# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. Γ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%93..1

Ὅτι ἐσαρκώθη κατὰ διάθεσιν καὶ συμπάθειαν καὶ οἰκειότητα τὴν πρὸς ἡμᾶς, ἐπὶ σωτηρίᾳ ἀνθρώπων τῇ ἐκ θανάτου, διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως. Τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν. Σευηριανὸσ δέ φησι, τὸν μέλλοντα αἰῶνα λέγει, τελευταῖον ἐπήγαγε, ” νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ ὑποτεταγμένα τὰ πάντα, τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν " Ἰησοῦν.” ὥστε τὸ τι ἐστιν ὅτε μιμνήσκῃ αὐτοῦ, τῷ Ἰησοῦ προσήκειν φησὶ, τὰ γὰρ τῆς κοινῆς ἀνθρωπότητος αὐτῷ προσῆκε· ἀλλὰ ὡς αὐτὸς ὁ Υἱὸς λέγει, τὸ “ἐκ στόματος νηπίων καὶ θηλαζόντων “ κατηρτίσω αἶνον, ἕνεκεν τῶν ἐχθρῶν σου,” καὶ ” ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὐδεὶς δ ἃν εἴποι, τὸν ἀνθρωον οὗ ἐμνήσθη ὁ Θεὸς πεποιηκέναι τὸν ἐκ στόματος νηπίων καὶ θαλαζόντων καταρτισάμενον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὗτος ἐμνήσθη τοῦ ἀνθρώπου, καὶ ἠλάττωσεν αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους· τίς δὲ ὁ ἄνθρωπος; Ἰησοῦς, διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττωμένος βραχύ τι παρ’ Ἀγγέλους. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησί· τοῦτο καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ’ ὅμως κυριώτερον ἁρμόσειεν ἃν τῷ Χριστῷ, κατὰ σάρκα. (Δυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησιν· ἄνιθι, φησὶ, ἐννοίαις, εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου κατασκευὴν, καὶ τίνα γέγονε πρῶτον· πολυπραγμόνει δὲ, πῶς πεποιήμεθα παρὰ Θεοῦ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, τετιμήμεθα δὲ πλουσίως, ἄρχειν λαχόντες τῶν ἐπὶ τῆς γῆς, ἐπειδὴ δὲ ἡ τοῦ γένους ἀρχὴ, τουτέστιν Ἀδὰμ, τὴν θείαν λελύπηκεν ἐντολὴν, νενόσηκέ τε λοιπὸν ἡ ἀνθρώπου διάνοια τὸ λίαν εὐπάροιστον εἰς τὸ πλημμελὲς, ταύτῃ τοι γυμνοὶ δόξης καὶ ἀφθαρσίας καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν διετελοῦμεν ἐν κόσμῳ· σεσώσμεθα δὲ διὰ Χριστοῦ, καὶ τῇ πάρ αὐτοῦ χάριτι κεκτήμεθα τὰ πρὸς ἀνάληψιν τῶν πάλαι δεδωρημένων τῶν τοιούτων διηγημάτων, ὁ τῶν προκειμένων λόγος εἰσκομίζει τὸ πλάτος. κατατέθηπε γὰρ ὁ θεσπέσιος Δαβὶδ τῆς ἐφ’ ἡμῖν ἡμερότητος τὴν ὑπερβολήν· “τί γάρ ἐστιν ἄνθρωπος,” φησὶν, “ ὅτι “ μιμνήσκῃ αὐτοῦ, ἣ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;” τὸ μικρὸν οὕτω καὶ εὐτελὲς καὶ ἀπὸ γῆς ζῶον. ἠλάττωσε γὰρ αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους· ἡττήμεθα γὰρ ὡμολογουμένως τῆς τῶν ἁγίων Ἀγγέλων φύσεως καὶ δόξης· οὐκοῦν τιμῇ τε καὶ δόξῃ στεφανοῦν ἠξίωσε καὶ λαμπροὺς ἀπέδειξεν ὁ τῶν ὅλων Θεός· κεχειροτόνηκε γὰρ εἰς ἀρχὴν τῶν ἐπὶ τῆς γῆς, καὶ κατέστησεν αὐτὸν ἔπι τὰ ἔργα τῶν χείρων αὐτοῦ. Καὶ τεθαύμακε μὲν εἰκότως τὰ ἐφ’ ἡμῖν ὁ μακάριος Δαβίδ· τεχνίτης δὲ λίαν ὑπάρχων εἰς ἐννοίας πνευματικὰς ὁ σοφώτατος Παῦλος, περιτρέπει μὲν ἀστεῖος εἰς ἐξήγησιν μυστικὴν τῶν εἰρημένων τὴν δύναμιν, οἰκουμένην δὲ μέλλουσαν ὀνομάζει τοῦ μετὰ τοῦτον αἰῶνος τὴν κατάστασιν, καὶ τὴν ἐσομένην κατὰ καιροὺς τῶν δοθέντων ἡμῖν ἐπανάληψιν, ἤγουν ἐκπλήρωσιν. διαπεπτώκαμεν γὰρ, ὡς ἔφην, τῆς χάριτος ἐν Ἀδάμ· εἴρηται μὲν γὰρ ὡς ἐκείνῳ καὶ πρώτῳ τῇ ἀνθρώπου φύσει, τὸ " αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυ- “ ριεύσατε αὐτῆζ́” “νῦν δὲ οὔπω,” φησὶν, “ὁρῶμεν αὐτῷ τὰ “ πάντα ὑποτεταγμένα.” οὐκοῦν τὸν τοῦ πράγματος καιρὸν ἕτερον ὄντα ζητήσωμεν, καθ’ ὃν ἔσται καὶ ἀληθὲς τὸ ἐφ’ ἡμῖν εἰρημένον παρὰ τοῦ ψεύδεσθαι μὴ εἰδότος Θεοῦ· ταύτῃ τοι φησὶ τὴν οἰκουμένην τὴν μέλλουσαν οὐκ Ἀγγέλοις μᾶλλον ὑποτετάχθαι πη αὐτοῦ· δεδωρῆσθαι δὲ τοῦτο τοῖς ἐπὶ τῆς γῆς. Ὅτι δὲ περὶ τῆς μελλούσης ἡμῖν οὐκουμένης οἱ μυσταγωγοὶ διαλέγονται, πῶς ἃν ἐνδοιάσειέ τις ; ἀφιστάντες γὰρ τῶν ἐνεστηκότων, ζητεῖν ἀναπείθουσι τὰ ἐσόμενα, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπείγεσθαι δεῖν συμβουλεύουσι, καὶ τὴν τῶν ἁγίων ἐλπίδα διψῆν, καθ’ ἣν τὰ πάντα αὐτοῖς ὑποταχθήσεται, καὶ κάτα. κυριεύσουσι τῆς γῆς. καὶ αὐτὸς ὁ Σωτῆρ’ διεμέμνητο λέγων, “ μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·” τίς ἀρά ἐστιν ὁ δι’ οὗ γέγονε παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τῶν καθ’ ἡμᾶς ἀνακεφαλαίωσις; δηλονότι Χριστὸς, ὃ καὶ ἡμᾶς ἀκόλουθον εἰπεῖν, ὡς διὰ τῆς τοῦ ψάλλοντος λύρας· “ Κύριος μερὶς τῆς ” κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν “ τὴν κληρονομίαν μου ἐμοί·” δι’ αὐτοῦ γὰρ ἐσχήκαμεν τῶν ἐν ἀρχαῖς τῇ φύσει δεδωρημένων ἀγαθῶν τὴν ἐπανάληψιν αὐτὴν, καὶ τὸ βέβαιον εἰς κτῆσιν. ἀταλαίπωρον δὲ καὶ τοῦτο ἰδεῖν οὐχ ἑτέρως ἔχον, γεγραφότος περὶ αὐτοῦ τοῦ θεσπεσίου Παύλου, “ τὸν “ δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ “ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Ἀκούεις ὅπως ἐπάνω πάντων ὑπέρτατον τὸν σύνθρονον τῷ Πατρὶ τὸν παρὰ τῶν ἄνω πνευμάτων ἐν τάξει Θεοῦ προσκυνούμενον, ᾧτ’ χίλιαι μὲν χιλιάδες λειτουργοῦσιν Ἀγγέλων, παρεστήκασι δὲ καὶ μύριαι μυριάδες, καταβιβάζει πάλιν ὁ μυσταγωγὸς ἐν τοῖς καθ’ ἧμας, καὶ ’τον τῆς κενώσεως ἀφηγεῖται τρόπον, προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι’ αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττωμένον βραχύ τι παρ’ Ἀγγέλους αὐτὸν, ἵν ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν, τὰ ὑπὲρ φύσιν ἰδίαν, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός “ συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπου- “ ρανίοις ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐφ’ ὅλην δραμεῖται τὸ καύχημα τὴν ἀνθρώπου φύσιν· ἔπει τίνα τρόπον ημεις τῃ τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, εἰ κατὰ μηδένα τρόπον τὸ καθ’ ἡμᾶς ἐν ἀμείνοσιν, ὅτε γέγονε καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. ἠλάττωται τοίνυν βραχὺ παρ’ Ἀγγέλους ἄνθρωπος γεγονὼς, ἵνα τὴν ἀνθρώπου τιμήσῃ φύσιν, καὶ ἀνακομίσῃ πάλιν εἰς τὸ ἐν ἀρχαῖς· δόξῃ καὶ τιμῇ καὶ ἐν αὐτῇ στεφανούμενος, καί τοι τῆς δόξης Κύριος ὣν ὡς Θεός. ὥσπερ γὰρ ἡ τοῦ Ἀδὰμ παράβασις ἀτιμοτάτους ἀπέδειξεν, οὕτως δεδοξά- σμεθα διὰ τῆς ὑπὲρ ἡμῶν ὑπακοῆς τοῦ Χριστοῦ, καὶ αὐτὴν τεθεικότος τὴν ἰδίαν ψυχὴν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ “βραχύ τι” αὐτῷ συναρμόσειε μᾶλλον τῳ τρεῖς ἡμέρας γενομένῳ μόνας, ἀλλ’ οὐχ ἡμῖν τοῖς ἐπιπολὺ φθειρομένοις. δείκνυσι δὲ ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὥσπερ οὖν καὶ ὁ Κύριος αὐτὸν καλεῖ λέγων, “ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” εἰ οὖν ἐκεῖνος τὸ διὰ τοὺς ἀνθρώπους δόξαν καλεῖ, πολὺ μᾶλλον σὺ διὰ τὸν δεσπότην. Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. κἀκεῖνος μὲν διὰ τὴν χάριν τοῦ Θεοῦ, φησὶ, τὴν εἰς ἡμᾶς ταῦτα ἔπαθεν, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάν- τῶν παρέδωκεν αὐτόν· τίνος ἕνεκεν ; οὐκ ὤφειλε τοῦτο ἡμῖν, ἀλλὰ χάριτι πεποίηκε· καὶ πάλιν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησι, “ πολλῶ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ” ἑνὸς Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.” Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης· αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανεν. Ὠριγένηε. Μέγας ἐστιν ἀρχιερεὺς, οὐχ ὑπὲρ ἀνθρώπων ἀλλὰ καὶ παντὸς λογικοῦ τὴν ἅπαξ θυσίαν προσενεχθεῖσαν, ἑαυτὸν ἀνενεγκών· “χωρὶς γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου·’ ἣ ὥσπερ ἔν τισι κεῖται τοῖς πρὸς Ἑβραίους ἀντιγράφοις " χάριτι Θέο εἴ τε δὲ χωρὶς Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀπέθανεν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν λογικῶν, εἴ τε “ χάριτι Θεοῦ,” ὑπὲρ πάντων τῶν χωρὶς Θεοῦ ἀπέθανεν. Τί δάι ; εἰ μὴ πάντες ἐπίστευσαν, αὐτὸς τὸ αὐτοῦ πεπλήρωκε· καὶ κυρίως εἷπε “ ὑπὲρ παντὸς γεύσηται θανάτου.” οὐκ εἶπεν ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. τῷ μὲν οὖν εἰπεῖν διὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε, τῷ δὲ ὅτι Ἀγγέλων κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀρρώστῳ παρεσκευασμένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν, πρότερος αὐτὸς ἀπογεύεται, ἵνα πείσῃ τὸν ἀρρωστοῦντα, θαρροῦντα κατατολμῆσαι τῆς βρώσεως· οὕτως ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεισαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἐγεύσατο, τούτου οὐκ ἔχων ἀνάγκην “ ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων,” φησὶ, " καὶ οὐκ ἔχει ἐν ἐμοὶ οὐδὲν, ὥστε καὶ τὸ “ χάριτι καὶ τὸ ὑπὲρ “ παντὸς γεύσηται θανάτου,” τοῦτο συνίστησι. Ἀλλὰ τούτοις ΘΕÓΔΩΡΟΣ ὁ Μοψουεστίας ἀντιφθεγγόμενός φησι· γελοιότατον δή τι πάσχουσι ἐνταῦθα, τὸ " χωρὶς Θεοῦ” ἐναλλάττοντες καὶ ποιοῦντες “ χάριτι Θεοῦ,” οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῆς γραφῆς, ἀλλ’ ἀπὸ τοῦ μὴ συνιέναι ὅτι ποτὲ ἔφη τὸ “ χωρὶς Θεοῦ” ἀδιαφόρως, ἐξαλείφοντες μὲν ἐκεῖνο, τιθέντες δὲ τὸ δοκοῦν αὐτοῖς εὔκολον εἶναι πρὸς κατανόησιν· τί γὰρ ἐνταῦθα προέκειτο τῷ Παύλῳ, ἵνα ἐπαγγέλῃ τὸ " χάριτι Θεοῦ;” τίς δὲ αὐτὸν ἦγε πρὸς τοῦτο ἀκολουθία; οὐ γὰρ ἔθος αὐτῷ, “ χάριτι Θεοῦ” τιθέναι ἁπλῶς, ἀλλὰ πάντως ἀπό τινος ἀκολουθίας λόγου· ἣ γὰρ τὰ καθ’ ἑαυτὸν λέγων προστίθησι τοῦτο, ὡς τὸ " χάριτι Θεοῦ εἰμι ὅ εἰμι·” ὅταν πρόκειται αὐτῷ τὴν περὶ τοὺς ἀνθρώπους λέγειν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅτι ἅπαντα πεποίηκεν, οὐχ ἡμῶν ὄντων τοῦ τυχεῖν ἀξίων, οἷόν ἐστι τὸ “ τῇ γὰρ χάριτι “ ἐστὲ σεσωσμένοι,” ᾧ ἐπάγει, “καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται·” σαφῶς διὰ τούτων παριστῶν, ὅτι περὶ τῆς χάριτος διαλέγεται τοῦ Θεοῦ, ἣν περὶ πάντας ἔτυχε τοὺς ἀνθρώπους ἐπιδειξάμενος. ἐνταῦθα δὲ τὸ προκείμενον αὐτῷ, δηλονότι περὶ τοῦ Χριστοῦ διαλέγεται, οἷός τις ἐστι, καὶ τίνα τὴν πρὸς τοὺς Ἀγγέλους ἔχων διαφοράν· ἀφ’ ὧν ἐξηνέχθη εἰς τὸ εἰπεῖν, κατὰ τί ’δε αὐτῶν ἠλαττῶσθαι δοκεῖ, καὶ ὅτι διὰ τὸν θάνατον. τί οὖν ἔδει ἐνταῦθα τοῦ “ χάριτι Θεοῦ; οὐ γὰρ πρόκειται αὐτῷ τὴν περὶ ἡμᾶς ἀγαθότητα λέγειν αὐτοῦ. τοῦτο δὲ μᾶλλον δείκνυσιν ἡ τῶν ἑξῆς ἀκολουθία. εἰπὼν γὰρ ὅτι “ χωρὶς Θεοῦ ἐγεύσατο τοῦ θανάτου,” οὐδὲν πρὸς τοῦτο παραβλαβείσης τῆς θεότητος· καὶ διὰ τοῦτο ἀπὸ τῆς οἰκείας φύσεως τὴν κατὰ βραχὺ τοῦτο ἐλάττωσιν ἐδέξατο· ὥστε φαίνεσθαι ἐντεῦθεν αὐτὸν καὶ τῆς τιμῆς μετέχοντα διὰ τὴν πρὸς ἕτερον συνάφειαν, ἐπειδήπερ ἀκόλουθον ἦν τοὺς ταῦτα ἀκούοντας περιττὴν ἐν τῷ τοῦ πάθους καιρῷ νομίζειν εἶναι τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησιν, οὐδὲν τοῖς προκειμένοις συμβαλλομένην, εἴπερ δὴ χωρὶς ἐκείνου τῆς πείρας ἐγεύσατο τοῦ θανάτου, ἐπάγει, “ ἔπρεπε γὰρ αὐτῷ, “δι᾿ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν “ ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων “ τελειῶσαι.” Οὐκ ἀσυντελὴς δὲ ἦν οὐδὲ ἡ θεότης φησίν· ἔπρεπε γὰρ τὰ οἰκεῖα καὶ ἅπερ ἦν αὐτῇ πρέποντα· τὸ γάρ τοι τοῦ πάθους οὐδασυνέστησεν· μῶς αὐτῇ πρέπον ἦν· τοῦτο τὸ " ἔπρεπε,” σαφῶς τὸ “ χωρὶς Θεοῦ” ὡς γὰρ ἐκείνου οὐ πρέποντος τὸ πρέπον αὐτὸ φησι, δεικνὺς ὁμοῦ καὶ ἅπερ ἔπραττε τότε, τίνα δὲ ταῦτα ἦν. “ ἔπρεπε “ γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα,” δηλονότι τῷ Θεῷ Λόγῳ g λέγων, ἐπειδήπερ πολλοῖς τῆς υἱότητος μετέδωκεν, καὶ εἰς τὴν δόξαν ἤγαγε ταύτην, τὸν τῆς ἁπάντων σωτηρίας ἀρχηγὸν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Ἰησοῦν τὸν Χριστὸν, τὸν πη αὐτοῦ ληφθέντα ἄνθρωπον, διὰ τῶν παθημάτων τέλειον ἀποφῆναι, ὥστε φαίνεσθαι, καὶ τούτου τὴν φύσιν, κἀκείνου τὴν χάριν. Ὁ μακάριος δὲ Ἰωάννης τὴν προγεγραμμένην ῥῆσιν οὕτως ἐξηγήσατο. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει. ὁρᾷς πῶς πάλιν τὸ “ δι’ οὗ” αὐτῷ ἁρμόζει· οὐκ ἃν τοῦτο ποιήσας, εἴγε ἐλαττώσεως ἦν, καὶ τῷ Υἱῷ προσῆκον μόνον. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἄξια, φησὶ τῆς φιλανθρωπίας αὐτοῦ πεποίηκε, τὸ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερέχοντα τοῖς ἑτέροις ὑπόδειγμα εἶναι τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν; τουτέστι τὸν αἴτιον τῆς σωτηρίας· ὁρᾷς ὅσον τὸ μέσον ; καὶ οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ’ ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. εἰδες πῶς ἡμᾶς καὶ συνάγει καὶ διίστησιν; ἐνταῦθα συνήγαγε τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· πάλιν διέστησε στῆσε διὰ παθημάτων τελειῶσαι. ἄρα τὰ παθήματα τελείωσις καὶ ἀίτα σωτηρίας. (Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλος τῷ μακαρίῳ ἀκολουθήσας κατὰ τὸ “ ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου, φησὶ, τί τὸ “ἐγεύσατο” παντί τὼ σαφὲς ὥς γε οἰμαι. δοὺς γὰρ τῷ θανάτῳ τὸ ἴδιον σῶμα, καὶ οἷον ἀπογευσάμενος σαρκικῶς τοῦ συμβεβηκότος, ἀνεβίω πάλιν, καὶ πεπάτηκεν εὐθὺς τοῦ θανάτου τὸ κράτος. οὐκοῦν ὁ βραχὺ παρ’ Ἀγγέλους ἡλαττῶσθαι λεγόμενος, αὐτός ἐστιν ὁ ἐκ Θεοῦ Λόγος· οὐκ εἰς ἰδίαν φύσιν παθὼν τὴν ἐλάττωσιν, ἀεὶ γάρ ἐστιν αὐτὸς καὶ ὡσαύτως ἔχων, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὑπομεμενηκὼς δὲ καὶ τοῦτο δι’ ἡμᾶς ἀνθρωπίνως· ἠνείχετο γὰρ καίτοι Θεὸς ὣν φύσει τῶν τῆς ἀνθρωπότητος μέτρων διὰ τὴν οἰκονομίαν· καὶ τοῦτό ἐστι τοῦ κατ’ αὐτὸν μυστηρίου τὸ ὅτι μάλιστα θαυμάζεσθαι πρέπον. οὕτω καὶ ὁ προφήτης ἔλεγεν Ἀμβακούμ· “Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, “καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἔκστασις γὰρ ἀληθῶς καὶ τοῦ παντὸς ἐπέκεινα θαύματος τὸ γεγενημένον. ἀλλ’ οὐκ ὁδ’ ὅπως τί ἐπ’ αὐτὸ μυστήριον οὐ νενοηκότες ὀρθῶς κενολογοῦσι τινες, καὶ δὴ καὶ γεγράφασι, τὰ ἐν τῷ ὀγδόῳ ψαλμῷ διερμηνεύειν ἐθέλοντες. σκοπῶμεν τοίνυν τίς ὁ ἄνθρωπος περὶ οὗ ἐκπλήττεται καὶ θαυμάζει, ὅτι δὴ ὁ μονογενὴς κατηξίωσεν αὐτοῦ μνησθῆναι τε καὶ ἐπισκοπὴν ποιήσασθαι· εἰτα τούτοις ἐπάγει, καὶ μάλα ἐναργῶς, ὡς οὐκ εἴρηται μὲν ἐπὶ παντὸς ἀνθρώπου, τὸ “ τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἣ Υἱὸς ἀνθρώπου ὅτι “ ἐπισκέπτῃ αὐτόν;” ἀλλὰ περὶ μόνου τοῦ Υἱοῦ· πειρῶνται δὲ τοὺς ἑαυτῶν λόγους ἐμπεδοῦν εἰς ἀλήθειαν, περιενεγκεῖν λέγοντες τὸν μακάριον Παῦλον εἰς τὸ ἑαυτοῦ πρόσωπον τὰ ἐν τῷ ψαλμῷ, διά τοι τὸ φάναι “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον “ βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ “ ἐστεφανωμένον·” εἶτα διϊστάντες τὰς φύσεις, ὁλότροπον τὸν ἐκ τῆς ἁγίας παρθένου γεγενημένον ἄνθρωπον εἶναί φασιν ἰδικῶς, περὶ οὗ καὶ θαυμάζει, φησὶν ὁ Δαβὶδ, ὅτι καὶ μνήμη καὶ ἐπισκοπῆς ἠξίωται· ἠξίωται δὲ καὶ τῶν ὑπὲρ φύσιν ἰδίων, ὡς εὐεργετούμενος παρὰ τοῦ Θεοῦ Λόγου. Ἠγνοήκασι δὲ ὡς ἔοικεν, ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ’ ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννοιῶν ἡ ἀπόδοσις ἐν κόσμῳ τῷ δέοντι προἰοῦσα φαίνοιτο, φέρε καὶ πρό γε τῶν ἄλλων τῆς ἐν τῷ παροσιθέντων h ψαλμῷ θεωρίας ἁψώμεθα. ᾔδει ὡς προφήτης ὁ θεσπέσιος Δαβὶδ, ὅτι κατὰ τὴν ἀψευδῆ τε καὶ θείαν ὑπόσχεσιν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, τὸ κατὰ σάρκα γενήσεται· πλὴν οὐκ ἠγνόηκεν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ἐν τοῖς καθ’ ἡμᾶς ἑαυτὸν καθήσει κατὰ καιρόν. διαλέγεται οὖν ἐν τῷ ὀγδόῳ ψαλμῷ, καὶ τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους, ὡς πρὸς ἄνθρωπον ἅμα καὶ Θεὸν ἕνα τὸν ἐξ ἀμφοῖν ἐπιγινώσκων Θεὸν, ταύτῃ τοι φησί· “ Κύριος ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου “ ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν “ ὐρανῶν·” ποῦ γὰρ ὅλως, ἢ παρὰ τίσι Χριστὸς οὐ τεθαύμαστο; ἣ πῶς οὐκ ἐπήρθη καὶ ὑπεράνω τῶν οὐρανῶν ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ τὸ τῆς δόξης περιφανές; εἴπερ ἐστὶν ἀληθὲς, “ ὅτι ἐν " τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ “ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, “ ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” Ὅτι γὰρ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Λόγῳ καὶ ἑνωθέντι σαρκὶ τὰ τοιαῦτά φησιν ὁ θεσπέσιος μελῳδὸς, ἐκδείξειεν ἃν εὐκόλως τὰ ἐφ’ ἑξῆς· ἔφη γὰρ “ ὅτι ἐκ στόματος νηπίων θηλαζόντων “ κατηρτίσω αἶνον.” ἐπειδὴ γὰρ τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, τεθαύμασται μὲν παρὰ πάντων· εὑρὼν δὲ ὀνάριον ἐκάθισεν ἐπ’ αὐτῶ· ὅτε καὶ παῖδες λαβόντες τὰ βάια τῶν φοινίκων, ταῖς καθηκούσαις αὐτὸν καταγεραίροντες εὐφημίαις ἔφασκον, “ὠσαννὰ “τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἐπιτιμώντων δὲ αὐτοῖς τῶν ἄλλων, ἔφασκεν ὁ Χριστὸς, “ οὐκ “ ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω “ αἶνον;” ἐνηνθρωπηκότα δὴ οὖν τὸν Υἱὸν μονονουχὶ καὶ ἐποχούμενον τῷ πώλω βλέπων, κατατέθηπεν εἰκότως, ἐκεῖνο διενθυμούμενος, ὅτι πρὸς τοσοῦτο σμικροπρεπείας ἑαυτὸν ὁρᾶται καθεὶς, καί τοι κατὰ φύσιν ὑπάρχων Θεός· εἶτα τοῦ κεκενῶσθαι τὴν ἀφορμὴν οὐχ ἑτέραν ὁρῶν ὁ μακάριος Δαβὶδ, πλὴν ὅτι μόνους ἡμᾶς οὓς ἦν ἀναγκαῖον καὶ φθορᾶς ἐξελέσθαι καὶ ἁμαρτίας, καὶ τυραννικῶν ἁρπάσαι χειρῶν, τῶν τοῦ διαβόλου φημὶ, τοῦ παντὸς ἀξιοιοθαύμαστος i, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· ταύτῃ τοι φησί· “ Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἣ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;” τίς γὰρ ἡ ἀνθρώπου φύσις ὡς πρὸς Θεόν; καὶ τι τοῦτο λέγω; τι τὸ γόος τὸ ἀνθρώπινον; μοίρα τε ὅση καταλογισθεῖεν ἃν οἱ ἐπὶ γῆς, ὡς πρό γε φημὶ τὰ τῶν ἁγίων Ἀγγέλων τάγματα; ἀλλ’ εἰ καὶ μηδενὶ ὅλως ὁ ἄνθρωπος φύσει τε καὶ ἀριθμῷ, οὐχ ὑπερεῖδεν ἡμᾶς ὁ δημιουργὸς, ἐμνήσθη γὰρ καὶ ἡμῶν καὶ ἐπισκοπῆσαι ἐπηξίωσεν ὡς διολωλότων· ὁ καὶ ἐν ἀρχαῖς τοῦ παραγαγεῖν εἰς ὕπαρξιν, βραχὺ μὲν ἡμᾶς ἑ ἐλαττώσας παρὰ τοὺς Ἀγγέλους, στεφανώσας δὲ τιμῇ τε καὶ δόξῃ, καὶ καταστήσας μὲν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, πάντα δὲ ὑποτάξας ὑπὸ πόδα; ἡμῶν. καὶ τῆς μὲν ὅλης ᾠδῆς ὁ σκοπὸς ἐν τούτοις· φιλοσοφεῖ δὲ λίαν ὁ θεσπέσιος Παῦλος, καὶ περιΐστησιν εὐτέχνως νενοσηκότα τὰ καθ’ ἡμᾶς εἰς καινότητα διὰ Χριστοῦ· “ καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ, καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, “ γέγονε δὲ πάντα καινά·” τοῦτο φησὶ καὶ δι’ ἑνὸς τῶν προφητῶν τὸ Πνεῦμα τὸ Ἅγιον· “ θάρσει Σιῶν· μὴ παρείσθωσαν αἱ χεῖρές “ σου· Κύριος ὁ Θεὸς σοῦ ἐν σοὶ δυνατῶς σῶσαι σε, καὶ ἀνακαι- “ νιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.” Ἀποφαίνει τοίνυν ὁ Παῦλος γυμνοὺς ἡμᾶς τῆς δόξης τῆς πάλαι δεδωρημένης· διὰ τοῦτό φησι· “ νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ “ πάντα ὑποτεταγμένα,” καὶ οὐ δή που φρονοῦμεν, ὀρθὰ φρονεῖν ᾑρημένοι περὶ ἑνὸς ἀνθρώπου τὰ τοιάδε λέγειν αὐτὸν, ἀλλ’ ὡς ἐν ἑνὶ προσώπῳ τὸν καθόλου σημαίνων ἄνθρωπον, σεσυλῆσθαι φησιν αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τι δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον. ἀποφαίνει γὰρ τῆς δόξης ἡμαρτηκότα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἵνα καὶ τὸν τῆς ἐπαναλήψεως ἀφηγήσηται τρόπον, καὶ οἱά τις ἦν ἐμφάνῃ τὴν τοῦ γένους πτωχείαν, ἵνα δείξῃ πάλιν τὸν δι’ οὗ πεπλουτίσμεθα. προσεπάγει γὰρ εὐθὺς, “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέ- “ πομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστε- “ φανωμένον.” Θεὸς γὰρ ὢν φύσει, καθὰ πλειστάκις εἰρήκαμεν. ὁ ἐκ Θεοῦ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ κεχρημάτικε μεθ’ ἡμῶν ὡς ἄνθρωπος, βραχὺ παρ’ Ἀγγέλους, ἵνα καὶ ὑπήκοος γεγονὼς τῷ Πατρὶ, καὶ μέχρι θανάτου, δόξῃ καὶ τιμῇ στεφανώσῃ τὴν ἀνθρώπου φύσιν, ὡς εἷς ἐξ ἡμῶν στεφανούμενος, καὶ τοι τῆς δόξης Κύριος ὤν. Εἰ δὲ δή τις λέγοι μνήμης καὶ ἐπισκοπῆς ἠξιῶσθαι παρὰ τοῦ Θεοῦ Λόγου τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον, εὐεργετῆσθαι τε αὐτὸν καὶ ἠξιῶσθαι τιμῆς ὑπὲρ ἰδίαν φύσιν, κατακομιεῖ μὲν ὥσπερ εἰς γῆν τοῦ μυστηρίου τὴν δόξαν· πλεῖστον δὲ ὅσον ὀφλήσει γέλωτα. ποῦ γὰρ, εἰπέ μοι ψιλὸς ἄνθρωπος ὁ Χριστός; πότε δὲ δίχα τοῦ ἑνωθέντος αὐτῷ νοεῖται Λόγου ; ἔστι γὰρ ἐκ μήτρας Ἐμμανουήλ, καὶ οὐ γέγονε τοῦτο κατὰ καιρούς. πῶς οὖν αὐτὸν ἐπισκοπῆς τε καὶ μνήμης ἠξιῶσθαί φασι παρὰ τοῦ Θεοῦ Λόγου ; εἶτα διιστάντες τε καὶ διορίζοντες ὁλοτρόπως ἁλοῖεν ἂν καὶ ἀνὰ μέρος, ἡμῖν γυμνὸν τοῦ ἑνωθέντος Λόγου δεικνύντες ἕτερον Χριστὸν καὶ υἱόν· ἕτερον γὰρ ἀνάγκη νοεῖσθαι τὸν ἐπισκοπῆς αὐτὸν καὶ μνήμης ἠξιωκότα, παρὰ τὸν ᾧ ταῦτα δέδοται παρ’ αὐτοῦ· πῶς οὖν ἔτι " Κύριος εἷς, μία τε πίστις καὶ ἓν τὸ βάπτι- “ σμα;” εἰ γὰρ καὶ πολλή τις τῶν φύσεων ἡ διαφορὰ, ἀλλ’ ὁ γε τῆς ἑνώσεως τρόπος ἕνα τὸν ἐξ ἀμφοῖν ἔδειξεν Υἱόν. οὐκοῦν εἰ μνήμης ἠξιῶσθαί φαμεν αὐτὸν παρὰ τοῦ Θεοῦ Λόγου, ψυχικοὶ δὴ πάντως ἐσμὲν πνεῦμα μὴ ἔχοντες καθὰ γέγραπται· διορίζομεν γὰρ εἰς δύο τὸν ἕνα. εἰ δὲ ἦν ἐν ἀρχαῖς ὅπερ ἐστὶ, καὶ ἐξ αὐτῆς μήτρας Ἐμμανουήλ, εἰ τὸν τῆς ἑνώσεως μὴ παραδεξόμεθα τρόπον, ἑαυτοῦ δὴ πάντως ὁ λόγος διαμεμνήσεται, ἑαυτὸν ἠξίωσε τῆς ἐπισκοπῆς, ἑαυτὸν εὐεργετήσας ὁρᾶται, καὶ πολλὴν ἡμῖν ἐν τούτοις τὴν ἀτοπίαν εἰσκομιεῖ τῶν ἐννοιῶν ἡ δύναμις· οὐ γὰρ ἀλλότριον τοῦ λόγου τὸ σῶμα αὐτοῦ, ἄλλως τε, τίς ἄρα ἐστὶν ὁ κεκενῶσθαι λεγόμενος παρὰ τῆς ἁγίας γραφῆς; Εἰ μὲν οὖν τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἀνὰ μέρος ἡμῖν ἱστάντες, αὐτὸν ὑπομεῖναι φασι τὴν κένωσιν, πῶς ἐκενώθη δεδοξασμένος, εἴπερ ἐστὶ καθ’ ἡμᾶς ἀνθρώπῳ τιμὴ καὶ δόξα τὸ ἐπισκοπῆς ἀξιοῦσθαι καὶ μνήμης, ἑνώσεως τε τυχεῖν τῆς πρὸς Θεόν· εἰ δ΄ ἐπ’ αὐτοῦ λέγοιεν πεπρᾶχθαι τὴν κένωσιν τοῦ μονογενοῦς, κεκένωται τι παθών· ᾧ γὰρ τὸ παθεῖν συμβέβηκε, πρέποι ἃν μᾶλλον καὶ τὰ τῆς κενώσεως χρήματα. σεσώσμεθα τοίνυν δι’ ἑαυτῶν, εἴπερ ἐστὶν ἄνθρωπος καθ’ ἡμᾶς οὐχ ἑνωθεὶς καθ’ ὑπό. στάσιν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, καθάπερ αὐτοί φασιν, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος. πῶς οὖν Θεὸς ὁ Χριστὸς, εἰ καὶ αὐτὸς μεθ᾿ ἡμῶν ἠξίωται μνήμης τῆς παρὰ Θεοῦ, καὶ γέγονεν εἷς τῶν εὐεργετουμένων; καὶ τοι πρόσειμεν ὡς Θεῷ προσευχόμενοι, καὶ τῶν ἄνωθεν ἀγαθῶν αἰτούμενοι τὴν χορηγίαν, ὡς ὅλῃ τῇ κτίσει διανέμοντα θεοπρεπῶς τὰ αἰτήματα. τεχνίτης τοίνυν ὑπάρχων ὁ Παῦλος τῆς μυσταγωγίας ὡς ἔφη, δέχεται μὲν ἔσθ’ ὅτε εἰς θεωρίαν πνευματικὴν τὰ ἐκ τῆς θεοπνεύστου γραφῆς· χωρήσας δὲ κατὰ μόνων τῶν ὅτι μάλιστα τῷ λόγῳ χρησίμων, σιωπᾷ τὰ ἕτερα, πρέπειν αὐτὰ μᾶλλον ἐκείνοις εἰδὼς περὶ ὣν καὶ γέγραπται, οἱον φέρε εἰπεῖν ἔφη που περὶ τῆς Εὔας καὶ τοῦ Ἀδὰμ τὸ περὶ αὐτῶν γεγραμμένον, " διὰ τοῦτο καταλεί- “ ψεῖ ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ “ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· προσεπάγει τούτοις αὐτὸς τὸ “ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, “ πλὴν καὶ ὑμεῖς οἱ καθένα τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾶτε, ὡς τὰ ἑαυτῶν σώματα.” ἄθρει δὴ καὶ ἐν τούτοις, ὡς οὐκ ἀπίθανον μὲν τῆς εἰκόνος τὸ σχῆμα, πλὴν ἀνόσιον κομιδῆ τῆς Ἀδὰμ παρατροπῆς τὰ ἐγκλήματα περιθεῖναι Χριστῷ, κἂν εἰ γέγονεν ἐκεῖνος προανατύπωσις ὥσπερ τι καὶ μέρος τῆς ἐπ’ αὐτῷ θεωρίας· ἀλλ’ οὐδὲ ἐκεῖνο οἶμαι σοφὸν ἣ καὶ ἀληθὲς εἰπεῖν, ὡς ἠξίωται κατὰ πρόγνωσιν τὴν ἐν Θεῷ νοουμένην ἐπισκοπῆς καὶ μνήμης, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος ἄνθρωπος ἰδικῶς, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον. Ὅτι μὲν γὰρ προέγνωστο τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ αὐτῷ τῷ Υἱῷ τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, ἐνδοιάσειεν ἃν οὐδεὶς, καὶ ἐξ αὐτοῦ τοῦ εἰκότος καὶ τοῦ τῆ θεότητι πρέποντος ἀναπεπεισμένος. τί γὰρ ἄποπτον αὐτῇ; τί δαὶ τῶν ἐσόμενον οὐκ ᾔδει καὶ πρὶν ἑσπέρας k ἐλθεῖν; προσεμπεδοῖ δὲ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος αὐτὸ τοῦτο γράφων ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ, κἀν τῇ δευτέρᾳ πρὸς Τιμόθεον ὁμοίως, " προωρίσμεθα γὰρ ἡμεῖς “ δι’ αὐτοῦ τοῦ Χριστοῦ πρὸς υἱοθεσίαν·” καὶ γέγονεν ἡμῖν πρωτότοκος, ἵν᾿ ἡμῖν ἀνθρωπίνως συντάττηται, καὶ τοι Θεὸς ὣν φύσει καὶ Υἱὸς ἀληθῶς. οὐχ εὑρήσομεν δὲ κατὰ πρόγνωσιν ἄνθρωπον αὐτὸν ὠνομασμένον ἁπλῶς, γυμνὸν δὴ λέγω, καὶ δίχα τοῦ ἑνωθέντος αὐτῷ καθ’ ὑπόστασιν Λόγου, καὶ οὐ μνήμης αὐτὸν ἣ ἑπισκοπῆς ὡς ἕνα τῶν καθ’ ἡμᾶς ἠξιῶσθαι φαμεν· ἐκεῖνο δὲ μᾶλλον περινοήσωμεν εὐσεβῶς· ἐθελήσας γὰρ ὁ ἐκ Θεοῦ Λάγος ἐν εὐδοκίᾳ Πατρὸς ἄνθρωπος γενέσθαι καθ’ ἡμᾶς, " ὅπως χάριτι Θεοῦ ὑπὲρ “ παντὸς γεύσηται θανάτου,” ἴδιον ἐποιήσατο σῶμα τὸ τοῖς θανάτου δεσμοῖς ὑποκείμενον, ἵνα καὶ ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀναθεὶς, διὰ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον. Φασί δὲ καὶ τοῦτο καὶ διατείνεσθαι τεθαρρήκασιν, ὅτι δὴ πάλιν ὁ ἐκ Θεοῦ Λόγος, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον τετελείωκε διὰ παθημάτων, ὡς τῆς σωτηρίας ἡμῶν ἀρχηγόν· ψευδοεῆ που πάντως ἀποφαίνοντες τὸν προφήτην λέγοντα, " οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ’ “ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. ” ποῦ γὰρ ἔτι σέσωκεν ἡμᾶς αὐτὸς ὁ Κύριος, εἰ δι’ ἑνὸς τῶν καθ’ ἡμᾶς, καὶ ἐν ὁμοδούλῳ σεσώσμεθα; ἑνώσει μὲν γὰρ τῇ καθ’ ὑπόστασιν ἐν Χριστῷ τὸ ἀνθρώ- πίνον τῇ τῆς ἀληθοῦς κυριότητος στεφανοῦται τιμῇ. καθήκετο γάρ ἐν τῇ τοῦ δούλου μορφῇ, καί τοι κατὰ φύσιν ἐλεύθερος ὣν ὁ ἐκ Θεοῦ Λόγος, ἵνα δοξάσῃ τὸ δοῦλον, καὶ τῆς ἐνούσης εὐγενείας αὐτῷ τὴν λαμπρότητα προξενήσῃ τῇ φύσει. εἰ δὲ δή τις ἀποστήσει ἐκ τῆς πρὸς Θεὸν ἑνώσεως ἀληθοῦς τὸ ἀνθρώπινον, ἕψεται δὴ πάντως οὐκ ἐν κυριότητι ποθὲν, ἀλλ’ ἐν τοῖς τῆς δουλείας αὐτὸ καταθήσεται μέτροις. Ὅτε τοίνυν σέσωκεν ἡμᾶς αὐτὸς ὁ Κύριος κατὰ τὰς γραφὰς, τί παραιτοῦνται τὸν σεσωκότα τῆς ὅτι μάλιστα πρεπούσης εὐκλείας αὐτῷ; παύσασθε διορίζοντες τοῦ Λόγου τὸ ἀνθρώπινον, ἵνα μὴ κοινὸν ἄνθρωπον σωτῆρα καὶ λυτρωτὴν τῶν βίων κηρύττητε. ἀλλὰ ναὶ, φασὶ, τετελείωκε τὸν ἄνθρωπον διὰ παθημάτων ὁ Λόγος· αὐτὸς γάρ ἐστιν ὁ δι’ οὗ τὰ πάντα, καὶ πρέποι ἃν μᾶλλον ἐπ’ αὐτοῦ νοεῖσθαι τὰς τοῦ Παύλου φωνάς· τι δαὶ, εἰπέ μοι, τὸ δι’ οὗ τῷ πατρὶ προσνέμοντες ἀδικήσομεν ; καὶ τοι γεγραφότος Παύλου, " πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ·” καὶ πάλιν, “ ἄρα οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς καὶ κλη- " ρονόμος διὰ Θεοῦ.” Ὅτι δὲ καὶ αὐτὸς ὁ μυσταγωγὸς ἐπ’ αὐτοῦ τέθεικε τοῦ Πατρὸς τὸ " ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα,” καὶ τὰ τούτοις ἐφεξῆς, ἐξ αὐτῆς εἰσόμεθα τῆς τῶν γεγραμμένων ἀκολουθίας· ἔφη γὰρ ὡδί· “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττω- " μένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξη καὶ “ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· εἶτα Θεὸν ὀνομάσας τὸν Πατέρα, καὶ τὴν αὐτοῦ μνήμην εἰσκεκομικὼς, προσεπάγει πάλιν, “ ἔπρεπε γὰρ αὐτὸν δι’ “ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα.” . . . . . “ ἐξ αὐτοῦ γὰρ καὶ “ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα” κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἴσως ἐκεῖνο φαῖεν ἄν· οὐ γάρ ἐστι Θεὸς ὁ Υἱός; πῶς οὖν τὸν Πατέρα φῄς σημαίνεσθαι μόνον, διά γε τοῦ Θεὸν ὠνομάσθαι, παρά γε τοῦ μακαρίου Παύλου; καὶ πρός γε τοῦτο ἐροῦμεν τόσον δὲ τουτὶ, καὶ μάλα ὀρθῶς· οὐ γάρ ἐστι Θεὸς ὁ Πατήρ ; εἶτα, πῶς ἄνω τιθεὶς τὸ Θεὸς ὄνομα πάντη τε καὶ πάντως τῶ Υἱῷ; ἀλλ’ ὅτι μὲν τὸ δι’ οὗ πρέποι ἃν οὐχὶ μόνῳ τῷ Υἱῷ, τέθειται δὲ πλειστάκις καὶ ἐπ’ αὐτοῦ τοῦ Πατρὸς ἀποχρώντως ἡμῖν ἀποδέδεικται· πλὴν ἐκεῖνο φάμεν· ἔθος τῷ μακαρίῳ Παύλῳ διαμνημονεύοντι τοῦ Υἱοῦ, τῇ τοῦ Θεοῦ κλήσει τὸν Πατέρα δηλοῦν ὅτε σιωπᾷ τὸ Πατήρ. ἐπιστέλλει γοῦν Κορινθίοις, Ἐφεσίοις, Κολοσσαεῦσι, “ Παῦλος Ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ·” καὶ μὴν καὶ Γαλάταις, “ ὅτε εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ “ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα “ εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην “σαρκὶ καὶ αιματι.” Ὅτε τοίνυν ἐστὶ τὸ κωλῦον οὐδὲν τῆ τοῦ Θεοῦ κλήσει κατονομάζεσθαι τὸν Πατέρα, Θεοῦ κατὰ φύσιν ὑπάρχοντος καὶ αὐτοῦ τοῦ Υἱοῦ· τί μὴ μᾶλλον παρὰ τοῦ Πατρὸς τετελειῶσθαι φαμεν διὰ παθημάτων τὸν Υἱόν; ἐνηνθρώπησε γὰρ αὐτὸς, καὶ μορφὴν δούλου λαβὼν πέπονθεν ὑπὲρ ἡμῶν σαρκὶ κατὰ τὰς γραφάς· καί τοι κατὰ φύσιν ἰδίαν ὑπομεμενηκὼς τῶν παθημάτων οὐδὲν, καθ’ ὃ καὶ Θεὸς νοεῖται, καὶ ἔστι Λόγος τοῦ Πατρός. ταύτης ἕνεκεν τῆς αἰτίας σαρκὶ πεπονθέναι φαμὲν τὸν ἐπέκεινα τοῦ παθεῖν· ἔφη γάρ που καὶ ὁ μακάριος Πέτρος, “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν " σαρκί.” καὶ ἐπειδὴ ὁ πάσης ὁμοῦ τῆς κτίσεως κατὰ φύσιν ἰδίαν ἐξῃρημένος ὡς Θεὸς κεκενῶσθαι λέγεται, καὶ κατέβη πρὸς ἀνθρωπότητα, ταύτῃ τοι καὶ πολλοῖς ἀδελφοῖς συντέτακται, καὶ ὁ μόνον ἔχων τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, πολλῶν ἠξίωσε γενέσθαι Πατήρ. ἀλλ’ ἐξῄρηται θεικῶς τοῖς ἄλλοις Χριστὸς Ἰησοῦς, εἰ καὶ ἀνθρωπίνως αὐτοῖς συντάττοιτο, οὕτω γὰρ ἔσονται “ καὶ ὁ ἁγιάζων “ καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες·” ἕνα γὰρ ἐσχήκαμεν σὺν αὐτῷ τὸν Πατέρα, ὃς εἰ καὶ γέγονεν ἡμῶν φιλανθρωπίᾳ τε καἰ χάριτι πατὴρ, ἀλλ’ οὖν ἐστιν ἰδικῶς καὶ μόνου Πατὴρ Ἰησοῦ Χριστοῦ, τουτέστι σαρκὸς γεγονότος τοῦ Λόγου κατὰ τὰς γραφάς. ἐπειδὴ δὲ, ὡς ἔφην, ἕνα Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς αὐτός τε καὶ ἡμεῖς ἐσχήκαμεν, “ οὐκ ἐπαισχύνεται ἡμᾶς ἀδελφοὺς ἀποκαλεῖν, λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου·” καί τοι πῶς ἐναργὲς, ὡς εἴπερ ἦν ἀληθῶς μέχρι τῆς ἀνθρωπότητος μόνης τῆς Χριστοῦ δόξης τὸ μέτρον, οὐκ ἃν ἐπαισχύνθη καλεῖν ἀδελφοὺς, οἱς τοῦτο καὶ μόνη προὐξένησεν ἃν ἡ φύσις, καὶ οὐ διδόντος αὐτοῦ; ὡς γὰρ ὁ προφήτης φησί· “ Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ Πατὴρ “ εἰς πάντων ἡμῶν,” ἔχοι ἃν τὸν εἰκότα λόγον τὸ ἐπαισχύνεσθαι καλεῖν ἀδελφοὺς τοὺς ἐν μέτροις ὄντας τοῖς οἰκητικοῖς, τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐλεύθερον· τοὺς ἐκ γῆς, τὸν ἄνωθεν· τοὺς ἐκ τοῦ κόσμου, τὸν μὴ ὄντα ἐκ τοῦ κόσμου τούτου, κατὰ τὴν αὐτοῦ φωνήν τοὺς ἐν ἁμαρτίαις ὄντας, τὸν ἀνιέντα πλημμελήματα· τοὺς ἀγιασμοῦ δεομένους, τὸν ἁγιάζειν ἰσχύοντα· τοὺς ὑπὸ θάνατον καὶ φθορὰν, τὸν “ ἐν ᾧτ’ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν.” ἐπειδὴ δὲ κεκένωκεν ἑαυτὸν, οὐκ ἐπαισχύνεται λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά “ σου τοῖς ἀδελφοῖς μου·” καὶ πάλιν· “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ “μοι ἔδωκεν ὁ Θεός.” γεγόναμεν γὰρ υἱοὶ Θεοῦ, καὶ ἐσμὲν ὑπὸ χεῖρα τοῦ πάντων ἡμῶν Σωτῆρος. (Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης φησί· ὁρᾷς δείκνυσι πάλιν τὴν ὑπεροχήν; τὸ γὰρ εἰπεῖν “ οὐκ ἐπαισχύνεται,” δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας αὐτοῦ, μὴ ἐπαισχυνομένου τὸ ταπεινὸν τῆς ταπεινοφροσύνης τῆς πολλῆς· εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ’ ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα· πάλιν δὲ τὸ μέσον, καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας, ἡμεῖς δὲ ὡς κτίσμα. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κρότος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῃμ ἔνοχοι ἦσαν δουλείας. (Κυρίλλου.) Ὁ μακάριος Κύριλλος φησὶν, ἀναγκαῖον οἶμαι πρό γε τῶν ἄλλων πολυπραγμονῆσαι λεπτῶς, περὶ ποίων αὐτῷ παιδίων ὁ λόγος, ἃ δὴ σαρκός τε καὶ αἵματος κεκοινωνηκέναι φησὶ, καὶ τίς ὁ παραπλησίως μετεσχηκὼς τῶν αὐτῶν· ὅτε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καί τοι Θεὸς καὶ Κύριος ὣν κατὰ φύσιν, καὶ σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ, καθῆκεν αὐτὸν εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον, συντέτακται δὲ διὰ τοῦτο καὶ ὡς ἀδελφὸς τοῖς κεκλημένοις διὰ πίστεως εἰς υἱοθεσίαν Θεοῦ· τότε δὴ τότε τῆς οἰκονομίας τὸ εὐτεχνἐς εὑ μάλα τετηρηκὼς, ἔφασκε περὶ ἡμῶν, ποτὲ μὲν, “ ὅτι ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς “μου,” ποτὲ δὲ, “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ “ Θεός.” Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν, καί τοι πάλαι μερίδες ἀλωπέκων ὄντες, καθά φησιν ὁ Δαβίδ· ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι ταῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ’ αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονόμηκεν ὁ Χριστός· καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, “ οὓς δέδωκάς μοι “ ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν “ ἣν δέδωκάς μοι, αὐτοῖς.” καί τοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων, χάριτι μεθ’ ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ, διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν, δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν· κατεσφράγισε γὰρ τῷ ἰδίῳ πνεύματι πρὸς υἱοθεσίαν, καὶ ἐν αὐτῷ κράξομεν, ἀββᾶ ὁ πατήρ. οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ, κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τέ ἐσμεν καὶ σαρκὶ, καὶ ἐν φθαρτοῖς καὶ γηίνοις σώμασι. ταύτης ἕνεκα τῆς αἰτίας, καὶ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ζωὴ κατὰ φύσιν ὑπάρχων, μετέσχε τῶν αὐτῶν, καὶ οὐ καθ’ ἕτερον τρόπον, ἀλλὰ παραπλησίως, ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Ἐπειδὴ γὰρ οὐχ ἑτέρως ἦν δύνασθαι τὸ θανάτῳ καὶ φθορᾷ καὶ ἁμαρτίᾳ κατεσχημένον ἀνακομίζεσθαι πρὸς τὸ ἐν ἀρχαῖς πλὴν ὅτι διὰ μόνου Χριστοῦ, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ὡς ἐν καιρῷ καθήκοντι πληροῦσθαι λοιπὸν παρεκάλει λέγων ὁ μακάριος Δαβὶδ, “ ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν “ θλίψεσι;” ταύτῃ τοι Ἐμμανουὴλ κέκληται· οὐ γὰρ ἀφέστηκεν ἔτι μακρόθεν, ἀλλὰ δὴ γέγονεν ἐγγύτερον μεθ’ ἡμῶν, ἄνθρωπος πεφηνὼς ὁ τοῦ Θεοῦ Λόγος. παραπλησίως γὰρ ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, ἐπειδὴ θανάτῳ καὶ φθορᾷ κεκράτηται τὸ ἐπὶ γῆς γένος, τουτέστιν ὁ ἄνθρωπος· καὶ τῷ Θεῷ τῷ πάντων ἐδόκει διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, ἵνα λοιπὸν ἀτονήσῃ θάνατος, καὶ ὡς ἐν πρώτῳ τῷ Χριστῷ παραχωρῶν εὑρίσκηται τῷ νικᾷν τοῖς ἐπιγείοις σώμασιν. Οὕτω γὰρ οὕτω εἰς ἅπαν ἡμῶν τὸ γένος ἡ τῆς ἀφθαρσίας δύναμις κατευρύνεται, καὶ πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος, “ ἐπειδὴ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ἔδει γὰρ, ἔδει τὸ πεπονθὸς θεραπεύεσθαι καὶ διὰ τῆς τῷ θανάτῳ τυραννουμένης σαρκὸς καταργεῖσθαι θάνατον· ὥσπερ γὰρ ἐν Ἀδὰμ προσκρούσασα διὰ τὴν παράβασιν πέπτωκεν ὑπὸ θάνατον, οὕτως ἐπειδὴ γέγονεν εὐδόκιμος ἐν Χριστῷ διὰ τὴν ὑπακοὴν, τῶν τοῦ θανάτου βρόχων ἐξήρτηται καὶ τῶν ἐκείνου δειμάτων, ὡς ἐπ’ αὐτοῖς ἀνασκιρτῶντας ἡμᾶς ἐκεῖνο βοᾷν, “ ποῦ σοι, θάνατε, τὸ νῖκος, “ ποῦ σου, ᾅδη τὸ κέντρον;” ζωὴ γὰρ ὑπάρχων οὐσιωδῶς ὁ μονογενὴς γενῆς τοῦ Θεοῦ Λόγος, ἥνωσεν ἑαυτὸν τῇ γηΐνῃ καὶ ἀποθνησκούσῃ σαρκὶ, ἵνα καὶ αὐτῇ καθάπερ τι τῶν ἀτιθάσσων θηρίων ἐπιδραμὼν ὁ θάνατος ἀτονήσῃ λοιπὸν ἡττώμενοι· οὐ γὰρ ἦν δύνασθαι παραχωρεῖν τῷ θανάτῳ τὴν ζωήν. Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Εἰ μὴ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἥνωσε δὲ μᾶλλον ἑαυτοῦ τὸ ἀνθρώπου πρόσωπον, καθὰ δοκεῖ τοῖς διορίζουσι, ὡς ἐν εὐδοκίᾳ μόνῃ καὶ τῇ κατὰ θέλησιν ῥοπῇ, πῶς ὁμοίωται κατὰ πάντα τοῖς ἀδελφοῖς, μᾶλλον δὲ, πῶς ἃν ὅλως νοοῖτο καὶ ἀδελφὸς, ο παντὸς ἐπέκεινα γενητοῦ, καὶ ασυγκριτοις ὑπεροχαῖς, ταῖς κάτα φύσιν λέγω, τὴν κτίσιν ὑπερκείμενος ; πῶς κεκοινώνηκεν αἱματος καὶ σαρκὸς, εἰ μὴ γέγονεν ἴδια ταῦτα αὐτοῦ καθὰ καὶ ἡμῶν; εἷς οὺν ἄρα ἐστιν Υἱὸς καὶ κύριος ἑνώσει τῇ καθ’ ὑπόστασιν, συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον σαρκός τε καὶ αἵματος κεκοινωνηκότος, ὁμοιωθέντος τε κατὰ πάντα τοῖς ἀδελφοῖς. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν· εἰς τὸ “ ὅσοι “ φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας·” ἣ τοῦτο λέγει, ὅτι ὁ τὸν θάνατον δεδοικὼς δοῦλός ἐστι, καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν· ἣ ἐκεῖνο, ὅτι δοῦλοι πάντες ἦσαν τοῦ θανάτου, καὶ τῷ μηδέ πω αὐτὸν λελύσθαι ἐκρατοῦντο· ἣ ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ ἀποτεθνήξεσθαι προσσοκωντες. Οὐ γὰρ δή που Ἀγγέλων Ἀγγέλων ἐπιλαμβάνεται. τὴν πολλὴν ἐνταῦθα φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, μετὰ τὸ εἰπεῖν, " ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, " καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν,” ἐπεξέρχεται πλέον τούτῳ τῷ χωρίῳ· μὴ γὰρ ἁπλῶς προσχῇς τῷ ῥηθέντι, μηδὲ ψιλόν τι μόνον τοῦτο εἶναι νομίσῃς τῷ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβεῖν, Ἀγγέλοις τοῦτο οὐκ ἐχαρίσατο· “ οὐ γὰρ δή που Ἀγγέλων, φησὶν, " ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ,” οὐκ Ἀγγένου φύσιν ἀνεδέξατο, φησὶν, ἀλλ’ ἀνθρώπου. τί δέ ἐστιν “ ἐπιλαμβάνεται;” οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως τῆς τῶν Ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. διὰ τι δὲ οὐκ εἶπεν ἔλαβεν, ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο τῇ " ἐπιλαμβάνεται;” ἀπὸ μεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφομένους, καὶ πάντα ποιεῖν ὥστε καταλαβεῖν φεύγοντας καὶ ἐπιλαβέσθαι ἀποπηδώντων· φεύγουσαν γὰρ ἀπ’ αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόρρω φεύγουσαν, ἦμεν γὰρ μακρὰν, καταδιώξας κατέλαβεν· ἔδειξε ὅτι φιλανθρωπίᾳ μόνῃ καὶ ἀγάπῃ καὶ κηδεμονίᾳ τοῦτο πεποίηκεν. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε πάντα ἅπερ ἐχρῆν, τέλος ἀπέθανε· τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἐπειδὴ πολλὰ διελέχθη περὶ τῆς μεγαλότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ, μονονουχὶ λέγων, ὁ οὕτω μέγας, ὁ ὣν ἀπαύγασμα τῆς δόξης, ὁ ὣν χαρακτὴρ τῆς ὑποστάσεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ πατρὸς κα. θήμενος, οὗτος ἠθέλησεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι· καὶ διὰ τοῦτο Ἀγγέλους ἀφῆκε καὶ τὰς ἄλλας δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθά· θάνατον ἔλυσε, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, ἡμᾶς δουλείας ἀπήλλαξεν, οὐ τῇ ἀδελφότητι δὲ μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις. Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὸ πρὸς τὸν Θεόν. Διὰ τοῦτο γὰρ, φησὶ, τὴν σάρκα ἔλαβε τὴν ἡμετέραν, ἐπειδὴ καὶ ἀρχιερεὺς ἡμῶν γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα διὰ φιλανθρωπίαν μόνον, ἵνα ἐλεήσῃ ἡμᾶς· οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονομίας, ἣ αὕτη μόνη· εἶδε γὰρ χαμαὶ ἐρριμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους, καὶ ἠλέησε. τί ἐστι " πιστός;” ἀληθὴς, δυνάμενος· ἀρχιερέως γάρ ἐστι πιστοῦ, τοὺς ὧν ἐστιν ἀρχιερεὺς, δύνασθαι ἀπαλλάξαι τῶν ἁμαρτημάτων. ἱν οὖν προσενέγκῃ θυσίαν δυναμένην ἡμᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος· ἐπήγαγεν οὖν τὰ πρὸς τὸν Θεὸν, τουτέστι τῶν πρὸς Θεὸν ἕνεκεν. ἐκπεπολεμωμένοι ἦμεν, φησὶ, τῷ Θεῷ, κατεγνωσμένοι, ἠτιμωμένοι· οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν· εἶδεν ἡμᾶς ἐν τούτοις ὄντας καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ’ αὐτὸς γενόμενος ἀρχιερεύς πῶς πιστὸς, ἐπήγαγεν, Εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Πἀλιν ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον Θεοῦ· “ ἐν ᾧ γὰρ " πέπονθε, φησὶν, “αὐτὸς,” περὶ τοῦ σαρκωθέντος ἐνταῦθά φησι, καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν, τουτέστι δι’ αὐτῆς τῆς πείρας ὧν ἐπάθομεν ἦλθεν· οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα, οὐχ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράθη, ἔπαθε πολλὰ, οἶδε συμπάσχειν· καί τοι γε ἀπαθὴς ὁ Θεὸς ἐστίν· ἀλλὰ τὰ τῆς σαρκώσεως πάθη ἐνταῦθα διηγεῖται· ὡσανεὶ ἔλεγεν, καὶ αὐτὴ ἡ σὰρξ ἡ τοῦ Κυρίου, πολλὰ δεινὰ ἔπαθεν· οἶδε τί ἐστι πειρασμὸς τῶν παθόντων οὐχ ἧττον ἡμῶν· καὶ γὰρ καὶ αὐτὸς ἔπαθεν· τι οὖν ἐστι τὸ “δύναται τοῖς πειραζόμενος βοηθῆσαι;” ὡς ἃν εἴ τις εἶπε, μετὰ πολλῆς προθυμίας ὀρέξαι χεῖρα συμπαθὴς ἔσται “ εἰς” τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· καὶ διὰ τι μὴ εἶπε τῆς οἰκουμένης, ἀλλὰ “ τοῦ λαοῦ;” τὰς γὰρ πάντων ἁμαρτίας ἀνήνεγκεν, ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ, ἐπεὶ καὶ ὁ Ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγεν, " αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονε· τοῦτο γὰρ καὶ οἱ Ἀπόστολοι ἄνωθεν ἔλεγον, “ὑμῖν ἀναστήσας τὸν “ παῖδα αὐτοῦ, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς,” καὶ πάλιν, “ ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἀπεστάλη.” τὴν εὐγένειαν δείκνυσιν ἐνταῦθα τὴν Ἰουδαϊκὴν λέγων ” εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας του λαοῦ, τέως οὐτῶ φησιν ὅτι γὰρ αὐτὸς ἐστιν ο τὰς αμαρτίας πάντων ἀφιεὶς, ἐδήλωσε καὶ τῷ παραλυτικῷ, εἰπὼν, “ἀφέ- “ωνταί σου αἱ ἁμαρτίαι,” καὶ ἐν τῷ βαπτίσματι, φησὶ γὰρ πρὸς τοὺς μαθητάς· ” πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, “ βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ “ τοῦ Ἁγίου Πνεύματος.” ὅταν δὲ τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, πάντα λοιπὸν τὰ ταπεινὰ φθέγγεται, οὐδὲν δεδοικώς. τριὰς, μονὰς, ἐλέησον. τῶν εἰς τὴν πρὸς Ἑρβαίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος α'. ΤΟΜΟΣ Β΄.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
