# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ΙΑ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. ΙΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%91..1

Ὑπερόχη τῆς δευτέρας διαθήκης ὑπὲρ τὴν προτέραν ἐν ἱλασμῷ καὶ ἁγιασμῷ. Εἰ γὰρ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας ἐζητειτο τόπος. Τουτέστιν, ἀεὶ ἀμέμπτους ἐποίει· ὅτι γὰρ περὶ τούτου φησὶν, οὐκ εἶπε, μεμφόμενος δὲ αὐτὴν, ἀλλὰ μεμφόμενος δὲ αὐτοὺς λέγει, “ ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν “ οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ διαθήκην καινὴν, “ οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν “ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ “ γῆς Αἰγύπτου, οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα “ αὐτῶν λέγει Κύριος.” καὶ πόθεν δῆλον ὅτι τέλος ἔλαβεν; ἔδειξε μὲν καὶ ἀπὸ τοῦ ἱερέως, δείκνυσι δὲ τρανότερον νῦν αὐτολεξὶ, ὅτι ἐκβέβληται· πῶς δὲ, “ ἐπὶ κρείττοσιν ἐπαγγελίαις· ποῦ γὰρ ἴσον, εἰπέ μοι, γῆ καὶ οὐρανός ; σὺ δὲ θεώρει πῶς κἀκεῖ ἐπαγγελίας φησίν· ἵνα μὴ ταύτης τοῦτο κατηγορεῖς, καὶ γὰρ ἐκεῖ δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ ἐλπίδος, φησὶ, κρείττονος, δεικνὺς ὅτι κἀκεῖ ἐλπὶς καὶ ἐνταῦθα ἐπαγγελίας κρείττονος, αἰνιττόμενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο· ἐπειδὴ δὲ ἐνεκάλουν ἀεὶ, “ ἰδοὺ ἡμέραι ἔρχον- “ ται,” φησὶ, “ λέγει Κύριος· καὶ συντελέσω ἐπὶ τὸν οἰκον “ Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινὴν, οὐ παλαιάν·” τίνα διαθήκην φησίν; ἵνα γὰρ μὴ τοῦτο λέγωσι, καὶ τὸν χρόνον ὥρισεν· οὐ γὰρ εἶπεν ἁπλῶς κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἵνα μὴ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην εἴπῃς ἣ τὴν πρὸς τὸν Νῶε· ἀλλὰ ποίαν φησίν; ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν τοῖς ἐν τῇ ἐξόδῳ· διὸ καὶ ἐπήγαγεν· “ ἐν ἡμέρᾳ ἐπιλα- “ βομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύ- “ πτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέ- “ λῆσα αὐτῶν, λέγει Κύριος.” οὗτοι, φησὶ, πρῶτοι οὐκ ἐνέμειναν, καὶ παρ’ ἡμῶν ἡ ἀμέλεια· τὰ δὲ ἀγαθὰ παρ’ αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω· ἐνταῦθα ὥσπερ ἀπολογίαν τίθησι, τὴν αἰτίαν δεικνὺς δι’ ἣν ἐγκαταλιμπάνει αὐτούς· “ ὅτι αὕτη ἡ διαθήκη μου,” φησὶν, “ ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει “ Κύριος, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας “ αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ “ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.” οὕτω περὶ τῆς καινῆς ταῦτά φησιν, ὅτι λέγει, “ οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην·” ποία δὲ ἄλλη ἐστὶ διαφορά; αὕτη. εἰ δὲ τὸ διάφορον λέγοι τις, οὐ κατὰ τοῦτο, ἀλλὰ κατὰ τὸ δοθῆναι εἰς τὰς καρδίας αὐτῶν, οὐ προσταγμάτων εἰσάγει διαφορὰν, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δείκνυσιν· οὐκέτι γὰρ ἐν γράμμασι, φησὶν, ἔσται ἡ διαθήκη, ἀλλ’ ἐν καρδίαις. δειξάτω τοίνυν τοῦτο ποτὲ γενόμενον ὁ Ἰουδαῖος, ἀλλ’ οὐκ ἃν εὕροι· πάλιν γὰρ ἐν γράμμασιν ἐγένετο μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος· ἐγὼ δὲ δείκνυμι τοὺς Ἀποστόλους, μηδὲν παραλαβόντας γραπτὸν, ἀλλ’ ἐν ταῖς καρδίαις δεξαμένους διὰ Πνεύματος Ἁγίου· διὸ καὶ ἔλεγεν ὁ Χριστός· “ ἐκεῖνος ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, “ καὶ διδάξει ὑμᾶς·” “ καὶ οὐ μὴ διδάξωσι,” φησὶν, “ ἕκαστος “ τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστον τὸν ἀδελφὸν αὐτοῦ, λέγων· “ γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσι με ἀπὸ μικροῦ ἕως “ μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν “ ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.” πότε δὲ τοῦτο γέγονεν ἣ νῦν; δῆλον γὰρ τὸ ἡμέτερον, τὸ δὲ ἐκείνων, οὐ δῆλον, ἀλλ’ ἀπεκέκλειστο εἰς γωνίαν· καινὴ τότε λέγεται, ὅταν ἑτέρα ᾖ. καὶ δεικνύει εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. Ιδοὺ, φησὶ, καὶ αὐτὴ καινὴ τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρεθῇ, τὰ δὲ μή· οἷον εἰ τις οἰκίαν παλαιὰν μέλλουσαν καταπίπτειν, ἀφεὶς τὸ πᾶν, τὸν θεμέλιον ὑπέρραψεν, εὐθέως λέγομεν, ἐποίησεν αὐτὴν καινήν· ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισάγῃ· καὶ γὰρ καὶ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν μηκέτι χαλκοῦς ἦ, ἀλλ’ ὑετὸν διδῷ, ὅταν μὴ ἄκαρπος, οὐχ ὅταν μεταβληθῇ, οὐχ ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένη· ὥστε φησὶ, “ καὶ διαθήκην “ καινὴν καλῶς εἶπεν. ἐὰν οὖν δείξω ὅτι παλαιοτέρα γέγονεν ἡ διαθήκη ἐκείνη κατὰ τοῦτο τὸ μὴ δοῦναι καρπόν· καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τί φησιν Ἀγγαῖος, τι Ζαχαρίας, τι ἄγγελος, οὔπω οὐδὲ τῆς ἐπανόδου πλήρης P γεγενημένης· τί Ἔσδρας ἐγκαλεῖ; πῶς συνέλαβον αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον; ὅπου γε καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν. ὁρᾶς πῶς βεβίασται τόσον; ἐγὼ δὲ τὸ ἐμὸν τίθημι, ὅτι καινὴ κυρίως αὕτη ἃν λέγοιτο, ἄλλως δὲ οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι τὸ “ἔσται καινὸς ὁ οὐρανός.” διατί γὰρ μὴ λέγων ἐν τῷ Δευτερονομίῳ ὅτι ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ; ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός· καὶ μὴν διὰ τοῦτο φησὶν ἑτέραν διαθήκην δίδωσιν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν· τοῦτο ἐγὼ δείκνυμι, δι’ ὧν, φησὶ, “ τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾗ ἠσθένει διὰ “ τῆς σαρκὸς,” καὶ πάλιν, “ τί πειράζετε ἐπιθεῖναι ζυγὸν ἐπὶ “ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς “ ἰσχύσαμεν βαστάσαι.” “ ἀλλ’ ἐκεῖνοι μὲν οὐκ ἐνέμειναν,” φησίν· ἐνταῦθα δείκνυσιν ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ καὶ πνευματικῶν· “ εἰς “ πᾶσαν γὰρ τὴν γῆν,” φησὶν, “ ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ “ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·” τουτέστιν, “ οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, γνῶθι τὸν Κύριον· καὶ πάλιν, “ πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ “ πολὺ κατακαλύψαι θαλάσσας. ἐν τῷ λέγειν καινὴν,” φησὶ, “ πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον “ ἐγγὺς ἀφανισμοῦ·” ὅρα τὸ κρυπτόμενον, πῶς ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν· ἐτίμησε τὸν νόμον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί· πλὴν μέντοι τὸ αὐτὸ εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἃν καὶ τοῦτο μετὰ ταῦτα καινὸν ἐκάλεσεν, ὥστε πλέον τι διδοὺς καὶ ἕτερον· ἐπαλαιώθη, φησὶν, οὐκοῦν καταλύεται καὶ ἀπόλλυται, καὶ οὐκέτι ἐστίν· οὐχ ἁπλῶς δὲ κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ’ ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον· διὰ τοῦτο ἔλεγεν διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς, καὶ οὐδὲν ἐτελείωσεν ὁ νόμος· καὶ ὅτι “ εἰ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας “ ἐζητεῖτο τόπος·” “ ἄμεμπτος” δὲ, τουτέστι, χρήσιμος, οὐχ ὡς ἐγκλημάτων ὑπεύθυνος, ἀλλ’ οὐχ ὡς ἀρκοῦσα, ἰδιωτικώτερον ἐφθέγξατο, ὡς ἄν τις εἴποι, οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, τουτέστιν, ἔχει ἐλαττώματα, σαθρά ἐστιν. τῶν εἰς τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος B. ΤΟΜΟΣ Γ΄. Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἔδειξεν ἀπὸ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἤμελλεν ἔχειν ἐκείνη· δείκνυσι λοιπὸν, καὶ ἀπ’ αὐτοῦ τῆς σκηνῆς τοῦ σχήματος, καί φησιν, εἶχε μὲν οὖν ἐκείνη, τίς; ἡ πρώτη διαθήκη δικαιώματα λατρείας· τί ἐστι “ δικαιώματα ” σύμβολα ἣ θεσμούς· τότε ὡσανεὶ νῦν, φησὶν, οὐκ ἔχει, ἣ δείκνυσιν αὐτὴν ἐκκεχωρηκυῖαν· τότε γὰρ εἶχε, φησὶν, ὥστε νῦν, εἰ καὶ ἕστηκεν, οὐκ ἔστιν· τό τε ἅγιον κοσμικόν· ἐπειδὴ πᾶσιν ἠφεῖτο ἐπιβαίνειν, καὶ δῆλος ἦν ὁ τόπος, ἐν τῷ αὐτῷ οἴκω, ἔνθα οἱ ἱερεῖς εἱστήκεισαν, ἔνθα οἱ Ἰουδαῖοι, οἱ προσήλυτοι, οἱ Ἕλληνες, οἱ Ναζηραῖοι· ἐπεὶ οὖν καὶ Ἕλλησι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ· οὐ γὰρ οἱ Ἰουδαῖοι ὁ κόσμος ἦσαν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἁγία, ἐν ἧ ἡ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων. ταῦτα σύμβολα τοῦ κόσμου “ μετὰ δὲ τὸ δεύτερον καταπέ- “ τασμα·” ἄρα οὐκ ἦν καταπέτασμα ὃ, ἀλλὰ καὶ ἔξω καταπέτασμα ἦν· “ σκηνὴ ἥτις λέγεται ἁγία ἁγίων” ὅρα πῶς πανταχοῦ σκηνὴν καλεῖ. Χρυσοῦν ἔχουσα θυσιαστήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσατα. Πάντα ταῦτα σεμνὰ ἦν καὶ λαμπρὰ, τῆς Ἰουδαικῆς ἀγνωμοσύνης ὑπομνήματα· “ καὶ αἱ πλάκες τῆς διαθήκης,” γὰρ αὐτάς· καὶ τὸ μάννα, ἐπειδὴ ἐγόγγυσαν· διὰ τοῦτο εἰς ἐγγόνους παραπέμπων τὴν μνήμην, προσέταξεν εἰς τὴν στάμνον τὴν χρυσῆν ἀποτεθῆναι αὐτό. Καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα· ὑπὲρ ἄνω δὲ αὐτῆς Χερουβὶμ δόξης. Τί ἐστι Χερουβὶμ δόξης; ἤ τοι τὰ ἔνδοξα, ἤτοι τὰ ὑποκάτω τοῦ Θεοῦ, φησί· “ κατασκιάζοντα τὸ ἱλαστήριον·” ἄλλως δὲ, καὶ ἐπαίρει ταῦτα τῷ λόγῳ, ἵνα δείξῃ μείζονα ὄντα τὰ μετὰ ταῦτα· “ περὶ ὧν οὐκ ἔστι,” φησὶ, “ νῦν λέγειν κατὰ μέρος.” ἐνταῦθα ᾐνίξατο, ὅτι οὐ ταῦτα ἦν μόνα τὰ ὁρώμενα, ἀλλ’ αἰνίγματά τινα ἦν, “ περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν·” ἴσως ὡς μακροῦ δεόμενα λόγου. Θεόδωροσ δέ φησιν· ἄρχεται ἐντεῦθεν λέγειν, ὅπως τὰ ἐν νόμῳ σύμβολα καὶ τύποι τῶν ἐν τῇ χάριτι, καὶ ὅπως ἐν ἐκείνοις ταῦτα προθεωρούμενα διϊδεῖν δυνατόν· ὁμοῦ τῇ παραθέσει καὶ τὴν ὑπεροχὴν τούτων δεικνὺς, ὅση τίς ἐστιν, ἐν ἀφηγήσει δὲ τῆς διδασκαλίας ποιεῖται τὴν καταρχήν. λέγει οὖν, ὅτι καὶ ἡ πρώτη διαθήκη εἶχεν ὅρους καὶ προστάγματα λειτουργίας, τῆς Θεῷ ἀποδίδοσθαι ὀφειλούσης· δικαιώματα γὰρ λατρείας τὰ περὶ τούτων λέγει προστάγματα· “ τό τε ἅγιον κοσμικόν·” ἅγιον ἐνταῦθα καλεῖ τὸν ναόν· εἰκότως, ἐν ᾧ τὴν λειτουργίαν ἀποδίδοσθαι τῷ Θεῶ συνέβαινεν· εἰ τε καὶ τὴν σκηνὴν, ἐπειδὴ ταύτην ἐν τάξει τοῦ ναοῦ πρότερον εἶχον· ὁμοίως γὰρ ἐκείνην τε ναὸν ἐκάλουν, ὡς ἂν ἐν αὐτῇ τοῦ Θεοῦ τυγχάνοντος, καὶ τὸν παρὰ τοῦ Σολομῶντος ὕστερον· καὶ τοῦτο μαθεῖν ἀπὸ τῆς πρώτης τῶν βασιλειῶν ἔνεστι σαφῶς λεγούσης· “ καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ τοῦ Κυρίου·” οὗ ἦν ἡ κιβωτὸς τοῦ Θεοῦ, μή πω τοῦ ναοῦ ὑπὸ Σολομῶντος οἰκοδομηθέντος· ὥσπερ δὲ σύμβολον τοῦ κόσμου κατασκευάσαι κατά τινα τύπον τὴν σκηνὴν τῷ Μωσεῖ κελεύων ὁ Θεὸς, προσέταξεν αὐτῷ περίβολον ποιῆσαι ἀπὸ τῶν καταπετασμάτων, μάτων, μέσῳ διειλημμένον ἑτέρῳ· οὕτω δὲ καὶ ὁ ναὸς κατὰ τὸν αὐτὸν ὕστερον ἐγένετο τύπον. τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τουτέστιν, ἦν μὲν ταῦτα, οὐκ ἀπέλαυον δὲ αὐτῶν οἱ Ἰουδαῖοι, οὐχ ἑώρων αὐτά· ὥστε οὐκ ἐκείνοις μᾶλλον ἢν ἣ οἱ, προεφητεύετο. Εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ, μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ἤδη τοὺς τύπους προκαταβεβλημένους; ἵνα γὰρ μὴ λέγωσι, πῶς μία θυσία; δείκνυσιν αὐτὸ ἔ, ὄν· εἴ γε ἁγιωτέρα μία ἢν καὶ φρικτή· καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερεν· οὕτως εἰθίζοντο ἄνωθεν. καὶ γὰρ τότε ὁ ἀρχιερεὺς ἅπαξ, φησὶ, προσέφερε· καὶ καλῶς εἶπεν, “ οὐ χωρὶς αἵματος· οὐ χωρὶς μὲν αἵματος· οὐ γὰρ τοσαύτη ἦν ἡ πραγματεία· δείκνυσιν ὅτι ἔσται θυσία, οὐ πυρὶ ἀναλουμένη, ἀλλ’ ἀπὸ αἵματος μᾶλλον δεικνυμένη· ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα οὔτε ξύλα, οὔτε πολλάκις προσφερόμενον, ἀλλ’ ἅπαξ ἐν αἵματι προσενεχθέντα· δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν· ἅπαξ προσεφέρετο ἐν αἵματι, “ ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ “ ἀγνοημάτων·” οὐκ εἶπεν, ἁμαρτημάτων, ἀλλ’ “ ἀγνοημάτων·¨ ινα μὴ μεγαφρονῶσιν· εἰ γὰρ καὶ μὴ ἑκὼν ἥμαρτες, ἀλλ’ ἄκων ἠγνόηκες· καὶ τούτου οὐδείς ἐστι καθαρὸς, καὶ πανταχοῦ τὸ ἑαυτοῦ δεικνὺς, ὅτι ὁ Χριστὸς πολλῷ μείζων ἐστὶν ἀρχιερεύς· εἰ γὰρ κεχώρισται τῶν ἁμαρτιῶν ἡμῶν, πῶς ὑπὲρ ἑαυτοῦ προσήνεγκεν· τι οὐν ταῦτα εἰπεν, φησί· τοῦτο γὰρ κρείττονός ἐστιν, οὐδαμοῦ ἐνταῦθα θεωρία· λοιπὸν δὲ θεωρεῖ, καὶ φησὶ, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Διὰ τοῦτο, φησὶ, ταῦτα οὕτω κατεσκεύασται, ἵνα μάθωμεν ὅτι τὰ ἅγια τῶν ἁγίων, τουτέστιν ὁ οὐρανὸς, ἔτι ἐστὶν ἄβατος· μὴ οὐν ἐπειδὴ μὴ ἐπιβαίνομεν αὐτῶν, φησὶ, νομίζωμεν αὐτὰ μηδὲν εἰμαι, ἐπεὶ οὐδὲ τῶν ἁγίων ἐπέβημεν. Ἥ τις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐκότα. κατὰ ποῖον; φησί· τὸν πρὸ τῆς χριστοῦ παρουσίας· μετὰ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ οὐκέτι καιρός ἐστιν ἐνεστώς. πῶς γὰρ ἐπιγενόμενος καὶ τέλος ἔχων· καὶ ἕτερον δὲ ἐμφαίνων τοῦτό φησιν, “ ἥ τις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα,” τουτεστιν, οὐ τύπος γέγονεν. καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Ἴδε τί ἐστιν· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· καὶ εἰ ἡ πρώτη ἦν ἄμεμπτος, πῶς “ κατὰ συνείδησιν ” αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ’ ἔτι περὶ σῶμα ἦσαν, “ κατὰ νόμον “ ἐντολῆς σαρκικῆς·” οὐ γὰρ δὴ μοιχείαν, οὐδὲ φόνον, οὐδὲ ἱεροσυλίαν ἀφεῖναι ἠδύναντο. Μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοις. Ὁρᾷς; τὸ δὲ, ἔφαγες, τὸ δὲ, οὐκ ἔφαγες, ἅπερ ἐστὶν ἀδιάφορα· τὸ δὲ ἔπιες, φησὶ, καί τοι περὶ ποτοῦ οὐδὲν ἦν διατεταγμένον· ἀλλ’ ἐξευτελίζων ταῦτα φησί· “ καὶ διαφόροις βα- “ πτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως “ ἐπικείμενα·” αὕτη γὰρ ἡ δικαιοσύνη τῆς σαρκός· ἐνταῦθα καταβάλλει τὰς θυσίας, δεικνὺς, ὅτι οὐδεμίαν εἶχον ἰσχὺν, καὶ ὅτι μέχρι καιροῦ διορθώσεως ἦσαν· τουτέστιν, ἔμεινον τὸν καιρὸν τὸν διορθοῦντα πάντα.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
