ἑαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ὅταν γὰρ ὁ τῷ νόμῳ προστρέχων μήτε ἐκεῖθεν δύνηται σώζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λειπόμενον λοιπὸν, ἀλλ’ ἡ κόλασις ἀπαραίτητος· τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν ; κατασείσας τοίνυν αὐτῶν τῷ φόβῳ τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον ὃ μέλλουσιν ὑπομένειν, ἐγγύθεν ἀνοίγνυσιν αὐτοῖς τῆς χάριτος τὸν λιμένα· διὸ καὶ ἐπάγει λέγων, Ἡμεῖς γὰρ διὰ πίστεως ἐν Πνεύματι, ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Οὐδενὸς ἐκείνων δεόμεθα τῶν νομίμων φησίν· ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν Πνεῦμα παρασχεῖν, καὶ δι’ αὐτοῦ δικαιοσύνην καὶ τὰ πολλὰ καὶ μεγάλα ἀγαθά. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη. Ὅρα πῶς λοιπὸν μετὰ πλείονος ἀποδύεται παρρησίας· ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω φησίν· ὅρα δὲ ποῦ τὴν περιτομὴν ἐξέβαλε, μετὰ ἀκροβυστίας στήσας αὐτήν· τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστί· τὸν γὰρ μέλλοντα ἀπογράφεσθαι εἰς τὴν καινὴν διαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ, ἅσπερ οὖν οὔτε ὀνίνησι. τί δέ ἐστι ”δι᾿ ἀγάπης ἐνερ- “γουμένη ; μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν· ἐμφήνας, ὅτι ἐκ τοῦ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι, αὕτη ἡ παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαι ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας· ὡσανεὶ ἔλεγεν· εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν· οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε· οὐκ ἃν ὑβρίσατε τὸν ἐλευθερώσαντα. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι ; Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ’ ἀποροῦντος καὶ ὀλοφυρομένου· πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόμος ; τίς τοσοῦτον ἴσχυσεν, ὥστε ὑμᾶς ἀπατῆσαι τῇ ἀληθείᾳ μὴ πείθεσθαι, ἀλλὰ τοῖς τύποις ἐμμένειν; ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος μᾶλλον, ὥσπερ καὶ ἔμπροσθεν ἔλεγε, “τίς ὑμᾶς ἐβάσκηνεν ; ”ἡ πεισμονὴ, οὐκ ”ἐκ τοῦ καλοῦντος ὑμᾶς·’’ οὐκέτι τούτοις ἐκάλεσεν ὑμᾶς ὁ καλῶν ὥστε οὕτως σαλεύεσθαι· οὐ ταῦτα ἐνομοθέτησεν ὥστε Ἰουδαίζειν. (Θεόδωροσ.) Ἄλλος δέ φησι, τῆς χάριτος Θεοῦ ἦν τὸ τὸ δοῦναι τοῦ Πνεύματος τὴν χάριν, ὑποσχέσθαι τὰ μέλλοντα· τὸ μέντοι μένειν βεβαίους ἐπὶ τῆς πίστεως, οὐκ ἢν ἐκείνου ἀλλ’ ὑμέτερον· εἶτα ἵνα μήτις λέγῃ, τί τὸ πρᾶγμα ἐπαίρεις ; μίαν ἐντολὴν τοῦ νόμου ἐφυλάξαμεν μόνον καὶ τοσαῦτα θορυβεῖς· ἄκουσον πῶς φοβεῖ· οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ’ ἀπὸ τῶν μελλόντων, λέγων οὕτως, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὕτως καὶ ὑμᾶς ἰσχύει, φησὶ, τὸ μικρὸν τοῦτο κακὸν μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύμη τὸ φύραμα. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Τουτέστι, ὅτι διορθωθήσεσθε, πιστεύω τῷ Θεῷ, καὶ τῇ ἐκείνου συμμαχίᾳ πρὸς τὴν ὑμετέραν διόρθωσιν θαρρῶ· καὶ οὐχ ἁπλῶς εἰπε πέποιθα τῷ Κυρίῳ, ἀλλὰ “πέποιθά εἰς ὑμᾶς ἐν Κυρίῳ·’’ πανταχοῦ γὰρ μετ’ ἐγκωμίων πλέκει τὰς κατηγορίας· ὡσανεὶ ἔλεγε· τοὺς ἐμοὺς μαθητὰς οἶδα· οἶδα ὑμῶν τὸ εὐδιόρθωτον· θαρρῶ, τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολύεσθαι οὐδὲ τὸ τυχόν· τοῦτο δὲ δι’ ὑμᾶς, τοὺς δυναμένους ἑαυτοὺς ταχέως ἀνακτήσασθαι. Ὁ δέ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις αν ῃ. Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάρρυνε, καὶ ἐξ ὧν ἐκείνους ἣ ἐπαράσατο, ἣ προεφήτευσε· σὺ δέ μοι σκόπει, πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. καὶ οὐχ ἁπλῶς εἶπεν οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον, εἰπὼν, “ὅστις ἃν ”οὐ γὰρ αἰδεῖται πρόσωπον, ὅταν ἡ ἀλήθεια κρίνηται. Ἐγὼ· ἀδελφοὶ εἰ περιτομὴν κηρύσσω, τί ἔτι διώ- κομαι ; Θεοδώρου. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ ουδαΐζοντα ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν· οἴδατε γὰρ, φησὶν, καὶ ὑμεῖς, ὅτι διωγμοῦ μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι νόμου· εἰ δὲ περιτομὴν κηρύσσω, τι δίωκομαι ; οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν μοι ἔχουσιν οἱ ἐξ Ἰουδαίων, ἣ τοῦτο· τί οὖν οὐκ ἐκήρυξε περιτομήν; οὐ περιέτεμε τὸν Τιμόθεον ; οὐκ εἶπεν, ὅτι περιτομὴν οὐκ ἐργάζομαι, ἀλλ’ οὐ κηρύσσω· τουτέστιν, οὐχ οὕτως κελεύω πιστε΄νειν· μὴ γάρ μοι τὴν πρόσκαιρον οἰκονομίαν εἰς δογμάτων λάβῃς βεβαίωσιν· περιέτεμον μὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτομήν. Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ, τουτέστι τὸ ἐμπόδιον· τὸ κώλυμα ἀνῄρηται εἰ τοῦτό ἐστιν ὁ φατε· οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν ὁ σκανδαλίζων τοὺς Ἰονδαίους ὡς τὸ μηδὲν πείθεσθαι τοῖς πατρῴοις νόμοις. καὶ γὰρ Στέφανον προενεγκόντες, οὐκ εἶπον ὅτι οὗτος ἐσταυρωμένον προσκυνεῖ, ἄλλ’ ὅτι κατὰ τοῦ νόμου καὶ τοῦ τόπου λέγει τοῦ ἁγίου· καὶ τῷ Ἰησοῦ τὸ αὐτὸ ἐνεκάλουν, ὅτι τὸν νόμον παραλύει· διό φησιν ὁ Παῦλος, εἰ συγκεχώρηται περιτέμνεσθαι, λέλυται ἡ φιλονεικία ἡ πρὸς ἡμᾶς, οὐδεμία λοιπὸν ἔχθρα μένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγμα. εἰ δὲ καθ’ ἑκάστην ἡμέραν φονῶσι καθ’ ἡμῶν, πῶς τοῦτο ἐγκαλοῦσιν ; ἐμοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσήνεγκα ἀκρόβυστον εἰς τὸν ναόν. Ἀρ’ οὑν οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς συγκεχωρημένης περιτομῆς, εἰκῇ καὶ μάτην τοσαύτὴν ἀναδείξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ ; ὁρᾶτε γοῦν ὅτι δι’ οὐδὲν ἡμῖν πολέμους ἱν οὕτως ὡς διὰ τὴν περιτομήν· οὕτως ἀνόητος ἤμην ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι καὶ σκανδαλίζειν ἑτέρους ; σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε. καὶ τοῦτο ἢν μάλιστα τὸ σκανδαλίζον Ἰουδαίους καὶ κωλύου τὸν σταυρὸν καταδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἐξίστασθαι ἐθῶν. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ἐπειδὴ καλῶς ἐπαίδευσε τοὺς ἠπατημένους καὶ διώρθωσε, πρὸς τοὺς ἠπατηκότας τρέπεται λοιπόν. δεῖ δὲ ἡμᾶς συνιδεῖν αὐτοῦ καὶ ἐντεῦθεν τὴν σοφίαν· πῶς τοὺς μὲν ὡς παῖδας οἰκείους καὶ δυναμένους λαβεῖν διόρθωσιν νουθετεῖ καὶ σωφρονίζει· τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας ἐκκόπτει, ἐπαρώμενος αὐτούς· καὶ καλῶς εἶπεν “οἱ ἀναστατοῦντες ὑμᾶς.” τὴν γὰρ πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντας τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, καθάπερ αἰχμαλώτους καὶ μετανάστας. εἰ βούλονται τοίνυν, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ ἀποκοπτέσθωσαν. Ποῦ νῦν εἰσὶν οἱ τολμῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώμενοι ταύτην, καὶ τὴν τοῦ Θεοῦ δημιουργίαν διαβάλλοντες, καὶ τοῖς Μανιχαίοις συμπράττοντες ; ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα φασὶν, ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς· οὗτοι δὲ διὰ ἔργων τοῖς χαλεποῖς δόγμασι τούτοις διδόασιν ἀφορμήν. Ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκοκόπτουσι τὸ μέρος· οὐκοῦν πολλῷ μᾶλλον τοὺς ὀφθαλμοὺς πηρῶσαι ἐχρῆν ; Διὰ γὰρ τῶν ὀφθαλμῶν εἰς τὴν ψύχην κάτεισιν ἡ ἐπιθυμία· ἀλλ’ οὔτε ὀφθαλμὸς οὔτε ἄλλο μέλος αἴτιον, ἀλλ’ ἡ πόνηρα προαίρεσις μόνον.