# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. Θ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. Θ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%98..1

Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα καὶ τὴν πόλιν, κοὶ τὴν ζωὴν κοὶ τὴν ἱερωσύνην. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· βουλόμενος ὁ Παῦλος τὸ διάφορον δεῖξαι τῆς καινῆς καὶ τῆς παλαιᾶς, πολλαχοῦ αὐτὸ διασπείρει καὶ ἀκροβολίζεται, καὶ προγυμνάζει τὰς ἀκοὰς τῶν ἀκροατῶν· εὐθέως γὰρ καὶ ἀπὸ τοῦ προοιμίου τοῦτο κατεβάλετο εἰπὼν, ὅτι ἐκείνοις μὲν ἐλάλησεν ἐν προφήταις, ἡμῖν δὲ ἐν Υἱῷ, κἀκείνοις μὲν πολυμερῶς καὶ πολυτρόπως, ἡμῖν δὲ διὰ τοῦ Υἱοῦ· εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς, εἴη καὶ τί ἐργασάμενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν τοῖς Ἰουδαίοις, καὶ εἰπὼν ὅτι ἀρχιερεὺς ἐστὶ κατὰ τὸν Μελχισεδὲκ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐμβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονομήσας καὶ ἐπιτιμήσας αὐτοῖς ὡς ἀσθενέσιν, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάμενος ὥστε θαρρεῖν, τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον, ἀκμαζούσαις ταῖς ἀκοαῖς· ὁ γὰρ ἀναπεπτωκὼς οὐκ ἃν εὐκόλως ἀκούσειεν· καὶ ἵνα μάθης, ἄκουε τῆς γραφῆς λεγούσης, “ καὶ οὐκ ἤκουσαν Μωϋσῆ διὰ τὴν “ ωγοψυχίαν,” διὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν, τότε λοιπὸν κάτεισιν εἰς τὸν περὶ τῆς διαφορᾶς λόγον· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῶ τύπω δείκνυσι πολλὴν οὖσαν τὴν διαφοραν· ὅπερ γὰρ εἰπον, ἀπὸ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν ἀπὸ τῶν παρελθόντων, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν. Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὃς συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης. Σεδὲκ γὰρ δικαιοσύνη λέγεται, μελχὰ δὲ, βασιλεὺς, Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης. ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν ἀκρίβειαν; τίς ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ’ ἣ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ ἀπὸ τῆς πόλεως, τουτέστι, βασιλεὺς εἰρήνης, ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· οὗτος γὰρ ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησεν τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· εἶτα καὶ ἑτέραν διαφορὰν ἐπάγει, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Επειδὴ τοίνυν ἀντέπιπτεν αὐτῷ τὸ “ σὺ εἶ ἱερεὺς εἰς τὸν “ αἰῶνα, ” ὅρα πῶς αὐτὸ τεθεώρηκε, καὶ τίς τοῦτο εἴποι ἃν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι, φησὶ, λέγω, τουτέστιν, οὐκ ἴσμεν ποτὲ, τινὰ πατέρα ἔσχεν, οὔτε τίνα μητέρα, οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε· πῶς; τοῦ μὴ ἐμφέρεσθαι· καὶ τί τοῦτο; ὅτι ὥσπερ οὗτος τῷ μὴ γενεαλογεῖσθαι, οὕτω καὶ ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος· ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον· ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος διὰ τὸ μὴ γεγράφθαι, οὕτως οὐκ ἴσμεν τοῦ Υἱοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἄπο του μὴ εἰναι· ὡσπερ γὰρ καὶ ἐν τοῖς ὀνόμασιν, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν, βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια· ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ μὴ ἔχειν αἴτιον, τοῦτο γὰρ ἀδύνατον, ἔχει γὰρ Πατέρα, ἐπεὶ πῶς Υἱὸς, ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς μήτε τέλος· “ ἀφωμοιωμένος “ δὲ τῷ Υἱῷ τοῦ Θεοῦ,” ποῦ ἡ ὁμοιότης; ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ μὴ εἶναι· ἐνταῦθα ἡ ὁμοιότης· εἰ δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἰναι, οὐκέτι τύπος ἢν καὶ άλήθεια, ἀλλὰ τύπος τὰ ἀμφότερα. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, “ Ἀπάτωρ, “ ἀγενεαλόγητος” κατὰ τὸν τῆς ἱερωσύνης λόγον· ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευιτικῇ ἐφαίνετο τίς τίνος ἦν ἱερέως, ἣ γυναικὸς ἱερείας· ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι’ ὅλης τῆς ζωῆς ἱεράτευον, καὶ ταῦτα εὑρίσκεται ἑκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ κατὰ τοὺς αὐτοὺς χρόνους, ἀπάτορα λέγει τὸν Μελχισεδὲκ καὶ ἀμήτορα, καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα ἡμερῶν, μήτε ζωῆς τέλος κατὰ τὸν τῆς ἱερατείας λόγον. οὔτε γὰρ γένος ἱερατικὸν ἔσχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος, οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι’ ὅλης τῆς ζωῆς εἶναι ἱερεύς· καὶ ὅλως πάντα τὰ λεγόμενα, κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδὲκ, “ ἀφομοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, “ μένει ἱερεὺς εἰς διηνεκές·” καὶ πῶς ὁ Μελχισεδὲκ μένει ἱερεὺς, ζήτημα τὸ λεγόμενον· ἔστι δὲ ἡ λύσις αὕτη. ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα Μελχισεδὲκ, πῆ μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν· εἰ τοίνυν ἀφωμοίωται ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστὸν, μένει διηνεκῶς, οὐχ ὁ ἄνθρωπος, θνητὸς γὰρ, ἀλλὰ τὸ ἀξίωμα τῆς ἱερατείας. (Θεόδωροσ.) Θεόδωρός φησι, τὰ εἰρημένα τῷ πρὸ αὐτοῦ ἀποδεξάμενος, ταῦτα ἐπάγει, διηγεῖτο ὕστερον ὅπως ὁ ναὸς κατεσκεύαστο, καὶ λέγει δύο εἶναι τὰς σκηνὰς, ἀλλ’ εἰς μὲν τὴν πρώτην διὰ παντὸς τοὺς ἱερεῖς εἰσιόντας τὰ νενομισμένα ἐπιτελεῖν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ τὸν ἀρχιερέα μόνον· καὶ δὴ τὸ ἀπὸ τούτων σημαινόμενον διδάσκειν βουλόμενος, ἐπάγει, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. ὥσπερ τοίνυν οὐχ ἡ τοῦ τόπου φύσις ἦν ἄβατος, ἐφ’ οὗ δεῖ τὸν ἐνδότερον οἰκον κατεσκευάσθαι συνέβαινεν, ἀλλ’ ἡ κατασκευὴ καὶ τὸ νόμιμον, καὶ ἡ τοῦτό που ἀφιέρωσις ἄβατον ἐποίει τὸν τόπον, ὅμως σύμβολον ἔφη εἰναι τοῦτο τῶν οὐρανῶν, οὕτω κἀνταῦθα βουλόμενος τὸν Χριστὸν ἀρχιερέα δεῖξαι κατὰ τὴν τάξιν Μελχισεδέκ, λέγει τὰ κατ’ ἐκεῖνον, οὐ τὴν φύσιν ἐξηγούμενος, ἀλλὰ τὴν κατ’ αὐτὸν διήγησιν ἀπὸ τῆς θείας τιθεὶς γραφῆς, καὶ ἀπ’ ἐκείνης ἐμφαίνων τὸ ὅμοιον. ἀπάτορα τοίνυν καὶ ἀμήτορα καλεῖ, ὡς τῆς θείας γραφῆς γονέας αὐτοῦ μὴ διηγουμένης· ὅθεν ἐπήγαγε τὸ “ ἀγενεαλόγητος,” δεικνὺς ὅτι οὐ φύσιν λέγει τοῦ ἀνδρὸς, ἀλλὰ τῆς θείας γραφῆς διήγησιν· εἶτ' ἐπισυνάπτει, “ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων,” οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ θείᾳ γραφῇ· καὶ ἐπειδὴ ταῦτα ἀδύνατον ἦν καὶ ἐπ’ ἄλλου λέγεσθαι, ἐμνημόνευσε γὰρ ἡ θεία γραφὴ πολλῶν, οὔτε τοὺς γονέας εἰποῦσα, οὔτε τὴν γενεαλογίαν ἐκθεμένη, καὶ μάλιστα ὅσους ἔξω τοῦ Ἰσραηλιτικοῦ γένους γεγονότας μεμαθήκαμεν, καλῶς ἐπήγαγε τὸ “ ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς “ εἰς τὸ διηνεκὲς,” οὐκέτι γὰρ καὶ τοῦτο μετὰ τῶν λοιπῶν ἦν ἐπ’ ἄλλου, ἐμφαίνει δὲ ἀπὸ τῆς κατὰ τὴν γραφὴν διηγήσεως, ὅπως αὐτῶ καὶ τὰ λοιπὰ προσῆν, ἃ δὴ καὶ τοῦτο. καὶ γὰρ ὁ Χριστὸς ἦν μὲν ἀπάτωρ, γεννήσει τῆς ἀνθρωπείας φύσεως, ἀμήτωρ δὲ τῇ γεννήσει τῆς θείας ὑπάρξεως, ἀλλὰ μὴν καὶ ἀγενεαλόγητος· τίς γὰρ ἃν γενεαλογία τοῦ ἐκ Πατρὸς ὄντος μόνον; ὅτι δὲ οὔτε ἀρχὴν ἡμερῶν ἔχει, οὔτε ζωῆς τέλος, καὶ τοῦτο δῆλον, ἀλλ’ ἐνταῦθα μὲν ἐπὶ τῶν πραγμάτων, ἐκεῖ δὲ ἐπὶ τῆς διηγήσεως· τὸ μὲν ἱερέα μένειν εἰς τὸ διηνεκὲς, ἀπὸ τῆς θείας ἔλαβε γραφῆς, τῷ εἰπεῖν, “ σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδ̀οὲκ,” ὡς ἃν εἰ κἀκείνου διηνεκῶς ἱερατεύοντος. διηνεκῆ δὲ αὐτὸν ἱερέα ἐκάλεσεν, ὡς ἄνω παραπέμψαντα τὴν ἱερατείαν εἰς διαδόχους, ὅπερ ἐν νόμῳ συνέβαινε γίνεσθαι· ὅθεν καὶ εἶπεν, “ ἀφωμοιωμένος δὲ τῷ “ υἱῷ τοῦ Θεοῦ·” καὶ τοι γε τὸ ἀκόλουθον ἦν, τοῦτον ἀφωμοιῶσθαι λέγειν ἐκεῖνον· οὐ γὰρ ὁ πρῶτος ἀφομοιοῦται τῷ δευτέρῳ, ἀλλ’ ἐπειδὴ παρὰ τούτῳ μέν ἐστιν ἡ ἀλήθεια τῶν πραγμάτων, ἐκείνῳ δὲ πρόσεστιν οὐδὲν τοιούτων, τῷ δὲ ἔδει τῆς διηγήσεως, καλῶς ἀφωμοιῶσθαι ἐκεῖνον ἔφη, ὡς ἃν τῆς θείας γραφῆς ἐπὶ τῆς διηγήσεως ὁμοίωμα τοῦ ἐσομένου δεῖξαι βουληθείσης ἡμῖν. (Κυρίλλοσ.) Καὶ ὁ μακάριος Κύριλλος ἐν τοῖς εἰς τὴν ὧδέ φησι. δέχεται ὁ μακάριος Παῦλος τὸν Μελχισεδὲκ, εἰς ὁμοίωσίν τε καὶ ὑποτύπωσιν τοῦ Χριστοῦ, διά τοι τὸ λέγεσθαι βασιλέα δικαιοσύνης, καὶ μὴν καὶ εἰρήνης· πρέποι γὰρ ἃν ταυτὶ δὴ μόνῳ κατὰ τὸν λόγον τὸν μυστικὸν τῶ Ἐμμανουήλ· δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδέχθη τοῖς ἐπὶ τῆς γῆς, καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι· ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν· δέχεται δὲ τῆς ὑπὲρ νόμον ἱερωσύνης σύμβολον, τὸ καὶ εὐλογῆσαι τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν· εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου κατὰ τὸ ἀληθὲς ἱερέως· εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι, πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ. ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἴλαν κτῆσιν ἑλεῖν, ηὐλόγηκε ὁ Μελχισεδέκ. οὐκοῦν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας, ἁρπάξει τὸ χρήσιμον εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ, καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον· ὅτι δὲ ἀπάτωρ ἣ ἀμήτωρ, ἤγουν ἀγενεαλόγητος, ἣ ἀρχὴν ἡμερῶν, ἣ τέλος ζωῆς οὐκ ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ μεμήνυκε τὸ γράμμα τὸ ἱερόν· δέχεται δὲ ὁ μυσταγωγὸς, τεχνίτης δὴ ὣν ἄγαν, εἰς τύπον τῆς δόξη, τοῦ Ἐμμανουήλ, καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀποσίγησιν. ὑποπλάττεται γὰρ οἱονεί πως τὸ διηνεκὲς καὶ ὄν τοῦ Χριστοῦ καθὸ νοεῖται Θεός· ἄναρχον δέ φημι τὴν ὡς ἐν ποσότητι δηλονότι τὴν κατὰ χρόνον, ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τι δὴ τοῦτό ἐστι διειπεῖν πειράσομαι. ἀντέπραττον Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, δύο ταῦτα προτείνοντες, ἓν μὲν ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωριζομένην διὰ φωνῆς τοῦ πανσόφου Μωϋσέως ἀπρακτεῖν ἐντολὴν καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας τῆς οὐδὲν τῶν πάλαι διεγνωσμένης ἀδοκήτως εἰσκρινομένης· ἕτερον δ’ αὖ, μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντες τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι τῆς Λευΐ. ἀγωνίζεται τοίνυν νομομαθὴς ὤη ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου γραφῆς, ὅτι καὶ νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προαναφωνεῖτο μετάθεσις, καὶ προανέλαβεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τέως ἥρμοσε τὸν τύπον θαρρῶν, λοιπὸν δείκνυσιν αὐτὸν τῶν ἀληθῶν γραμμάτων τῶν παρὰ Ἰουδαίοις λαμπρότερον. εἰ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων, τι ἄν τις εἴποι περὶ τῆς ἀληθείας; ὁρᾷς ἐξ ὅλης περιουσίας δείκνυσι τὴν ὑπεροχήν; ἀκροθίνια δὲ τὰ λάφυρα λέγεται, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετέχοντι τοῦ πολέμου ἔδωκεν· διὰ γὰρ τοῦτο εἶπεν “ ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν “ βασιλέων·” οἴκοι γὰρ ἐκάθητο, φησὶ, καὶ τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκεν. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευΐ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. τοσαύτη, φησὶν, ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. δεκάτας γὰρ παρ’ ἐκείνοις λαμβάνουσιν· ὅταν οὖν εὑρεθείη τις παρ’ αὐτῶν τούτων δεκάτας λαβὼν, ἄρ οὐχ οὗτοι μὲν ἐν τάξει λαικῶν, ἐκεῖνος δὲ ἐν ἱερεῦσι; καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ’ ἐξ ἑτέρου γένους, ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. πῶς οὖν ἔδειξεν ὅτι Λευΐ δεκάτας ἔδωκεν; ὁ Ἀβραὰμ, φησὶν, ἔδωκε· καὶ τι πρὸς ἡμᾶς τοῦτο ; μάλιστα μὲν πρὸς ὑμᾶς· οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευίτας βελτίονας εἶναι τοῦ Ἀβραὰμ, Ἀβραὰμ, “ὁ δὲ μὴ “ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Αβραάμ·” εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκεν, “ καὶ τὸν ἔχοντα ἔπαγ’ “ γελίας εὐλόγηκεν.” ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων· “ χωρὶς δὲ πάσης ἀντιλογίαο” φησὶ, τουτέστιν, πᾶσιν δοκεῖ, “ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· οὐκοῦν κρείτ· τῶν ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. Ἀλλ᾿ ἵνα μὴ εἴπωμεν, τί ἄνω ἀπέρχῃ; εἰπὲ ἡμῖν, φησὶ, καὶ ὡς ἔπος εἰπεῖν, καλῶς αὐτὸς ἐκόλασε, διὰ Ἀβραὰμ καὶ Λευΐ, ὁ δεκάτας λαμβάνων δεδεκάτωται· πῶς; ἔτι ἐν τῇ ὀσφύι· ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδὲκ, τουτέστιν ἐν αὐτῷ ἦν ὁ Λευΐ, εἰ καὶ μηδέπω ἐτέχθη· καὶ οὐκ εἶπεν οἱ Λευΐται, ἀλλ’ ὁ Λευΐ. εἰδες ὑπερβολήν; εἶδες τὸ μέσον τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδὲκ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου ; ἡ μὲν οὑν τελείωσις ἦν, φησιν· ἔδειξεν ὅτι πολὺ τοῦ Λευΐ καὶ τοῦ Ἀβραὰμ βελτίων ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ. τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, κατὰ τὴν τάξιν Ἀαρών; καὶ θέα μοι τὴν ὑπερβολήν· ἀφ’ οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκκαλεῖν τὴν ἱερωσύνην, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν ἦν Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν, ἐκβάλλει δὲ ἐκείνους· αὐτὸ γὰρ τοῦτο λέγω, φησί· τίνος ἕνεκεν οὐ κατὰ τὴν τάξιν Ἀαρὼν γεγονεν, καὶ τὸ τίς ἐστι χρεία, πολλὴν ἔμφασιν ἔχει· εἰ γὰρ ἢν ὁ Χριστὸς κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ Ἀαρὼν, εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δηλονότι ὡς ἀτελεστέρων ὄντων ἐκείνων· τίνος γὰρ ἕνεκεν ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκε τὴν τοῦ Μελχισεδέκ;

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
