# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. Ζ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%96..1

Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς. Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος· ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας, μηδὲ τὰ λεγόμενα διανοοῦντας, ἑρμηνεῦσαι οὐ δύναται καλῶς αὐτοῖς. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι, διὰ τὸν χρόνον. Δείκνυσιν ἐνταῦθα, πρὸ πολλοῦ χρόνου πεπιστευκότας αὐτούς· δείκνυσιν ὅτι καὶ λαικοὶ ὀφείλουσι κατηχεῖν· ὅρα γοῦν αὐτὸν ὠδίνοντα συνεχῶς τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον· ἄκουε γὰρ ὅπως ἤρξατο, “ ἔχοντες ἀρχιερέα μέ- “ γαν διεληλυθότα τοὺς οὐρανούς·” καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησὶ, “ πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, “ ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν·” καὶ πάλιν, “ οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα·” καὶ πάλιν εἰπὼν, “ σὺ εἶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχιστέδεκ·” πάλιν ἀναβάλλεται λέγων, “ ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς “ αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας.” ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενος, φησὶν, ἡ αἰτία παρ’ ὑμῖν· βαβαὶ πόση διαφορὰ, ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταὶ εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι· καὶ γὰρ ὀφεί- “ λοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.” ἐνταῦθα τὴν ἀνθρωπότητα φησίν· ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτα τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐνταῦθα ταῦθα πρῶτα τὰ περὶ τῆς ἀνθρωπότητος ἐδιδάσκοντο. ὁρᾷς τίς ἡ αἰτία τοῦ τὰ ταπεινὰ φθέγγεσθαι; οὕτω καὶ Ἀθηναίοις ἐποίησε διαλεγόμενος ὁ Παῦλος καὶ λέγων, τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησε, ἡμέραν ἐν ᾐ μέλλει “ κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧτ’ ὥρισεν, πί- “στιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’ διὰ τοῦτο εἰ μέν τι ὑψηλὸν λέγοι, ἐν βραχεῖ τοῦτό φησι· τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς Ἐπιστολῆς, καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι· τὸ δὲ εἰπεῖν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς “ἀκοαῖς,” ἐδήλωσεν ὅτι πάλαι ὑγίαινον καὶ ἦσαν ἰσχυροὶ, τῆ προθυμίᾳ ζέοντες· ἀπὸ δὲ τῶν συνεχῶν θλίψεων γεγόνασι νωθροί. Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Ἀεὶ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελείοις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν, ὥστε οὐκέτι τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς καὶ ἔθυσε, καὶ ἐδεήθη κραυγῆς καὶ ἱκετηρίας. ὅρα γοῦν πῶς ἡμῖν ταῦτα προσίσταται; ἀλλ’ ἐκείνους τότε ἔτρεφεν οὐδαμοῦ προσιστάμενα αὐτοῖς· ἄρα οὖν τροφὴ ἀληθὴς τὰ λόγια τοῦ Θεοῦ· δώσω γὰρ “αὐτοῖς,” φησίν, “ οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν “ τοῦ ἀκοῦσαι λόγον Κυρίου,” “ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·” οὐκ εἶπεν ἔθρεψα. δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτο τροφὴ, ἀλλ’ ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ’ ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ δίδοται· καὶ οὐκ εἶπεν, χρείαν ἔχετε, ἀλλὰ γεγόνατε ” χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς,” τουτέστιν, ὑμεῖς ἠθελήσατε, ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος δικαιοσυνης. Τίς ἐστι λόγος τῆς δικαιοσύνης; ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, ἐὰν μὴ περισσεύῃ ἡ “ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων,” τοῦτο καὶ αὐτός φησιν ὁ ἄπειρος λόγου δικαιοσύνης,” τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον· ἣ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἰπεν, πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι. τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Οὐκ εἶχον τὰ αἰσθητήρια ἐκεῖνοι γεγυμνασμένα, οὐδὲ ᾔδεσαν καλὸν καὶ ἀγαθόν· νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον, ἀλλὰ περὶ δογμάτων ὑγιῶν καὶ ὑψηλῶν καὶ διεφθαρμένων καὶ ταπεινῶν· τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν, ἀλλ’ οὐ τὸ τέλειον· τοιοῦτοι εἰσιν οἱ πᾶσι προσέχοντες, ἁπλῶς καὶ ἀδιακρίτως τὰς ἀκοὰς διδόντες· ὃ δοκεῖ μοι καὶ τούτους αἰτιᾶσθαι ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων, διδαχαῖς ποικίλαις καὶ ξέναις, μὴ παραφέρεσθε·” τοῦτό ἐστι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” λάρυγξ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγοὑς. Δι’ ὅπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Τίς ἐστιν ἡ ἀρχὴ τοῦ λόγου αὐτὸς ἐφεξῆς τίθησι λέγων “ μὴ “ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ “ πίστεως ἐπὶ Θεόν· βαπτισμῶν διδαχῆς, ἐπιθέσεως τε χειρῶν, “ ἀναστάσεως τε νεκρῶν καὶ κρίματος αἰωνίου·” εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ ἡμέτερον, ἣ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; τι δέ ἐστιν ἀρχή; οὐδὲν ἄλλο ἣ τοῦτο· ἀρχὴν δέ φησιν, ὅταν μὴ βίος καθαρὸς παρῇ· καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι, οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς, καὶ μηδὲν ἀμφιβάλλειν ὑπὲρ αὐτῶν· εἰ δὲ δέοιτο πάλιν διδασκαλίας, οὔπω τὸν θεμέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι χρὴ καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι· ὅτι γὰρ ἡ πίστις θεμέλιος, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος, “ ἐγὼ θεμέλιον τέθεικα, καὶ ἄλλος ἐποικοδομεϊ, εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, “ ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην.” μὴ πάλιν,” φησὶ, θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων·” τι δέ ἐστιν “ ἐπὶ τὴν τελειότητα φερώμεθα;" πρὸς αὐτὴν χωρῶμεν λοιπὸν τὴν ὀροφὴν, τουτέστι βίον ἄριστον ἔχωμεν· ὥσπερ γὰρ ὁ θεμέλιος συνέχει τὴν πᾶσαν οἰκοδομὴν, οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορία. ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς ταύτης ἀμφιβάλλῃ καὶ ὑβρίζῃ τὴν διδασκαλίαν, εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα· τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο ἐγκαλεῖ ὡς παρασαλευθεῖσι καὶ δεομένοις “ θεμέλιον καταβάλλειν “ μετανοίας, ἀπὸ νεκρῶν ἔργων·” τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον καὶ τὸ μὲν ἀφιέντα, τὸ δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ’ ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, πῶς τοῦ δευτέρου ἅψαιτο ; ὁ γὰρ μέλλων ἐπ’ ἀρετὴν ἰέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε ταύτην μετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι· διὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι’ ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Θεοῦ γίνεται χάριτος· ἐπὶ γοῦν τὸ βάπτισμα ἔρχεσθαι ’δει, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῷ καὶ καταψηφισάμενον. τί δέ ἐστι “βαπτισμῶν διδαχῆς;” οὐχ ὡς πολλῶν ὄντων τῶν βαπτισμῶν, ἀλλ’ ἑνός· τί οὖν αὐτὸ πληθυντικῶς εἶπεν; διὰ τὸ εἰπεῖν, “ μὴ πάλιν θεμέλιον καταβαλλόμενοι·” εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτιζε, καὶ ἄνωθεν κατήχησε, διδασκόμενοι τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν. (Σευηριανοόσ.) Σευηριανὸς δέ φησιν· ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ, κατὰ νόμον γὰρ ἐπολιτεύσατο, διὰ τοῦτο λέγει, τοῦτ’ ἀφέντες, ἐπὶ τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἀνεὺ νόμου n μέλλοντος ἱερέως εἶναι, ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν.” τοῖς Χριστιανοῖς, νεκρά ἐστι τὰ γήινα· ἄτοπον οὖν ἐστι, φησὶν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴ τε τῆς κατὰ πίστιν, εἰ τε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς· ὁ Κύριος ἐλθὼν, μετάνοιαν ἐκήρυξε, λέγων μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·” μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων· οὕτως οὖν ἀναγνωστέον, μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας· ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς Θεὸν, καὶ τὸ βάπτισμα, ὃ πληθυντικῶς ὠνόμασε διὰ τὸ πλῆθος τῶν καταξιουμένων, εἴρηκε δὲ βαπτισμῶν, καὶ τὴν διδαχὴν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν, δι’ ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, καὶ τὰ ἑξῆς. ἀνατρέχει ἐπὶ τὸν νόμον· τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμοι ἱερεῖς νόμον ἐξεδίκουν. ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου, ὁ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησὶν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. θεμέλιον δὲ εἶπεν τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις. Ἐπιθέσεώς τε χειρῶν. (Χρυσοστόμου.) Ὀ μακάριος Ἰωάννης φησίν· οὕτω γὰρ τὸ πνεῦμα ἐλάμβανον, ἐπιθέντας αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας. Ἀναστάσεώς τε νεκρῶν. τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται. Καὶ κρίματος αἰωνίου. Διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἣ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἣ κακῶ, βιοῦν καὶ ῥᾳθύμως, λέγει, νήψατε, οὐκ ἔνι εἰπεῖν, ναὶ ῥᾳθύμως ζήσωμεν· πάλιν βαπτισθησόμεθα, πάλιν κατηχηθησόμεθα, πάλιν ληψόμεθα πνεῦμα· σφάλλεσθε, φησὶ, ταῦτα νομίζοντες. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γεννηθέντας νεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Ὅρα πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται· “ ἀδύνατον,” φησί· μηκέτι προσδόκα τὸ μὴ δυνατόν· εἰ ὅλως ἐφωτίσθητε ἅπαξ· εἰτα ἐπάγει, “ γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου,” τουτέστι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, “ καὶ μετόχους γεννηθέντας “ Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,” τὴν διδασκαλίαν ἐνταῦθα λέγει· “ καὶ μετόχους γεννηθέντας Πνεύ- “ μάτος Ἁγίου· δυνάμεις τε μέλλοντος αἰῶνος,” ἣ τὸ τὰ θαύματα ἐπιτελεῖν, φησὶν, ἣ τὸν ἀρραβῶνα τοῦ Πνεύματος · “ καὶ “ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας “ ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας·” ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν, τουτέστι διὰ μετανοίας· τί οὖν; ἐκβέβληται ἡ μετάνοια; οὐχ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ’ ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισμός· οὐ γὰρ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγεν, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστιν, καινὸν γενέσθαι· τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνου ἐστὶ, τῆς δὲ μετανοίας ἐστὶ τὸ καινοὺς γενομένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν αμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος, καὶ στερροὺς ἐργάσασθαι· εἰς ἐκείνην μέντοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι, ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν· ἀνασταυροῦντας,” φησὶν, “ ἑαυτοῖς τὸν Υἱὸν “ τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας·” τὸ βάπτισμα σταυρός ἐστιν, ᾧτ’ καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος· “ σύμμορ- “ φοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ,“ καὶ πάλιν, “ συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν “θάνατον·” ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστὸν, τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. τί δέ ἐστιν ἀνασταυροῦντας; ἄνωθεν πάλιν σταυροῦντας· ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ· ἐκεῖνος ἀπέθανε τῇ σαρκὶ, ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη καὶ ἀνέστη ὁ καινὸς, ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. εἰ τοίνυν ἀνάγκη βαπτισθῆναι πάλιν, ἀνάγκη πάλιν τὸν αὐτὸν ἀποθανεῖν τοῦτον· τὸ γὰρ βάπτισμα οὐδὲν ἕτερόν ἐστιν, ἣ ἀναίρεσις τοῦ βαπτιζομένου καὶ ἔγερσις ἐκείνου. καὶ καλῶς εἶπεν ἑαυτοῖς ἀνασταυροῦντας·” ὁ γὰρ τοῦτο ποιῶν ὡς τῆς προτέρας χάριτος ἐπιλανθανόμενος, καὶ ῥᾳθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν, ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται· κατηξιώθητε οὖν, φησὶ, τοσαύτης ἀφέσεως. ὁ γὰρ ἐν σκότῳ καθήμενος ἐχθρὸς ὁ πολέμιος, ὁ ἀπηλλοτριωμένος, ὁ ἀπολλύμενος, οὗτος ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀπορρήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ’ ἄξιος μὲν ὣν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἃν δύναιτο βαπτισθῆναι πάλιν ; δυνάμεις τε μέλλοντος “ αἰῶνος·” τὸ γὰρ ζῆν ὡς Ἀγγέλους, τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως πρόξενον ἡμῖν γίνεται, διὰ τοῦ Πνεύματος ἔστι τοῦτο μαθεῖν· τί ἐστι δυνάμεις μέλλοντος αἰῶνος; ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. (Σευηριανοῦ.) Σευηριανὸς φησί· νεκροὺς ἤγειραν οἱ Ἀπόστολοι· αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. “ παραδειγματίζοντας” εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ· ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός. Γῆ γὰρ ἡ πιοῦσα ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν. Χρυσοστόμου. Υετὸν, τὴν διδασκαλίαν, καὶ ὅπερ ἀνωτέρω ἔλεγεν, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,’ τοῦτο καὶ ἐνταῦθά φησι· καὶ πολλαχοῦ ἔλεγεν ἡ γραφὴ, “ ἐντελοῦμαι “ ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετὸν,” περὶ τοῦ ἀμπελῶνος λέγουσα, ὃ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ, καὶ πάλιν, ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·” ἡ γὰρ γῆ “ πιοῦσα,” φησὶ, τὸν ἐπ’ αὐτῆς ἐρχόμενον ὑετὸν,” ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ὕστερον, καὶ οὐδὲ οὕτως ἀπώναντο· εἰ γὰρ μὴ ἐγεωργήθης, φησὶν, εἰ μὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτο τὸ κακόν· εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; ἔμεινε γὰρ,” φησὶν, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ “ ἀκάνθας·” ὁρᾷς ὅτι πανταχοῦ ἡ γραφὴ ἀκάνθας τὰ ἁμαρτήματα καλεῖ ; καὶ γὰρ ὁ Δαβὶδ φησίν· “ ἐστράφην εἰς ταλαιπω- “ ρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν·’ “ καὶ τίκτουσα βοτάνην εὔθετον,” ὡς βίος ἄριστος καὶ καθαρός· “ καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας “ ἀπὸ Θεοῦ· ” ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον ἁπάντων, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας· οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ Θεοῦ πρόσταγμα· “ διὰ τοῦτο,” φησὶ, “ μεταλαμβάνει τῆς εὐλο- “ γίας ἀπὸ τοῦ Θεοῦ·” καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν τοῦτο οὐκ εἰπεν, ἀλλὰ τί, ἐκφέρουσα ἀκάνθας,” ὡς ἃν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα, “ ἀδόκιμος,” φησὶ, “ καὶ κατάρας ἐγγύς·” βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος· κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα, ὁ δὲ μή πω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ’ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται· καὶ οὐ τούτῳ μόνω παρεμυθήσατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, ἥτις καήσεται, ἀλλὰ τι; ἧς τὸ τέλος εἰς καῦσιν·” ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, ὑπόδειγμα εἰς τὸ βάπτισμα, πῶς γάρ; δεύτερον βάπτισμα ἐκώλυεν· ἀλλὰ τὴν τοῦ Ἁγίου Πνεύματος δύναμιν, πολλάκις εὐεργετοῦσαν, τὰ δὲ ἄλλα ὁμοίως. Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· καθαψάμενος ἱκανῶς, καὶ φοβήσας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν καὶ ὑπτίους ἐργάσασθαι· τὸν γὰρ νωθρὸν ὁ πλήττων, νωθρότερον ἐργάζεται· τί γὰρ, φησίν; οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται· βέλτιον γὰρ νῦν τοῖς ῥήμασιν ὑμᾶς φοβεῖσθαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε· καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν, οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, “ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.” βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέρρωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας, τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεὸν, ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός· τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα ἀπὸ τῶν μελλόντων ἀναρρῶσαι δυνήσεται ἴσως, καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν, ἔτρεχε καλῶς,” καὶ πάλιν, “ τοσαῦτα ἐπάθετε “ εἰκῆ, εἴ γε καὶ εἰκῆ·” ὥσπερ δὲ ἐνταῦθα μετ’ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,” οὕτω καὶ ἐκεῖ, θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε·” περὶ γὰρ μεγάλων ὅταν ἐκπέσωσι, θαυμάζομεν· τίνος οὖν, φησὶν, ἕνεκεν ταύτα εἴπομεν; Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος, ἄχρι τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. Οὐκ ἄρα σπουδάζομεν μόνον, οὐδὲ μέχρι ῥημάτων τοῦτο βουλόμεθα, ἀλλ’ ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι, οὐχ ἕνα, ἄλλα πάντας ὁμοίως, οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ’ ὑπὲρ τῶν μελλόντων δεδοικότες. ὡς ἃν εἴποι τις, θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. πρὸς πληροφορίαν τῆς ἐλπίδος,” ἡ ἐλπὶς, φησὶ, διαβαστάζει· αὕτη ἀνακτᾶται πάλιν· μὴ ἐκλυθῆτε, μὴ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπίς· μιμηταὶ δέ’ φησὶ, “ τῶν διὰ πίστεως κληρονομούντων τὰς ἐπαγγελίας·” καὶ τίνες εἰσὶν οὗτοι, ἑξῆς λέγει· καὶ ἀνάγει αὐτοὺς ἐπὶ τὸν πατριάρχην, οἴκοθεν αὐτοῖς φέρων τὸ ὑπόδειγμα· ἵνα μὴ νομίσωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ’ εἰδέναι ἔχωσιν, ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι τὸ πιστεῦσαι.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
