Ancient Greek
ΚΕΦ. ς.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas ΚΕΦ. ς..1
Not analysed yet
ὅτι ὁ νόμος οὐ δικαιοῖ ἀλλ’ ἐλέγχει. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ἀλλὰ τοῦτο ἀπόφασις, οὐδέπω τὴν ἀπόδειξιν ἔχουσα· τίς οὖν ἡ ἀπόδειξις ; ἐξ αὐτοῦ τοῦ νόμου. Ἐπικατάρατος γὰρ πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου τοῦ ποιὴ- σαι αὐτά· ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Πάντες γὰρ ἥμαρτον καὶ ὑπὸ κατάραν εἰσίν· ἀλλ’ οὕτω μὲν οὐ λέγει, ἵνα μὴ δόξῃ αὐτοὺς ἀποφαίνεσθαι. πάλιν δὲ ἀπὸ μαρτυρίας αὐτὸ συνίστησιν, ἀμφότερα ἐχούσης ἐν βραχεῖ· καὶ ὅτι νόμον οὐδεὶς ἐπλήρωσε· διὸ καὶ ἐπικατάρατοι ἦσαν, καὶ ὅτι ἡ πίστις δικαιοῖ. τίς οὖν ἡ μαρτυρία ; ἀπὸ τοῦ προφήτου Ἀμβακοὺμ οὕτω λέγοντος ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. τοῦτο γὰρ οὐ τὴν ἐκ πίστεως δείκνυσι δικαιοσύνην μόνον, ἀλλ’ ὅτι καὶ διὰ νόμου σωθῆναι οὐκ ἔνι· ἐπειδὴ γάρ, φησι, νόμον ἐτήρησεν οὐδείς· ἀλλὰ πάντες ἦσαν ὑπὸ τὴν ἀρὰν, διὰ τὴν παράβασιν, ἐπενοήθη ῥᾳδία τίς ὁδὸς, ἡ ἀπὸ τῆς πίστεως· ὅπερ καὶ σημεῖον μέγιστόν ἐστιν, τοῦ μηδένα δυνηθῆναι δικαιωθῆναι ἐκτὸς νόμου· οὐ γὰρ εἶπεν ὁ προφήτης, ὁ δὲ δίκαιος ἐκ νόμου ζήσεται, ἀλλ’ ἐκ πίστεως. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως· ἀλλ’ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. Οὐ γὰρ πίστιν ἐζήτει μόνον ὁ νόμος, φησὶν, ἀλλὰ καὶ ἔργα· ἡ δὲ χάρις ἀπὸ πίστεως σώζει καὶ δικαιοῖ· ἐπειδὴ γὰρ ἠσθένει πρὸς δικαιοσύνην ὁ νόμος τὸν ἄνδρα ἀγαγεῖν, εὑρέθη φάρμακον οὐ μικρὸν, πίστις, τὸ ἀδύνατον τοῦ νόμου ποιοῦσα δυνατὸν δι’ ἀύτης. Εἰ τοίνυν καὶ ἡ γραφὴ λέγει ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται, ἀπογιγνώσκουσα τὴν διὰ τοῦ νόμου σωτηρίαν, καὶ ὁ Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη, δηλονότι τῆς πίστεως πολλὴ ἡ ἰσχύς· ἀλλ’ ὅτι μὲν ὁ μὴ ἐμμένων τῷ νόμῳ ἐπικατάρατος, καὶ ὅτι ὁ τῇ πίστει προσέχων δίκαιος, δῆλον· ὅτι δὲ οὐχ ἕστηκεν ἐκείνη ἡ κατάρα, πόθεν ἔχεις ἡμῖν ἀποδεῖξαι, φησι; ὁ μὲν γὰρ Ἀβραὰμ, πρὸ τοῦ νόμου ἦν· ἡμεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόμενοι τῆς δουλείας, ὑπευθύνους ἑαυτοὺς κατεστήσαμεν τῇ κατάρᾳ· τὶς οὑν ὁ τὴν κατάραν λύων ἐκείνην; ἱκανὰ μὲν καὶ τὰ εἰρημένα· ὁ γὰρ δικαιωθεὶς καὶ ἀποθανὼν τῷ νόμῳ καὶ ζωῆς ἐπιλαβόμενος ξένης, πῶς ἃν ὑπεύθυνος εἴη τῇ ἀρᾷ; πλὴν ἀλλ’ οὐκ ἀρκεῖται τούτοις· ἀλλὰ καὶ ἑτέρως ἀγωνίζεται γράφων οὕτως. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ὑμῶν κάταρα· γέγραπται γὰρ, επικαταρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Καὶ μὴν ἑτέρᾳ κατάρᾳ ὁ λαὸς ὑπεύθυνος ἦν τῇ λεγούσῃ, “ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις “τῷ βιβλίῳ τοῦ νόμου.” οὐ γὰρ ἦν τίς ὁ πεπληρωκὼς τὸν νόμον ἅπαντα· ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἠλλάξατο τὴν λέγουσαν, “ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·” ἐπεὶ οὖν ὁ κρεμάμενος ἐπὶ ξύλου ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παραβαίνων ἐπικατάρατος· μέλλοντα δὲ ἐκείνην τὴν κατάραν λύειν, ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῇ, ἔδει δὲ δέξασθαι κατάραν, ἀντ’ ἐκείνης ταύτην ἐδέξατο καὶ διὰ ταύτης ἐκείνην ἔλυσε. Καὶ καθάπερ τινός καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος ἀποθανεῖν ἇπέρ ἐκείνου, ἐξαρπάζει τῆς τιμωρίας αὐτὸν, οὕτω καὶ ὁ Χριστὸς . . . . . . . . ὑπέκειτο κατάρᾳ τῆς παραβάσεως, ἀνεδέξατο ὁ Χριστὸς ἀντ’ ἐκείνης ταύτην, ἵνα λύσῃ τὴν ἐκείνων· “ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι “αὐτοῦ.” ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν μέλλοντας ἐξείλετο θανάτου, οὕτως καὶ κατάραν δεξάμενος, τῆς κατάρας ἀπήλλαξεν. Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται. Πῶς εἰς τὰ ἔθνη; “ἐν τῷ σπέρματι σου,” φησὶν, “ἐνευλο- “γηθήσονται τὰ ἔθνη·” τουτέστιν ἐν τῷ Χριστῷ. εἰ δὲ περὶ Ἰουδαίων τοῦτο ἐλέγετο, πῶς ἂν ἔχοι λόγον τοὺς ὑπευθύνους ὄντας τῇ κατάρᾳ διὰ τὴν παράβασιν, τούτους ἑτέροις εὐλογίας αἰτίους γενέσθαι; οὐδεὶς γὰρ τῶν κατηραμένων ἑτέρῳ μεταδίδωσιν εὐλογίας, ἧς αὐτὸς ἀπεστέρηται· ὅθεν δῆλον ὅτι περὶ τοῦ Χριστοῦ τὸ πᾶν εἴρηται· αὐτὸς γὰρ σπέρμα ἦν τοῦ Ἀβραὰμ, καὶ δι’ αὐτοῦ τὰ ἔθνη εὐλόγηνται καὶ οὕτω πρόεισιν ἡ τοῦ Πνεύματος ἐπαγγελία· ὅπερ καὶ αὐτὸ δηλῶν ἔλεγεν, “ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος “λάβωμεν διὰ τῆς πίστεως·” ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς ἀκάθαρτον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον, τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες, ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν· ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν· ἡ δὲ πίστις, τὴν δικαιοσύνην εἰσήγαγεν· ἡ δὲ δικαιοσύνη, τὴν χάριν τοῦ Πνεύματος ἐπεσπάσατο. Ἀλλοσ δέ φησι, ἄλλωστε καὶ περιττὴ λοιπὸν ἡμῖν ἡ τοῦ τήρησις, φησίν· ὃ γὰρ ὠφείλετο τῷ νόμῳ χρέος τῆς φυλακῆς τἆρά τῶν ἀνθρώπων, τοῦτο ὁ Χριστὸς κατέβαλεν ὑπὲρ ἡμῶν μετὰ γὰρ πάσης αὐτὸν τῆς ἀκριβείας πληρώσας, καὶ ὧσπέρ τινα λύτρα καταβαλὼν ὑπὲρ ἡμῶν, ἐξηγόρασέ τε ἡμᾶς τῆς ἐκεῖθεν δουλείας, καὶ τῆς ἀπὸ τοῦ νόμου κατάρας ἀπήλλαξε· πῶς καὶ τινί τρόπῳ; γενόμενος ὕπερ ἤμων κάταρα. τέλος τόμου τῶν εἰς τὴν πρὸς Γαλάτας ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν.