Ancient Greek
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos ΚΕΦ. Β..1
Not analysed yet
Ὄτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ ἀλλὰ θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος οἰωνὸς ἐν ᾧ οἱ λειτουργοὶ. ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης. Κρυσοστόμου. Καὶ ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα, τὸ ἔσομαι ἀυτῶ, εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υιον· τί ’δε “Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,” οὐδὲν ἕτερον δηλοῖ, ἣ ὅτι ἐξ οὑ ἐστιν ο Θεός ὥσπερ γὰρ ὣν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος χρόνου· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ, οὕτω καὶ τὸ σήμερον· ἐνταῦθα δέ μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι· ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται· καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὥσπερ καὶ ἡ θεότης τῶν ταπεινῶν· ὁ c Ad marg. ΤΟΥ ΑΥΤΟΥ EN ΑΓΙΟΙΣ ΑΘΑΝΑΣΙΟΥ ΕΚ ΤΟΥ ΚΑTΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΥ. κάη λέγηται κρείττων γενόμενος τῶν Ἀγγέλων, οὐκ αὐτὸς ὁ ποιητὴς τῶν Ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὢν ποτὲ, ἀλλ᾿ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο φυσικῇ γεννήσει, κρεῖττον ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γεννήσεως. Τὸ οὖν κρείττων περὶ . . . . . . . . ὄνομα ὁ Θεὸς Λόγος ἀεὶ εἶχεν, . . . . . . . . οὐδὲ ὕστερον Ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποίησεν, ἀλλ᾿ ἀεὶ κρείττων ἦν καὶ ἀσύγκριτος. περὶ δὲ τοῦ κατὰ σῆκα τοῦτο εἴρηται. ΘΕΟΔΩΡΗΤΟΥ. Πρωτοτοκς ὡς ἄνθρωπος, ὥσπερ μονγενὴς, ὡς Θεός· προσεκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον οἱ ἄγγελοι. γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας καὶ τὸ πρᾶγμα μὴ παραιτησαμενος, πὼς ἀν’ τὰ ῥήματα παρῃτήσατο ; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτὸν πάντες Ἄγγελοι Θεοῦ. Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν παρουσίαν αὐτοῦ τὴν ἔνσαρκον πάροδον καλεῖ, οἷον, ὡς ὅταν λέγῃ, “ἐξῆλθεν ὁ σπείρων τοῦ “σπεῖραι,” καὶ πάλιν, “ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω,” καὶ πολλαχοῦ ἴδοι τις ἄν· ὁ δὲ Παῦλος ἔσοδον καλεῖ λέγων, “ὅταν “εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν. τι δή ποτ’ οὖν τούτῳ τῷ λόγῳ κέχρηται, δῆλά ἐστι τὰ σημαινόμενα, καὶ κατὰ τι εἴρηται· ὁ μὲν γὰρ Χριστὸς πάροδον καλεῖ· εἰκότως, ἐπειδὴ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ ἔξω ἐστήκασιν, ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον εἰσάγει τούτους, ἀλλ’ αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἃν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν, ἐξελθὼν πρὸς ἡμᾶς, σάρκα ἀναλαβὼν δηλονότι, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καθαρίσας τῶν ἁμαρτημάτων καὶ καταλλάξας· διὰ τοῦτο πάροδον αὐτὴν καλεῖ· ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν κληρονομούντων καὶ νομὴν παραλαμβανόντων καὶ κτῆσιν Deest folium. . . . . κὸς, θαυμάζοντες ἔλεγον, “τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ ; τουτέστιν ἐκ γῆς, ἐρύθημα ἱματίων ἐκ Βοσόρ·” ὅ ἐστι τῇ Ἑλλάδι φωνῇ, συνοχῆς ἣ θλίψεως, “ἵνα τι σου ἐρυθρὰ “τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ ”προσεπυνθάνοντο δὲ κἀκεῖνο λέγοντες, τι αὗται αἱ πληγαὶ αἱ ἀνάμεσον τῶν χειρῶν σου ; ὁ δὲ πρὸς αὐτοὺς, ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἦν ἐξ ἀνάγκης αὐτῷ τοὺς τῶν ἥλων τύπους ἐνεῖκαι τε μετὰ τὴν ἀνάστας ἱν, καὶ σὺν αὐτοῖς ἀναβαίνειν εἰς τὸν οὐρανόν· ἐκεῖνο δὲ μᾶλλον εἰκότως περινοεῖν ἄξιον, ὥσπερ ἀπιστήσαντι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων καὶ αὐτὴν ἐπέδειξε τὴν πλευρὰν, ἵνα λοιπὸν ἀναπείσῃ λέγειν ἐξ εὐμαθοῦς διανοίας “ὁ Κύριός μου καὶ ὁ Θεός μου,” οὕτω καθάπερ ἐγῷμαι, τοῖς ἁγίοις Ἀγγέλοις ἐμφανῆ καθιστὰς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, μετὰ τῶν τοῦ πάθους σημείων ἐφαίνετο, ἐρυθρὰ γοῦν τὰ ἱμάτια φέρων, καὶ αὐτοὺς δὲ τοὺς τύπους τῶν ἥλων, ἵνα καὶ αὐτοὶ πιστεύσειαν ὡς φύσει τε καὶ ἀληθῶς ὑπάρχων Θεὸς, γέγονε καὶ υἱὸς ἀνθρώπου, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἵνα προσφορὰν καὶ θυσίαν ἑαυτὸν ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἀναθεὶς τῷ Θεῷ καὶ Πατρὶ, διασώσῃ τὴν ὑπ’ οὐρανόν· προσκυνεῖ τοιγαροῦν καὶ ἡ τῶν Ἀγγέλων ἁγία πληθὺς, οὐ παραιτουμένη τὴν προσκύνησιν, ὅτι πρωτότοκος ἦν καὶ ἐν πολλοῖς ἀδελφοῖς ἄνθρωπος, δεδιδαγμένη δὲ τὴν οἰκονομίαν καὶ τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐπιγινώσκουσα Υἱὸν, καὶ ὅτε γέγονε σάρξ. (Δίδυμου.) Δίδυμος δέ φησιν· εἰ πᾶσα ἡ γενετὴ φύσις τῷ Χριστῷ, διὰ γὰρ τῆς τῶν Ἀγγέλων προσηγορίας τὴν ὑπέρτερον λογικὴν σημαίνει φύσιν· ὥσπερ καὶ ἐν τῷ “τίνι γὰρ “τῶν Ἀγγέλων εἴρηκε ποτὲ, κάθου ἐκ δεξιῶν μου· καὶ ὑπεράνω ταύτης ἐστὶν αὐτός· καὶ προσκυνεῖν ὁ λόγος τῶν γραφῶν κτίσματι ἀπεῖπεν, “μὴ ἀναβλέψας” λέγων “εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν “ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον “τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς·” ὡς δὲ τούτοις προσκυνεῖν κεκώλυται, οὕτω καὶ τοῖς ἄλλοις κτίσμασι, κἄν τινα ὑπεραναβεβηκότα τυγχάνῃ, ὡς καὶ ἔμπροσθεν εἴρηται, διαβεβαιοῦσθαι προσήκει, οὐ κτίσμα ἀλλὰ κτίστην εἶναι τὸν Χριστόν. εἰ δὲ δι’ ἡμᾶς ἥνωσεν ἑαυτῷ τὴν κτιστὴν σάρκα ἐψυχωμένην, ψυχῇ λογικῇ τε καὶ νοερᾷ, καὶ οὕτω δὲ προσκυνούμενος ὡς Θεὸς ὑπὸ πάσης τῆς κτίσεως· ἰδοὺ ἡ μεγίστη διαφορὰ, ὅτι οἱ μὲν κτιστοὶ, ὁ δὲ ἀκτιστος· “πρὸς μὲν τοὺς Αγγέλους, φησιν, ὁ ποιῶν, πρὸς “δὲ τὸν Υἱὸν, ὁ θρόνος σου, ὁ Θεός” ἰδοὺ βασιλείας σύμβολον, “ῥάβδος εὐθύτητος” ἰδοὺ καὶ ἕτερον βασιλείας σύμβολον· εἶτα πάλιν εἰς τὸ κατὰ σάρκα, “ἠγάπησας δικαιοσύνην· διὰ τοῦτο ἔχρισέ σε “ὁ Θεὸς, ὁ Θεός σου,” τουτέστι, Θεὲ, Θεός σου· ἐνταῦθα καὶ Ιουδαίους καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλεν καὶ Μαρκίωνα· Ἰουδαιους μὲν . . . άνο. πρόσωπον δεικνὺς, Θεὸν καὶ Θεόν· τοὺς δὲ Παυ- λου. . . τοῦ Σαμσατέως εἶπε τῆς αἰωνίου ὑπάρξεως, τουτέστι, δάι. . . λέγεσθαι καὶ τῆς ἀκτίστου οὐσίας πρὸς ἀντιδιαστολὴν τὴν τοῦ ἐποίησε, τὸ ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τέθεικε πρὸς δὲ Ἀρειανοὺς τοῦτο τε. . . τὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ γὰρ κτίσμα, δοῦλος· πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ταῦτα ἔστι πρόσωπα διῃρημένα κατὰ τὴν ὑπόστασιν . . . . . . θὸς καὶ Μαρκιωνιστὰς, ὅτι θεότης οὐ χρίεται, ἀλλὰ ἀνθρωπότης. Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. (Θεόδωροσ.) Θεόδωρός φησι· τὸ μὲν τῆς ὑπηρεσίας τὴν σημαίνει, τὸ δὲ τὸ τῆς λειτουργίας δυνατόν· ταῦτα δὲ αὐτοὺς ἐκεῖθεν γεγενῆσθαι εἰπὼν, παρέστησεν ὡς ἐκεῖθεν καὶ τὸ δύνασθαι ταῦτα ἔχουσι· διαστέλλεται δὲ πρὸς ποιῶν, τὸ Θεὸς καὶ θρόνος καὶ βασιλείας ῥάβδος, ἃ πάντα τῆς ἀνωτάτω τιμῆς τε καὶ ἀξίας σύμβολα· καὶ γὰρ τὸ Θεὸς τὴν ἀνωτάτω σημαίνει φύσιν, καὶ ὁ θρόνος καὶ ἡ ῥάβδος ἀπὸ τῶν ἀνθρωπίνων, καὶ τὸ ταύτης βέβαιον παρίστησιν· εἶτα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ μὲν γὰρ “ποιῶν” ἀπὸ καιροῦ εἶναι τὸ ἦρχθαι δείκνυσι τοὺς γεγονότας· τοῦτο δὲ τὸ τῆς βασιλείας ἀίδιον παρίστησιν. (Σευηριανοῦ.) Ὁ μακάριος Σευηριανὸς φησὶν, ὥσπερ ἐπὶ ἀπαυγάσματος καὶ του χαρακτῆρος ἐμιμήσατο ’τον νοῦν Ἰωάννου, Λόγον ὀνομάσαντος, καὶ πρὸς Θεὸν εἶναι εἰπόντος οὕτω καὶ ἐνταῦθα μιμεῖται τὸν Ἰωάννην· ὥσπερ ἐκεῖνος εἶπεν· “οὗτος ἦν ἐν ἀρχῇ, “πάντα δι’ αὐτοῦ ἐγένετο,” ἀντὶ τοῦ οὗτος ἦν, ταῦτα οὐκ ἦν· οὕτω καὶ ὁ Παῦλος, περὶ μὲν τοὺς Ἀγγέλους, “ὁ ποιῶν,” πρὸς δὲ τὸν Υἱὸν, “ὁ θρόνος σου,” ἵνα δείξῃ τὸ μὲν ποιούμενον οὐκ ἦν, ὁ δὲ θρόνον ἔχων αἰώνιον, ἀεὶ πρὸς Πατέρα ἦν. (Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης τὴν αὐτὴν ἔννοιαν τοῖς προλαβοῦσιν εἰπὼν, ἐπιφέρει, τινες εἰσιν οἱ μέτοχοι, ἀλλ’ ἣ οἱ ἄνθρωποι ; τουτέστι τὸ πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός· “κατ’ ἀρχὰς σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας.” ἵνα μὴ “ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ὡς δῶρον αὐτῷ νομίσῃς ὕστερον προσδοθὲν, τοῦτο καὶ ἄνω προδιορθώσατο, καὶ πάλιν ἐπιδιορθοῦται λέγων, καταρχὰς σὺ ἦς, τὴν γῆν ἐθεμελίωσας, οὐχὶ νῦν, ἀλλ’ ἄνωθεν. (Κυρίλλου.) Ὁ δὲ μακάριος Κύριλλός φησιν· ὁ Δαυὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν κοινὴν ὥσπερ τινὰ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἐξεφώνει λιτὴν, ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. δύναμις δὲ τοῦ Πατρὸς, ὁ Υἱὸς, δι’ οὗ ἐστερέωσε μὲν τοὺς οὐρανοὺς, καὶ τὴν γῆν τεθεμελίωκε, καὶ τὴν τοῦδε τοῦ παντὸς εἴργασται διακόσμησιν· καὶ πεποίηκε μὲν τὸν ἄνθρωπον κατ’ ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν, φθορᾶς καὶ θανάτου κρείττονα, δικαιοσύνης ἐργάτην. ἐπειδὴ δὲ βεβασίλευκεν ὁ θάνατος διὰ τῆς ἁμαρτίας, καὶ ὑπενηνέγμεθα τῇ φθορᾷ, καὶ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, προενόησεν ἀναγκαίως τῶν ἑαυτοῦ κτισμάτων ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ καὶ ἀνακαινίσαι εἰς τὸ ἐν ἀρχαῖς. ὁ Δαυὶδ οὖν τὸ βαθὺ τῆς ἐνανθρωπήσεως διατρανοῖ μυστήριον, ἀναφωνῶν πρὸς τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν ἱν· “ἠγάπησας “δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους “σου.” οἴονται δέ τινες οὐ τῷ μονογενεῖ πρέπειν τὰς τοίασδε φωνὰς, εἰρῆσθαι δὲ μᾶλλον ὡς πρὸς ἄνθρωπον ἁπλῶς, τὸν ἐκ τῆς ἁγίας παρθένου γεγενημένον. ὐθλος δὲ τῷ οὕτω φρονοῦντι ὡς διὰ πολλῶν ἀποδέδεικται λόγων· οὐ γὰρ ἄνθρωπος ἡμῖν ἐγεννήθη κοινὸς ἣ τῆς πρὸς Θέον ἑνότητος ἐψιλωμένος, ἴνα τις λέγοι κατὰ τὸν ἐκείνων λόγον, προεγνωκέναι περὶ αὐτοῦ τὸν τῶν ὅλων Θεὸν, ὡς ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν, ὡς ἀπὸ γνώμης ἰδίας τε καὶ μόνης· καί τοι τὴν τοῦ ψάλλοντος φωνὴν ἐφαρμόσωμεν ἃν εἰκότως ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ μονογενεῖ, καὶ ταῖς Ησαΐου περὶ αὐτοῦ προφητείαις, ἰσχνὸν ἐνιέντες τὸν νοῦν· ἔφη γὰρ ὧδε, “ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ “καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι “φάγεται, πρὶν ἣ γνῶναι αὐτὸν, ἣ προσελέσθαι πονηρά·” ἐκλέξεται τὸ ἀγαθὸν, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· ἠγάπησέ τε δικαιοσύ- νῆν, καὶ ἐμίσησεν ἀδικίαν, ὡς ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· ἠγάπησέ τε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν τόχρημα (sic) ὑπάρχων καὶ δικαιοσύνη καὶ Θεός· οὔπω γὰρ ἔχον ὡς ἀπό γε τοῦ καιροῦ τὸ παιδίον τὸ εἰδέναι μὲν τὸ κατεψεγμένον, ἐπαινεῖν δὲ τὸ μὴ οὕτως ἔχον, πῶς ἃν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν ; ἀλλ’ ἦν ὡς ἔφην Θεὸς ἐν σαρκὶ, τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀγαθῶν ἔξω φέρεσθαι μὴ δυνάμενος. καὶ οὐκ ἐπαινῶ μὲν ὃ βούλομαι λέγειν, ἐχέτω δὲ εἰ δοκεῖ κατὰ τὸν τῶν ἐμπλήκτων λόγον καὶ ἰδίαν ἀρετὴν ὁ καταμόνας τῇ κατὰ πρόσωπον ἑνώσει τετιμημένος· πλὴν ἐκεῖνο λεγόντων ἐρήσομαι· ἐκ ποίων ἄρα κατορθωμάτων τοσοῦτο ἔσται τις ; καί τοι κατὰ φύσιν ἄνθρωπος ὣν, ὡς καὶ αὐτῶν τῶν θείων ἀξιωθῆναι θρόνων, καὶ συνεδρεῦσαι μὲν τῷ Θεῷ καὶ Πατρί· χρηματίσαι δὲ καὶ Κύριος, ἐν ἴσῳ τῷ κατὰ φύσιν· καὶ Ἀγγέλους μὲν ἔχειν προσκυνητὰ,; λατρεύουσαν δὲ τὴν σύμπασαν d, καὶ τοι τῆς γραφῆς λεγούσης, “Κύριον τὸ Θεόν σου προσκυνήσεις “καὶ αὐτῷ μόνῳ λατρεύσεις,” καὶ πρόσφατον ἐν ἡμῖν οὐκ εώσης e εἶναι Θεόν. ἀλλ’ ἐπ’ ἐκεῖν’ ὅπου τάχα δραμοῦνται τὸ σύνηθες ἐπικούρημα· καὶ δὴ καὶ ἐροῦσιν, ὡς ἑνώσει τῇ πρὸς Θεὸν τὴν τῆς κατὰ φύσιν θεότητος περικείσεται δόξαν· ὡμολόγει τοίνυν ἀληθῆ τὴν ἕνωσιν, καὶ μὴ σοφίζου τὸ χρῆμα, διιστὰς μὲν τὰς φύσεις καὶ ἀνὰ μέρος ἑκάστην τιθεὶς, ἀσυναφῆ τε εἶναι θατέραν λέγων, καὶ μόνην ἡμῖν τῶν προσώπων τὴν ἕνωσιν οὐκ οἶδ’ ὅπως ἐξευρηκώς. εἰρῆσθαι τοίνυν διαβεβαιούμεθα πρὸς τὸν ἐκ Θεοῦ κατὰ φύσιν Υἱὸν, ὡς καθ’ ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισεν σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἀνθρώπου φύσις, τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύσιν ἄτρεπτος ὣν ὁ ἐκ Θεοῦ Λόγος, ἅγιός τε καὶ δίκαιος καὶ μισῶν τὴν ἀδικίαν, γέγονε κα ἡμᾶς, καὶ κεχρημάτικε δοῦλος, καὶ Θεὸν ἐπεγράψατο τὸν Πατέρα διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὑπάρχων· καὶ ἐξ αὐτοῦ κεχρίσθαι λέγεται διὰ τοῦ Ἁγίου Πνεύματος, οὐχ ἑαυτῷ δεχόμενος τοῦτο· καὶ γάρ ἐστι κατὰ φύσιν ἅγιος ὡς Θεὸς, ἀλλ’ οἷον δι’ ἑαυτοῦ προσάγων ἡμᾶς τῇ χάριτι, καὶ ἀξίους ἀποφαίνων τῆς παρὰ Πατρὸς εὐλογίας· καί τοι πάλαι προσκεκρουκότας διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν μετὰ τοῦτο καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν. τίαν. οὐ γὰρ· πρέσβυς, οὐκ Ἄγγελος· εἰ δὲ δή τις οἴεται τόν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν φύσιν δέχεσθαι τὸν ἁγιασμὸν, εἰς πλατὺ καὶ μέγα δυσφημιῶν ἀποδημήσει πέλαγος. εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πεπρᾶχθαι φαμὲν τὴν ἐνθάδε λεγομένην χρῖσιν ἤτοι ἁγιασμὸν, πῶς οὐκ ἀναγκαίως καὶ οὐχ ἑκόντας ὁμολογεῖν ὡς οὐκ ἃν εἴη κατὰ φύσιν ἅγιος, μᾶλλον δὲ οὐδὲ ἅγιος κατά γε τοὺς ἐν ἀρχῇ καὶ πρὸ τῆς χρίσεως χρόνους ἤγουν ἀπεράντους του, αἰῶνας καὶ πρὶν γενέσθαι καθ’ ἡμᾶς ἀμοιρήσας ἁγιασμοῦ ; καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἦν ἁμαρτίας ἐλεύθερος. Πῶς δὴ οὖν φησιν ὁ σοφώτατος Παῦλος τὸν Υἱὸν ἀπαύγασμά τε εἶναι τῆς δόξης τοῦ Πατρὸς, χαρακτῆρα δὲ ὁμοίως τῆς ὑποστάσεως αὐτοῦ· διαμορφοῖ γὰρ πάντως ὁ χαρακτὴρ ἐφ’ ἑαυτῷ τὸ ἀρχέτυπον· οὐκοῦν δὲ αὐτὸς ἅγιος ὁ Πατὴρ κατὰ φύσιν ; εἶτα τίς ὁ ἁγιάζων αὐτόν ; ἐρρῶσθαι δὴ οὖν τοῖς ἐκείνων εἰπόντες ἐμέτοις, ἅγιον κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Υἱὸν, καθάπερ ἀμέλει καὶ αὐτὸν τὸν Πατέρα, ἡγιᾶσθαι δὲ τότε κατὰ σάρκα φαμὲν, ὅτε κεκενῶσθαι λέγεται κεχρηματικὼς ἄνθρωπος, ᾧτ’ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ καὶ οὐ κατὰ φύσιν ἰδίαν ἔνεστιν ὁ ἁγιασμός. καὶ θαυμαστὸν οὐδὲν, εἰ τὰ τῆς ἀνθρωπότητος ἴδιᾳ Θεὸς ὣν ὁ Λόγος οἰκειοῦται φιλαγάθως τε ἅμα καὶ οἰκονομικῶς. ὁ γὰρ ὅλως τὴν κένωσιν ἐθελήσας παθεῖν, πῶς ἃν εἰκότως παραιτοῖτο τὰ αὐτῆς ; οὐκοῦν εἰ μὲ, νοοῖτο καθ’ ἑαυτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀπροσδεής ἐστι παντὸς ἀγαθοῦ, καὶ ἴδιον αὐτοῦ φαμεν τὸ Ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ ὡς ἔφην γέγονε σὰρξ αὐτὸς τῷ ἰδίῳ πνεύματι τὸν αὐτοῦ καταχρίει ναόν· ἐνεργεῖ γὰρ ὁ Πατὴρ ἅπερ ἃν ἐργάζοιτο δι’ οὐδενὸς ἑτέρου πλὴν διὰ μόνου τοῦ Υἱοῦ ἐν Ἰσραήλ. οὐκοῦν λέγεται μὲν λαβεῖν τὸ πνεῦμα οἰκονομικῶς ὡς ἄνθρωπος. “Ἰησοῦν τὸν ἀπὸ “Ναζαρὲτ,” φησὶν, “ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ “δυνάμει·” δίδωσι δὲ ὡς Θεὸς αὐτὸ τοῖς τοῦτο λαβεῖν ἀξίοις· καὶ γοῦν τοῖς ἁγίοις Ἀποστόλοις ἐνεφύσησε, λέγων, “λάβετε “Πνεῦμα Ἅγιον,” προσεφώνει δὲ καὶ τοῖς Ἰουδαίων δήμοις ὁ θεσπέσιος Πέτρος περὶ αὐτοῦ, “τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε “ἐπαγγελίαν τοῦ Πνεύματος λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. Ἀκούεις ἐν τούτοις καὶ μάλα σαφῶς ὑψῶσθαι τε αὐτὸν τῇ δεξιᾷ τοῦ Θεοῦ, λαβεῖν τε ἅμα καὶ δοῦναι τὸ Πνεῦμα· ὑψοῦται δὲ δηλονότι, ὅτε τεταπείνωκεν ἑαυτόν· ὥσπερ γὰρ καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, οὕτω πάλιν ἑαυτὸν ὑψοῖ καὶ μετὰ σαρκὸς, αὐτὸς ὣν ἡ χεὶρ τοῦ Πατρὸς, δι’ ἧς τὰ πάντα θεοπρεπῶς ἐργάζεται· ὑψοῦται τοίνυν δι’ ἑαυτοῦ, κατὰ θέλησιν τοῦ Πατρὸς, ὅτε διαρρήξας τὰ τοῦ θανάτου δεσμὰ καὶ τοῖς κάτω πνεύμασιν εἰρηκὼς ἐξέλθετε, κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός· κέχρισται τοίνυν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ὁ κατὰ φύσιν Υἱὸς, ὅτε καὶ Θεὸς αὐτοῦ κεχρημάτικεν ὁ Πατὴρ καθ’ ἡμᾶς γεγονότος. ἄτοπον δὲ τοῦτο λέγειν οὐδαμῶς· ἔφη γάρ που τοῖς ἁγίοις Ἀποστόλοις “πορεύομαι πρὸς τὸν πατέρα μου “καὶ πατέρα ὑμῶν, καὶ τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν. ἰδοὺ δὴ σαφῶς Θεὸν ἑαυτοῦ διὰ τὸ ἀνθρώπινον τὸν ἴδιον ἔφη Πατέρα. ἐπειδὴ δὲ κεκλήμεθα δι’ αὐτοῦ πρὸς υἱοθεσίαν, κεχρημάτικεν ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις· δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ· ἀλλ’ ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρός ἐσμεν ἄνθρωποι, δηλονότι καὶ τὴν τοῦ τετιμηκότος οὐκ ἠγνοήκαμεν χάριν· οὕτως ὁ κατὰ φύσιν Υἱὸς καὶ Κύριος, κἂν ἐπέγνω διὰ τὴν σάρκα καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν Θεὸν ἑαυτοῦ τὸν Πατέρα, ἀλλ’ οὐκ ἔξω γέγονε τοῦ εἶναι ὁ ἐστιν, οὔτε μὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους ἡμεῖς ἀγνοήσομεν. πῶς δὲ ἄρα παρὰ τοὺς μετόχους αὐτοῦ κεχρῖσθαι λέγεται ; Φέρε λέγωμεν ὡς ἔνι. ἡμεῖς μὲν γὰρ κεχρίσμεθα τῷ Ἁγίῳ Πνεύματι, διωρισμένων δὲ φυσικῶς τῶν καθ’ ἡμᾶς, καὶ τοσοῦτον, ὅσον ἃν νοοῖτο θεότητος φύσις παντὸς γενητοῦ· ὁ δὲ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος τοῦ Θεοῦ λόγος τῳ ιδιῳ πνεύματι καταχρίει τὸν ἑαυτοῦ ναὸν, οὐ μερικὴν ἐνέργειαν ἐντιθεὶς, οὔτε μὴν ἐν ἀρραβῶνος τάξει καθὰ καὶ ἡμῖν δωρούμενος, ἀναπιμπλὰς δὲ μᾶλλον ἁγιασμοῦ, καὶ τῆς ἑαυτοῦ δυνάμεως τε καὶ δόξης· τοιγάρτοι καὶ ἔφασκεν, “ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.” ὅτι δὲ καί τοι κεχρίσθαι λεγόμενος παρὰ τοῦ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, οὐ πέπαυται τοῦ εἶναι ὃ ἦν τε καὶ ἔστι καὶ ἔσται διὰ παντὸς, τουτέστι, Θεὸς, αὐτὸς ἡμᾶς ὁ θεσπέσιος Παῦλος ἐνδοιάζειν οὐκ ἐᾶ, κατὰ τοῦ αὐτοῦ προσώπου ἐντιθεὶς ἐφεξῆς, Καὶ, σὺ κατ’ ἀρχὰς Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τοῦ Μακαρίου Ἀθανασίου. Οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεως, φησὶν, ἀλλ’ ἵνα ἀπὸ τοῦ τέλους τὴν ἀρχὴν τῶν γενητῶν δείξῃ. τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπόλωνται διὰ τὴν χάριν τοῦ πεποιηκότος αὐτὰ, ὅμως ἐξ οὐκ ὄντων γέγονε, καὶ τὸ μὴ εἶναι ποτὲ αὐτὰ μαρτυρεῖται· διὰ τοῦτο γοῦν, ὡς τούτων τοιαύτην ἐχόντων τὴν φύσιν, λέγεται ἐπὶ τοῦ Υἱοῦ, τὸ “σὺ δὲ “διαμένεις,” ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ. Πάλιν ὁ μακάριος Κύριλλοσ· εἶτα τούτοις ἐπισυνάπτων εὐθὺς “πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε, κάθου ἐκ δεξιῶν μου ἕως ἃν “θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·” καὶ οὐκ ἃν, οἶμαι, ὑπολάβοι τις σωφρονῶν, ἕτερον εἶναι τὸν σύνεδρον τῷ πατρὶ, παρὰ τὸν ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεγεννημένον, καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ἐμπεδοῖ λέγων ὁ Ἐμμανουὴλ τοῖς Ἰουδαίων καθηγηταῖς· “τι ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τινος υἱός ἐστιν ; λέγουσιν “αὐτῷ, τοῦ Δαβίδ·” εἶτα πρὸς αὐτοὺς ὁ Χριστός· “πῶς οὖν Δαβὶδ ἐν “πνεύματι καλεῖ αὐτὸν Κύριον λέγων, εἰπεν ὁ Κύριος τῷ Κυρίῳ μου, “κάθου ἐκ δεξιῶν μου ”σύνες οὖν, ὅτι τὸν κεχρισμένον ὡς ἄνθρωπον παρὰ τοὺς μετόχους αὐτοῦ καὶ κύριον ὀνομάζει, καὶ κατ’ ἀρχὰς ἔφη, θεμελιῶσαι τε τὴν γῆν, καὶ αὐτοὺς εἰργάσθαι τοὺς οὐρανούς· ὑπάρχειν δὲ καὶ διαπαντός. ἀΐδιος γὰρ κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καί τοι τῶν δι’ αὐτοῦ γεγονότων οὐκ ἐχόντων οὐσιωδῶς τὸ ἄναρχον ἐν χρόνῳ· κέκληνται γὰρ εἰς τὸ εἶναι παρὰ Θεοῦ, ὃς καὶ μόνος ἔχειν εἴρηται τὴν ἀθανασίαν· ἄφθαρτον γὰρ καὶ ἀνώλεθρον παρ’ αὐτὸν οὐδέν. προσεπάγει δὲ τούτοις σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς. Πρὸς τίνα γὰρ εἶπε τῶν Ἀγγέλων, κάθου ἐκ δεξιῶν μου ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ; Εἰ γὰρ ὁ μὲν τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις, τὸ δεσποτικὸν ἀξίωμα περικείμενος, κἂν εἰ γέγονεν υἱὸς Δαβὶδ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου· οἱ δὲ παρεστήκασιν ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων, τίνι τῶν ὄντων ἀσυμφανὴς ἡ μεταξὺ κειμένη διαφορὰ Χριστοῦ καὶ Ἀγγέλων ; ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεός· οἱ δὲ τὸ δουλοπρεπὲς ἔχουσι μέτρον, καὶ πρὸς εὐκλείας τῆς ἀνωτάτω λελόγισται παρ’ αὐτοῖς τὸ γνήσιον εἰς ὑπακόην. εἰ δὲ δή τις λέγοι, καὶ ποῖος ἡμᾶς ἀναπείσει τρόπος αὐτὸν οἴεσθαι τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, διὰ τῆς ἁγίας παρθένας γεγεννημένον, θεμελιῶσαί τε τὴν γῆν κατ’ ἀρχὰς, καὶ αὐτοὺς ἐγεῖραι τοὺς οὐρανούς ; ἀντακούσεται παρ’ ἡμῶν, ὡς εἴπερ ἕλοιτο τὴν τῆς ἀληθοῦς ἑνώσεως ἐννοῆσαι δύναμιν, οὐ τὴν ἐν μόνοις προσώποις καὶ κατὰ θέλησιν, ἤγουν εὐδοκίαν· ἴδια μὲν εὑρήσει γεγονότα διὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὰ ἀνθρώπινα, οὐκ ἀλλότρια δὲ τῆς ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄνθρωπος. Τοῦ Μακαρίου Ἀθανασίου. Τὸ ἐκ δεξιῶν τοῦ Πατρὸς καθῆσθαι τὸν Υἱὸν, τὸ γνήσιον δηλοῖ τοῦ Θεοῦ. τήν τε γὰρ βασιλείαν τοῦ Πατρὸς βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ καθῆται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα, καὶ οὕτω εἷς Θεός ἐστιν. ἐκ δεξιῶν γοῦν καθήμενος ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα, ἀλλ’ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ, “προωρώμην τὸν “Κύριον ὅτι ἐκ δεξιῶν μου ἐστὶ διὰ παντος·” δείκνυται γὰρ πάλιν καὶ ἐν τούτω, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Τἱῷ· δεξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐκ δεξιῶν ἐστιν ὁ Υἱὸς, καὶ καθημένου τοῦ Υἱοῦ, ἐκ δεξιῶν ὁ Πατήρ ἐστι τῷ Υἱῷ. Θεόδωροσ δέ φησιν, εἰς τὸ “καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. “ἐντεῦθεν συνιδεῖν ἐστιν ὅτι περὶ τῆς “θείας φύσεως, ὅταν ἡμῖν ἡ παλαιὰ διαθήκη διαλέγηται, οὐ περὶ τοῦ Πατρὸς ἀφωρισμένως λέγει μόνου, ὥσπερ οἴονται οἱ αιρετικοί· τὸ “ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ,” καὶ ὅσα τοιαῦτα λαμβάνειν ἐπ’ αὐτοῦ πειρώμενοι μόνου· τοὐναντίον δὲ ὅσα ἃν ὡς περὶ Θεοῦ λέγῃ τὴν ἀνωτάτω φύσιν ἐξηγουμένη, οὕτω φησὶν, ὡς ἃν καὶ Πατρὶ καὶ Υἱῷ διὰ τὴν τῆς φύσεως κοινωνίαν ὁμοίως ἁρμόττειν δυνάμενα. ἐπεὶ πῶς ὁ Ἀπόστολος τὴν δευτέραν εἵλκυσεν ἐπ’ αὐτοῦ μαρτυρίαν, οὐδὲν ἔχουσαν ὃ τῆς ἰδιότητος τοῦ προσώπου σημαντικὸν εἶναι ἠδύνατο, ὥσπερ οὖν καὶ ἀνωτέραν, ἣ οὐχὶ τὸ αὐτὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φαίνεται πεποιηκὼς, ἔνθα φησὶ, “γέγραπται γὰρ, ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει “πᾶν γόνυ;” οὐδὲ γὰρ ἐκείνην τὴν μαρτυρίαν εὕροι ἄν τις τοιοῦτό τι ἔχουσαν, ὃ τούτων ἀφωρισμένως ἐδήλου. Σευτηριανὸσ δέ φησιν, οὐ μεταβολὴν λέγει φύσεως γινομένην, ἀλλὰ κατὰ σύγκρισιν, ὅτι εἰ χωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον, καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ Υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ Κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέρας μὲν πεσεῖσθαι λέγει, οὐκέτι δὲ ἥλιον ἣ σελήνην ἣ οὐρανόν. "πρὸς "τίνα δὲ τῶν Ἀγγέλων εἴρηκέ ποτε·” ἀφεὶς τὴν κτίσιν πᾶσαν, τὸ ταύτης ἀνώτερον λέγει τοὺς Ἀγγέλους· εἰ γὰρ πρὸς Ἀγγέλους διαφορὰ τῷ Υἱῷ, κατὰ τὸ τοὺς μὲν γενέσθαι, τὸν δὲ μὴ γενέσθαι, πόσῳ μᾶλλον πρὸς τὰ ἀόρατα πάντα. δεῖ δὲ ἐπισημήνασθαι, ὅτι διὰ τοῦ “σὺ δὲ ὁ αὐτὸς εἶ,” καὶ τὸ προαιώνιον καὶ ἄτρεπτον τῆς φύσεως ἐδήλωσε, καὶ διὰ τοῦ φάναι, “οὐχὶ πάντες εἰσὶ λειτουργικα πνεύματα εἰς διακονίαν, ἐδήλωσεν ὅτι ὁ Υἱὸς οὐκ ἐστι λειτουργικὸς, ἀλλὰ συνεργός. Θεόδωροσ δέ φησι· τὸ μὲν λειτουργικὰ εἶναι πνεύματα, ἀπὸ τῆς προκειμένης εἰχε μαρτυρίας· ἐπισυνῆψε δὲ λοιπὸν αὐτὸς τὸ τῆς διακονίας εἶδος, λέγων, ὅτι [τοῖς] ὑπὲρ τῆς ἡμετέρας σωτηρίας διακονούμενοι ἅπαντα πράττουσιν· οὐ γὰρ μικρὸν εἰς προσθήκην εἰδέναι τῆς διακονίας τὴν χρείαν. Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν. Διὰ τοῦτο, φησὶ, δεῖ τοῖς παρ’ αὐτοῦ λεχθεῖσι νέμειν τὴν σπουδὴν, φυλασσομένους μήποτε παρατροπήν τινα ἀπὸ τῶν κρειττόνων δεξώμεθα. Τοῦ Μακαρίου Ἀθανασίου. Ἐπεὶ οὐκ ἔστι τῶν γενητῶν Λόγος, ἀλλὰ Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο, ὅσῳ κρείττων αὐτὸς καὶ τὰ δι’ αὐτοῦ κρείττονα καὶ παρηγγελμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων ἀν’ γένοιτο. Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ “μή ποτε παραρρυῶμεν,” τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν, καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραρυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη. ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν παροιμιῶν, “υἱὲ” γὰρ, φησὶ, “μὴ παρα- “ρυῆς.” καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δείκνυσι, καὶ τῆς ἀπωλείας τὸ χαλεπόν· τουτέστιν, οὐκ ἀκίνδυνος ἡμῖν ἡ παραβολὴ “εἰ γὰρ “ὁ δι’ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος·” καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω ποῦ φησι, ”διαταγεὶς δι’ Ἀγγέλων ἐν χειρὶ “μεσίτου·” καὶ πάλιν "ἐλάβετε νόμον, εἰς διαταγὰς Ἀγγέλων, ”καὶ οὐκ ἐφυλάξατε·” καὶ πανταχοῦ δι’ Ἀγγέλων αὐτὸν, φησὶ, δεδόσθαι. τινὲς μέντοι Μωσέα φασιν αἰνίττεσθαι· ἀλλ’ οὐκ ἔχει λόγον· Ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι, καὶ ἐνταῦθα δὲ Ἀγγέλους τούτους φησὶ τοὺς ἐν οὐρανῷ· τί οὖν ἐστιν; ἤτοι τὴν δεκάλογον, φησὶ, λέγει· ἐκεῖ γὰρ Μώσης ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνατο, ἣ ὅτι παρῆσαν Ἄγγελοι τοῦ Θεοῦ διαπραττομένου, ἣ ὅτι περὶ τῶν ἐν τῇ παλαιᾷ λεγομένων καὶ γενομένων ἁπάντων ὡς Ἀγγέλων κοινωνησάντων τούτοις, ταῦτά φησι. Τί δέ ἐστιν "ἐγένετο βέβαιος;” ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστὸς ἐν τῷ προσήκοντι καιρῷ, καὶ πάντα ἐξέβη τὰ λεχθέντα· ἣ ὅτι, φησὶν, ἐκράτησε, καὶ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἣ λόγον, φησὶ, τὰ προστάγματα· πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν Ἄγγελοι παρὰ τοῦ Θεοῦ πεμπόμενοι, οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν κριτῶν, ἐπὶ τοῦ Σαμψών. διὰ γὰρ τοῦτο οὐκ εἶπε νόμος, ἀλλὰ λόγος· καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν μᾶλλον τὰ δι’ Ἀγγέλων οἰκονομηθέντα. τί οὑν ἐροῦμεν ; ὅτι παρῆσαν οἱ Ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ τέρατα, καὶ τὸ πῦρ, καὶ τὸν γνόφον ; πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ταῖς ἐκείνων ἀγριωτέραις ὑπενεχθήσονται δίκαις, οἱ αὐτὴν ἀτιμάσάντες τὴν ἀλήθειαν; τοῦτο δὲ ἑτέρωθί φησιν ὁ θεσπέσιος Παῦλος, "ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἣ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης “κοινὸν ἡγησάμενος, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη;” ἀρχὴ τοιγαροῦν τῶν ἱερῶν κηρυγμάτων γέγονεν ἡμῖν ὁ Χριστός· τετήρηται γὰρ αὐτῷ δρᾶσαί τε ἅμα καὶ εἰπεῖν τὰ ὑπὲρ τὸν νόμον· γέγραπται γὰρ “ὅτι ὁ νόμος διὰ Μώσεως ἐδόθη, ἡ “χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.” διάκονοι δὲ μετ’ αὐτὸν, οἱ θεσπέσιοι μαθηταί· καὶ οὐχ ἑαυτοῖς λαβόντες τὰς τιμὰς, κεκλημένοι δὲ μᾶλλον πη αὐτοῦ πρὸς ἀποστολήν· οἳ καὶ αὐτόπται τε καὶ ὑπηρέται τοῦ λόγου γεγόνασι, λελαλήκασι τε οὐκ ἀφ’ ἑαυτῶν, ἀλλ’ ἦν ἐν αὐτοῖς τὸ Πνεῦμα Χριστοῦ. καὶ γοῦν ὁ μὲν Παῦλος ἔφασκεν, “εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοῖ λα- “λοῦντος Χριστοῦ.” γεγράφασι δὲ καὶ τοῖς ἐξ ἐθνῶν οἱ μακάριοι μαθηταὶ, “ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν·” ἔμπλεοι γὰρ ἦσαν τοῦ Ἄγ’ ἴου Πνεύματος, καὶ δι’ αὐτῶν ἄν τις ἴδοι, τῶν δι’ ἑκάστου κατωρθωμένων, ὡς ἔστιν ἡμῖν ἀληθὴς ὁ ἐπὶ τῷδε λόγος· τι γὰρ οὐ δεδράκασιν, ὃ παντὸς ἃν εἴη πέρα λόγου καὶ θαύματος ; οὐκοῦν ὅτι τέθεινται παρὰ Θεοῦ τοῦ πρὸς ἡμᾶς λόγου διάκονοι, καὶ μυστηρίων ταμίαι, καὶ τῆς ἐν πνεύματι λατρείας ἱερουργοὶ, μεμαρτύρηνται διὰ τοῦ Πνεύματος· ἐνήργηκε γὰρ ἐν ἑαυτοῖς ποικίλως, κατὰ τὸ αὐτῷ δοκοῦν ἐπιμερίζον τὴν χάριν. Θεόδωροσ δέ φησιν· Ἔδειξε καὶ τοῖς πράγμασι τούτων πολὺ τὸ πρὸς ἐκεῖνα διάφορον, ἐκεῖ μὲν λόγον εἰπὼν, ἐνταῦθα δὲ σωτηρίαν· ἐπειδὴ γὰρ ἐκεῖνο νομίμων δόσις ἦν μόνον, ἐνταῦθα δὲ καὶ χάρις Πνεύματος, καὶ λύσις ἁμαρτημάτων, καὶ βασιλείας οὐρανῶν ἐπαγγελία, καὶ ἀθανασίας ὑπόσχεσις· ὅθεν καὶ δικαίως “τηλι- “καύτης” εἰπεν, τῇ προσθήκῃ τὸ μέγεθος αὐτῆς δεικνύς. κἀκεῖ μὲν διὰ τῶν Ἀγγέλων δοθεὶς, ἐνταῦθα δὲ διὰ τοῦ Κυρίου. καὶ ἐπειδὴ θαύματα παρ’ ἐκείνοις ἦν ὥστε μηδὲ κατὰ τοῦτο αὐτῶν ἠῶ. σθαι δοκεῖν, καλῶς ἐπήγαγε τὸ "συνεπιμαρτυροῦντος Θεοῦ ση- “μείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι,” κατὰ αὔξησιν αὐτὸ εἰπὼν, ὥστε κἂν τούτῳ φανῆναι τῆς χάριτος τὸ πλέον παρὰ τὸν νόμον. ἐκεῖ μὲν γὰρ πρὸς τὴν χρείαν ἐγίνετο μόνον, ἐνταῦθα δὲ καὶ τῶν ἀλλοτρίων πολλοὶ οἱ θεραπευόμενοι δι’ ἡμῶν, κἂν ὁποιαδήποτε πάθη κατέχειν αὐτοὺς συμβαίνοι· τοσαύτη παρ’ ἡμῖν ἡ τῶν θαυμάτων περιουσία· ἀνίστανται δὲ καὶ νεκροὶ, καὶ τιμωρούμεθα δέ τινας πολλάκις ἂν δέῃ, ἐπιτιμήσεσι μόναις τυφλοὺς ἐργαζόμενοι, θανάτους ἐπάγοντες τοῖς κακογνώμοσι· ἀντιπαραθεὶς οὖν τὴν διαφορὰν, καὶ δείξας τὴν ὑπεροχὴν τῷ ποικίλῳ καὶ πολυτρόπῳ, ἐπήγαγε τὸ μεῖζον, ὃ οὐκέτι τοῖς ἐν νόμῳ προσῆν, "καὶ Πνεύματος “Ἁγίου μερισμοῖς.” τὸ γὰρ Πνεύματος ἕκαστον τῶν πιστευόντων μετέχειν, ἴδιον ἦν τῶν ἐν τῇ χάριτι· καὶ καλῶς ἐπὶ πᾶσιν ἐπήγαγε τὸ “κατὰ τὴν αὐτοῦ θέλησιν,” τουτέστι τοῦ Θεοῦ βουληθέντος ἅπαξ, καὶ δοκιμάσαντος πολλῇ χρήσασθαι περὶ ἡμᾶς τῇ φιλοτιμίᾳ ὥστε καὶ ἀμετάθετον εἶναι τὴν περὶ ἡμᾶς χάριν αὐτοῦ, μηδεμίαν ἅπαξ τοῖς προτέροις ὁμοίως ὑφορωμένους τῶν ἅπαξ δοθέντων μεταβολήν. Σευητιανὸσ δὲ τῷ ἁγίῳ Ἰωάννῃ ὁμοίως κατὰ μίαν ἐξήγησιν ἀκολουθήσας ἔφη, οὐ νόμον λέγει, ἀλλὰ τὸν πολλάκις δι’ Ἀγγέλων οἰκονομηθέντα "ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβε- “βαιώθη·” τοῦτο ὅμοιόν ἐστι ἐκείνῳ τῷ ἐν τῆ πρὸς Γαλάτας Επιστολῇ, τὸ “ἀνέβην κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς “τὸ εὐαγγέλιον, μή πὼς εἰς κενὸν τρέχω ἢ ἔδραμον· ἐβεβαιώθη δὲ, “οὐχ ἡμῶν δεηθέντων, ἀλλὰ τῶν ἄλλων πάντων πληροφορηθέντων, “ὅτι ἃ κηρύσσω, καλῶς κηρύσσω.” Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης εἰς τὸ “ἥτις ἀρχὴν “λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς “ἡμᾶς ἐβεβαιώθη,” φησὶ, τουτέστι, παρ’ αὐτῆς τῆς πηγῆς ἔχει τὴν ἀρχήν· οὐκ Ἄγγελος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ μονογενής. τί δέ ἐστιν “ἐβε- “βαιώθη;” ἐπιστεύθη, ἐξέβη, τουτέστιν οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες, αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν· “καὶ Πνεύματος Ἁγίου “μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.” τί οὖν ὅτι καὶ γόητες σημεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ f ἐκβάλλειν τὰ δαιμόνια ; ἀλλ’ οὐ τοιαῦτα ποιοῦσι σημεῖα· διὰ τοῦτο εἶπε “ποικίλαις δυνά- “μεσι·” ἐκεῖνα γὰρ οὐ δύναμις, ἀλλ’ ἀσθένεια, καὶ φαντασία καὶ διάκενα πράγματα· "κατὰ τὴν αὐτοῦ θέλησιν·” ἐνταῦθα καὶ ἄλλο αἰνίττεσθαι μοι δοκεῖ· εἰκὸς γὰρ μὴ εἶναι ἐκεῖ πολλοὺς, χαρίσματα ἔχοντας· ἐκλελοιπέναι γὰρ ταῦτα, ἅτε νωθρῶν αὐτῶν γενομένων· ἱν οὖν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῆ τοῦ Θεοῦ βουλῆ· αὐτὸς οἶδε τίνι συμφέρει, καὶ οὕτως μερίζει τὴν χάριν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. Ἄρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οἰκουμένης; οὐκέστιν, ἀλλὰ περὶ ταύτης· διὰ τοῦτο προσέθηκε "περὶ ἧς λαλοῦμεν,” ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα ἑτέραν τινὰ ἐπιζητεῖν· πῶς οὐν αὐτὴν μέλλουσαν καλεῖ, ὥσπερ καὶ ἑτέρωθι φησιν, “ὃς ἔστι τύπος “τοῦ μέλλογrος,” περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων, ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, πρὸ τοῦ χρόνου τοῦ Ἀδὰμ μέλλοντα κατὰ σάρκα Χριστὸν καλῶν. Διὰ τι μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ’ ἔκρυψεν αὐτό; καὶ ἐν ἑτέραις δὲ μαρτυρίαις τοῦτο ποιεῖ, δεικνὺς αὐτοὺς, οἶμαι, σφόδρα ἐμπείρους τῶν γραφῶν.