Ancient Greek
ΚΕΦ. ΙΒ.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ΙΒ..1
Not analysed yet
Περὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν ᾧ ἦν ἡ νέα διαθήκη, ὅτι τοῦτο ἀληθὲς καθάρσιον εἰσάγει, οὐ τὰ ἐν αἵμασι ζώων πολλάκις προσφερόμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιητου. τὴν σάρκα λέγει ἐνταῦθα· καλῶς καὶ μείζονα καὶ τελειοτέραν εἰπεν. εἴ γε καὶ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· “οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ “Πνεῦμα·” “τελειοτέρας” δὲ, φησὶν, ὥστε καὶ ἀλήπτου οὔσης καὶ μείζονα κατορθούσης. Σευηριανὸσ δέ φησιν· ὥσπερ ἡ σκηνὴ κατεσκευάσθη ἐπὶ Μώσεως, ὥστε τὰς λατρείας γίνεσθαι, οὕτως μείζων ἡ σκηνὴ αὕτη· τῆς χάριτος ἡ σύστασις τὸ σῶμα τοῦ Χριστοῦ, κεφαλὴν ἔχον τὸν Χριστόν. Τουτέστιν, οὐ ταύτης τῆς κτίσεως. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἰδοὺ πῶς οὐ γὰρ ἄνευ Πνεύματος αὐτὴν κατεσκεύασεν, οὐδὲ “ταύτης τῆς κτί- “σεως” ἐστὶν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλὰ πνευματικὴ, ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς καὶ σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ; τίνος οὖν ἕνεκα τοῦτο ποιεῖ καθ’ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός· ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια, καταπέτασμα ἡ σὰρξ, κρύπτουσα τὴν θεότητα, καὶ σκηνὴν ὁμοίως ἔχουσα τὴν θεότητα· σκηνὴ πάλιν ὁ οὐρανός· ἐκεῖ γάρ ἐστιν ἔνδον ὁ ἱερεύς. Χριστὸς δὲ, φησι, “παραγενόμενος·” οὐκ εἶπε γενόμενος, ἀλλὰ “παραγενόμενος, τουτέστιν, εἰς αὐτὸ τοῦτο ἐλθών· οὐχ ἕτερον διαδεξάμενος· οὐ πρότερον παρεγένετο καὶ τότε ἐγένετο, ἀλλ’ ἅμα ἦλθεν· καὶ οὐκ εἶπεν παραγενόμενος ἀρχιερεὺς τῶν θυομένων, ἀλλὰ “τῶν γενομένων “ἀγαθῶν,” ὡς οὐκ ἰσχύοντος τοῦ λόγου παραστῆσαι τὸ πᾶν· “οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων” φησὶ, “πάντα ἐξηλ- “λαγμένα· διὰ δὲ τοῦ δίου αἵματος,” φησὶν, “εἰσῆλθεν ἐφάπαξ “εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος·” καὶ τὸ “εὑρόμενος σφόδρα τῶν ἀπόρων ἦν, καὶ τῶν παρὰ προσδοκίαν· πῶς διὰ μιᾶς εἰσόδου αἰώνιον λύτρωσιν εὕρετο, εἶτα τὸ πιθανόν. Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους οὑς ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρᾶι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἱμα τοῦ Χριστοῦ· ἵνα γὰρ μὴ ἀκούσας “ἁγιάζει,” μέγα τι νομίσῃς, ἐπισημαίνεται καὶ δείκνυσιν ἑκατέρου τοῦ καθαρμοῦ τὸ μέσον· καὶ πῶς οὗτος μὲν ὑψηλὸς, ἐκεῖνος δὲ ταπεινὸς, καὶ λέγει ὅτι εἰκότως, εἴγε ἐκεῖνο μὲν τὸ αἷμα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ· καὶ οὐκ ἠρκέσθη τῷ ὀνόματι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς, “ὃς διὰ Πνεύματος αἰωνίου,” φησὶν, “ἑαυτὸν προσήνεγκεν ἄμω- “μον τῷ Θεῷ,” τουτέστιν τὸ ἱερεῖον ἄμωμον ἦν, ἁμαρτιῶν καθαρόν· τοῦτο γάρ ἐστι “διὰ Πνεύματος αἰωνίου,” οὐ διὰ πυρὸς, οὐ δι’ ἄλλων τινῶν· “καθαριεῖ τὴν συνείδησιν ὑμῶν,” φησὶν, “ἀπὸ νεκρῶν ἔργων·” καλῶς εἰπεν, “ἀπὸ νεκρῶν ἔργων·” εἴ τις ἅψαιτο νεκροῦ, ἐμιαίνετο, καὶ ἐνταῦθα, εἴ τις ἅψαιτο νεκροῦ ἔργου, μολύνεται διὰ τῆς συνειδήσεως· “εἰς τὸ λατρεύειν Θεῷ ζ́ωντι,” φησίν· ἐνταῦθα ἐμφαίνει, ὅτι νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ἀληθινῷ καὶ ζῶντι Θεῷ· ἐκεῖνα γὰρ καὶ νεκρά ἐστι καὶ ψευδῆ· καὶ εἰκότως. Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου, εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῆ πρώτῃ διαθήκη παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας· ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε οὐκ ἰσχύει ὅτε ζῆ ὁ διαθέμενος· ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενέστερον διακειμένων, καὶ ἀπὸ τοῦ τετελευτηκέναι τὸν Χριστὸν, μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. ὁ τοίνυν Παῦλος ἐκ περιουσίας τοῦτο τίθησι τὸ ὑπόδειγμα, ἀπὸ τῆς κοινῆς συνηθείας λαβών· ποῖον δὴ τοῦτο ; δι’ αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαρρεῖν, φησί· διὰ τί ; ὅτι οὐ ζώντων τῶν διαθεμένων, ἀλλὰ ἀποθανόντων, τότε βέβαιαι εἰσιν αἱ διαθῆκαι καὶ τὴν ἰσχὺν λαμβάνουσι· καὶ διὰ τοῦτο, φησὶ, καινῆς διαθήκης μεσίτης ἐστίν· ἡ διαθήκη πρὸς τῇ ἐσχάτῃ ἡμέρᾳ γίνεται τῆς τελευτῆς· τοιαύτη δέ ἐστιν ἡ διαθήκη, τοὺς μὲν κληρονόμους ἔχει, τοὺς δὲ ἀποκληρονόμους· οὕτω καὶ ἐνταῦθα· “θέλω, ὅπου ἐγώ εἰμι, ”φησὶν ὁ Χριστὸς, “καὶ οὗτοι ὦσιν·” καὶ πάλιν περὶ τῶν κληρονόμων ἄκουε αὐτοῦ λέγοντος· “οὐ περὶ πάντων ἐρωτῶ, ἀλλὰ περὶ τῶν “πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.” ἡ διαθήκη πάλιν, τὰ μὲν τοῦ διαθεμένου ἔχει, τὰ δὲ τῶν δεχομένων, ὥστε τὰ μὲν αὐτοὺς λαβεῖν, τὰ δὲ ποιῆσαι· οὕτω καὶ ἐνταῦθα· μετὰ γὰρ τὸ ἐπαγγείλασθαι μυρία, ἀπαιτεῖ καὶ παρ’ αὐτῶν, λέγων· “ἐντολὴν “καινὴν δίδωμι ὑμῖν·” πάλιν μάρτυρας ἔχειν ὀφείλει ἡ διαθήκη· ἄκουε αὐτοῦ πάλιν λέγοντος, “ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, “καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με·” καὶ πάλιν, “ἐκεῖνος “μαρτυρήσει περὶ ἐμοῦ,” περὶ τοῦ Παρακλήτου λέγων· καὶ τοὺς δώδεκα Ἀποστόλους ἀπέστειλε λέγων, διαμαρτύρεσθαι ἐνώπιον τοῦ Θεοῦ. “καὶ διὰ τοῦτο,” φησὶ, “διαθήκης καινῆς μεσίτης “ἐστίν·” τί ἐστι μεσίτης; οὐκέτι κύριος τοῦ πράγματος, οὗ ἐστι μεσίτης· ἀλλ’ ἕτερον μὲν τὸ πρᾶγμα, ἕτερον δὲ ὁ μεσίτης· οἷον, μεσίτης γάμου γίνεται οὐχ ὁ γαμῶν, ἀλλὰ τῷ μέλλοντι ἄγεσθαι συμπράττων· οὕτω δὴ καὶ ἐνταῦθα μεσίτης ὁ Υἱὸς ἐγένετο τοῦ Πατρὸς καὶ ἡμῶν· οὐκ ἠθέλησεν ἡμῖν ἀφεῖναι ὁ Πατὴρ τὴν κληρονομίαν ταύτην, ἀλλ’ ὠργίζετο πρὸς ἡμᾶς, καὶ ἐχαλέπαινεν ὡς ἀπηλλοτριωμένους· μεσίτης τοίνυν ἐγένετο ἡμῶν καὶ αὐτοῦ, καὶ ἔπεισεν αὐτόν· καὶ ὅρα πῶ, μεσίτης ἐγένετο, λόγους ἀπήγαγεν, καὶ ἤγαγε τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν διαπορθμεύων καὶ τὸν θάνατον προστιθείς· προσκεκρουκότες ἦμεν, ἀποθανεῖν ὠφείλαμεν· ἀπέθανεν ὑπὲρ ἡμῶν· καὶ ἐποίησεν ἡμᾶς ἀξίους τῆς διαθήκης ταύτης· ταύτῃ βεβαία ἐστὶν ἡ διαθήκη, ἣ οὐκ εἰς ἀναξίους λοιπὸν γέγονεν· παρὰ μὲν οὖν τὴν ἀρχὴν, ἅτε ὡς πατὴρ εἰς υἱοὺς διέθετο· ἐπειδὴ δὲ ἀνάξιοι γεγόναμεν, οὐκέτι διαθήκης, ἀλλὰ τιμωρίας ἔδει· τί τοίνυν μέγα φρονεῖς ἐπὶ τῷ νόμῳ; εἰς τοσαύτην γὰρ ἡμᾶς κατέστησεν ἁμαρτίαν, ὡς μὴ ἂν σωθῆναί ποτε, εἰ μὴ ὁ δεσπότης ἡμῖν ὑπὲρ ἡμῶν ἀπέθανεν· οὐκ ἃν ἴσχυσεν ὁ νόμος· ἔστι γὰρ ἀσθενής· οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ παλαιᾷ συμβεβηκότων, ὃ μάλιστα αὐτοῖς ἐπηγάγετο. οὐδεὶς ἦν ὁ τετελευτηκὼς ἐκεῖ· πῶς οὖν ἐκείνη βεβαία; διὰ τοῦ αὐτοῦ τρόπου, φησι πῶς; καὶ γὰρ ἐκεῖ αἷμα, ὥσπερ ἐνταῦθα αἱμα· εἰ δὲ μὴ τὸ τοῦ Χριστοῦ αἷμα, μὴ θαυμάσῃς· τύπος γὰρ ἦν· ὅθεν φησὶν, “οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·” τί ἐστιν ἐγκεκαίνισται; βεβαία γέγονεν, ἐκυρώθη τὸ ὅθεν· διὰ τοῦτο φησίν· ἔδει τῆς διαθήκης τὸ σύμβολον εἶναι καὶ τῆς τελευτῆς· τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης; φησὶ γὰρ, Λαληθείσης πάσης τῆς ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ· λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε λέγων, τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης, καὶ ὁ λαός; τοῦ τιμίου αἵματος ἄνωθεν σχηματιζομένου· διὰ τι τῷ ὑσσώπῳ; πυκνόν ἐστι τοῦτο καὶ Κράτητι . . τί δαὶ τὸ ὕδωρ; δείκνυσι καὶ τὴν δι’ ὕδατος κάθαρσιν· τί δαὶ τὸ ἔριον; καὶ τοῦτο, ὥστε κατέχεσθαι τὸ αἷμα· δείκνυσιν ἐνταῦθα . . . αὐτὸ καὶ αἷμα καὶ ὕδωρ· τὸ γὰρ βάπτισμα αὐτοῦ τὸ πάθος ἐστιν. Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας, τῷ αἵματι ὁμοίως ἐρράντισε· καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. Διὰ τί τὸ “σχεδόν ”διὰ τί αὐτὸ ἐκόλασεν; ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλ’ ἡμιτελὴς καὶ ἐν ἐλαχίστῳ μέρει, ἐνταῦθα δὲ τοῦτο τὸ αἷμα, φησὶ, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρεν τὰς διανοίας αὐτῶν; αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης· ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; αὐτοί εἰσιν· ποῦ δὲ ἡ σκηνή; αὐτοί εἰσι πάλιν· “ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω,” φησίν· ἀλλ’ οὐκ ἐν ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐραντίζοντο· τί δή ποτε; οὐ γὰρ σωματικὸς ὁ καθαρμὸς ἦν, ἀλλὰ πνευματικός· καὶ τὸ ἁφὰ πνευματικόν· πῶς; οὐκ ἀπὸ σώματος ῥεῖ ἀλόγων, ἀλλὰ σώματος ἀπὸ πνεύματος κατασκευασθέντος, τούτῳ ἡμᾶς οὐ Μωϋσῆς, ἀλλ’ ὁ Χριστὸς ἐρράντισε τῷ αἵματι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, “τοῦτο τὸ αἷμα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁμαρ- “τιῶν·” οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵματι ἐμβαφεὶς πάντας περιραίνει· κἀκεῖ μὲν τὸ σῶμα ἔξωθεν ἐκαθαίρετο· σωματικὸς γὰρ ὁ καθαρμὸς ἦν· ἐνταῦθα δὲ ἐπειδὴ πνευματικός ἐστιν ὁ καθαρμὸς, εἰς τὴν ψυχὴν εἰσέρχεται καὶ καθαίρει, οὐχ ἁπλῶς περιραινόμενος, ἀλλὰ πηγάζων ἐν ταῖς ἡμετέραις ψυχαῖς· καὶ αὐτῇ τῇ οὐσίᾳ ἀναμιγνύμενος, καὶ ῥωμαλέας αὐτὰς ποιῶν καὶ ἁγνάς· δείκνυσι δὴ λοιπὸν τὸν θάνατον οὐ μόνον βεβαιώσεως, ἀλλὰ καὶ καθαρμοῦ αἴτιον· ἐπειδὴ γὰρ ἡ τε μιαρὸν πρᾶγμα ἐδόκει εἶναι, καὶ μάλιστα ἡ διὰ τοῦ σταυροῦ, λέγει ὅτι τοῦτο ἐκάθαιρεν, καὶ τιμίαν κάθαρσιν καὶ ἐπὶ μείζοσιν· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον· διὰ τὸ αἷμα τοῦτο, διὰ τοῦτο ἀμνοί· ἅπαντα διὰ τοῦτο ἐγένετο. Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Καὶ πῶς ἐστιν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν, ἄρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; οὐδὲν τούτων, ἀλλὰ τὰ ἡμέτερα· ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡμέτερα, καὶ ἐπουράνια τὰ ἡμέτερα, κἂν ἐν τῇ γῇ ἐπιτελῆται· ἐπεὶ καὶ Ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ’ ἐπουράνιοι λέγονται· καὶ τὰ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ’ ἐπουράνιά ἐστι· καὶ τί λέγω ἐφάνη, ἐπὶ τῆς γῆς μὲν οὐ διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ, ἀλλ’ οὐδὲν τοῦτο· ἐπουράνια γάρ ἐστι, “καὶ ἡμῶν τὸ “πολίτευμά ἐστιν ἐν οὐρανοῖς·” καίτοι ἐνταῦθα πολιτευόμεθαι· αὐτὰ δὲ τὰ ἐπουράνια, τουτέστι, τὴν φιλοσοφίαν τὴν πη ἡμῖν· τοὺς ἐκεῖ κεκλημένους “κρείττοσι θυσίαις παρὰ ταύτας,” τὸ κρεῖττον καλοῦ τινός ἐστι κρεῖττον· ἄρα καλαὶ γεγόνασι καὶ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, οὐκ ἃν ταῦτα ὑποδείγματα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἃν ἔχῃ πονηρὰ, ὧν ἐστι τὰ ὑποδείγματα. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια τῶν ἁγίων κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανερωται. Μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῷ ναῶ καἰ τῆ σκηνὴ· διὸ ἔλεγε, ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου· οὐδὲ γὰρ ἀλλαχοῦ γῆς κατεσκευάσθη τοιοῦτος ναός· οὐ πολιτείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός· οὐ γὰρ διαταξάμενος Θεὸς ἐκάλεσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐπεσπῶντο· ἡ δὲ δευτέρα λαμπροτέρα γέγονεν οἰκονομία, καὶ κάλλους ἕνεκεν καὶ τῶν ἄλλων ἁπάντων· καὶ οὐ τούτῳ μόνῳ σεμνὸς ἢν, ἀλλὰ καὶ τῷ εἶναι εἰς. οἱ γὰρ ἀπὸ τῶν περάτων τῆς γῆς ἐκεῖ ἤρχοντο, ὥς φησιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν· “ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες “εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·” τι οὖν ὁ Παῦλος ποιεῖ; ὅπερ ἐπὶ τῶν θυσιῶν, τοῦτο καὶ ἐνταῦθα ποιεῖ· ὥσπερ γὰρ ἐκεῖ τὸν θάνατον ἀνέστησε τοῦ Χριστοῦ, οὕτω καὶ ἐνταῦθα τὸν οὐρανὸν ὅλον ἀνθίστησι τῷ ναῷ· καὶ οὐ τούτῳ μόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον γενόμενον τοῦ Θεοῦ· “ἐμφανισθῆναι” γάρ φησι “τῷ προσώπῳ τοῦ “Θεοῦ,” ὥστε οὐ τῷ οὐρανῷ μόνον καὶ τῇ εἰσόδῳ τὸ πρᾶγμα σεμνὸν ἐποίησεν· οὐ γὰρ ἁπλῶς ὥσπερ ἐνταῦθα διὰ συμβόλων, ἀλλ’ αὐτὸν ὁρᾷ τὸν Θεὸν ἐκεῖ· ὁρᾷς ὅτι συγκαταβάσεως ἕνεκεν πανταχοῦ τὰ ταπεινὰ εἴρηται; τι δὴ θαυμάζεις λοιπὸν εἰ ἐντυγχάνει ὅπου γε αὐτὸν ἵστησιν ὡς ἀρχιερέα; “Οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν ὥσπερ ὁ ἀρχιερεύς·” “οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε,” φησὶ “Χριστὸς ἀν- “τίτυπα τῶν ἀληθινῶν·” ἄρα ἐκεῖνά ἐστιν ἀληθινὰ, ταῦτα δὲ τύποι· καὶ γὰρ ο ναὸς οὐτῶ κατεσκεύασται ὡσπερ ο οὐρανὸς τοῦ οὐρανοῦ· τι λέγεις; ἂν μὴ εἰσέλθῃ εἰς τὸν οὐρανὸν οὐκ ἐμφανίζεται ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ; ὁρᾷς ὅτι τῆς σαρκός ἐστι ταῦτα πάντα; “ἐμφανισθῆναι, φησὶ, “τῷ προσώπῳ “τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·” τι ἐστιν “ὑπὲρ ἡμῶν ”μετὰ θυσίας ἀνῆλθε, φησὶ, δυναμένης ἐξιλεώσασθαι τὸν Πατέρα· τι γὰρ, εἰπέ μοι, αὐτὸς ἦν ἐχθρός; οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, αὐτὸς οὐκ ἦν ἐχθρός· ὅτι γὰρ οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, ἄκουσον τι φησιν· “εἰρηνοποιήσας τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὥστε “καὶ αὐτὸς εἰσῆλθεν εἰς τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ “τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·” νῦν ἐμφανίζεται, ἀλλ’ ὑπὲρ ἡμῶν. “οὐδ’ “ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται “εἰς τὰ ἅγια τῶν ἁγίων κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·” ὅρα πόσαι αἱ διαφοραί· τὸ πολλάκις τοῦ ἅπαξ, τὸ ἐν αἵματι ἀλλοτρίῳ τοῦ ἐν ἰδίῳ, πολὺ τὸ μέσον· αὐτὸς οὖν καὶ ἱερεὺς καὶ ἱερεῖον, καὶ θυσία· εἰ γὰρ μὴ τοῦτο ἦν, πολλὰς ἔδει θυσίας προσενεγκεῖν, πολλάκις ἔδει σταυρωθῆναι. “ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν, ἀπὸ “καταβολῆς κόσμου ἐνταῦθα καὶ παρεκάλυψε· “νῦν δὲ ἅπαξ ἐπὶ “συντελείᾳ τῶν αἰώνων, ”μετὰ τὰ πολλὰ ἁμαρτήματα· εἰ μὲν οὖν παρὰ τὴν ἀρχὴν ἐγένετο, εἶτα οὐδεὶς ἐπίστευσεν· οὐκ ἔδει δεύτερον ἀποθανεῖν, ἀνόνητα ἦν ἅπαντα· ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἐφάνη, ὃ καὶ ἀλλαχοῦ λέγει, “ὅπου “ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·” “νῦν δὲ ἅπαξ “ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς “θυσίας αὐτοῦ πεφανέρωται. καὶ “καθόσον ἀπόκειται τοῖς ἀνθρώ- “ποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις·” εἶτα λέγει καὶ διὰ τι ἅπαξ ἀπέθανεν, ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο· ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἀποθανεῖν· τοῦτο οὖν τὸ “ἅπαξ ἀπέθα- “νεν ὑπὲρἁπάντων·” τι οὖν οὐκέτι ἀποθνήσκομεν; τὸν θάνατον ἐκεῖνον ἀποθνήσκομεν μὲν, ἀλλ’ οὐ μένομεν ἐν αὐτῷ· ὅπερ οὐδὲ ἀποθανεῖν ἐστιν· θανάτου γὰρ τυραννὶς, καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν· ὅταν δὲ μετὰ τὸ ἀποθανεῖν ζῆσαι ἦ, καὶ ζωὴν βελτίονα, οὐ θάνατος τοῦτό ἐστιν, ἀλλὰ κοίμησις· ἐπεὶ οὖν ἤμελλεν πάντας κατέχειν ὁ θάνατος, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμᾶς ἀπαλλάξῃ, “οὕτω καὶ ὁ Χρι- “στὸς ἅπαξ προσενεχθεὶς,” ὑπὸ τίνος προσενεχθείς; ὑφ’ ἑαυτοῦ δηλονότι· ἐνταῦθα οὐδὲ ἱερέα αὐτόν φησι μόνον, ἀλλὰ καὶ θῦμα καὶ ἱερεῖον· διὰ τοῦτο προσενεχθεὶς, “εἰς τὸ πολλῶν ἀνενεγκεῖν “ἁμαρτίας.” διὰ τί “πολλῶν” καὶ μὴ πάντων; ἐπειδὴ μὴ πάντες ἐπίστευσαν, ὕπερ ἀπάντων μιν ἀπέθανεν, τουτέστι τὸ αὐτοῦ μέρος, ἀντίρροπος ἦν ὁ θάνατος ἐκεῖνος τῆς ἁπάντων ἀπωλείας. οὐ πάντων δὲ τὰς ἁμαρτίας ἀνήνεγκεν, διὰ τὸ μὴ θελῆσαι αὐτούς· τί δέ ἐστιν ἀνήνεγκεν ἁμαρτίας· ὥσπερ ἐπὶ τῆς προσφορᾶς ἀναφέρομεν τὰ ἁμαρτήματα καὶ λέγομεν, εἴτε ἑκόντες εἴτε ἄκοντες ἡμάρτομεν, συγχώρησον, τουτέστι μεμνήμεθα αὐτῶν πρῶτον, καὶ τότε τὴν συγχώρησιν αἰτοῦμεν· οὕτω δὴ καὶ ἐνταῦθα γέγονε· ποῦ τοῦτο πεποίηκεν ὁ Χριστός ; ἄκουσον αὐτοῦ λέγοντος, “καὶ ὑπὲρ αὐτῶν “ἐγὼ ἁγιάζω ἐμαυτόν·” ἰδοὺ ἀνήνεγκε τὰ ἁμαρτήματα, ἦρεν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀνήνεγκεν τῷ πατρί· οὐχ ἵνα τί ὁρίσῃ κατ’ αὐτῶν, ἀλλ’ ἵνα αὐτὰ ἀφῇ· “ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθή- “σεται,” φησὶ, “τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.” τί ἐστι “χωρὶς ἁματρίας;” οἷον οὐχ ἁμαρτάνει· οὐδὲ γὰρ ὀφείλων ἀποθανεῖν ἀπέθανεν, οὐδὲ δι’ ἁμαρτίας. ἀλλὰ πῶς ὀφθήσεται; κολάζων φησὶν, ἀλλ’ οὐκ εἶπεν τοῦτο, ἀλλὰ τὸ φαιδρὸν, “χωρὶς “ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν,” ὡς μηκέτι λοιπὸν θυσίας δεηθῆναι, ὥστε σῶσαι αὐτοὺς, ἀλλ’ ἀπὸ ἔργων τοῦτο ποιεῖν. Θεόδωροσ δέ φησι· νῦν, φησὶν, ὀφθεὶς, ὅτε τὴν ἁμαρτίαν κρατεῖν συνέβαινεν, ἀναγκαίως τὸν διὰ τὴν ἁμαρτίαν κρατοῦντα θάνατον ἐδέξατο· τότε δὲ τῆς ἁμαρτίας ὡς εἰκὸς λελυμένης, ἀνάγκη καὶ αὐτὸν ἀπαθῶς ὀφθῆναι· τὸ γὰρ “χωρὶς ἁμαρτίας” τοῦτο λέγει, ὅτι μὴ κρατούσης ἔτι τῆς ἁμαρτίας, οὕτω καὶ αὐτὸς ἔξω παντὸς ἀνθρωπίνου πάθους ὀφθήσεται τότε. Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ ἀυτὴν τὴν εἰκόνα τῶν πραγμάτων. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τουτέστιν, αὐτὴν τὴν ἀλήθειαν· ἕως μὲν γὰρ ἃν ὡς ἐν γραφῇ περιάγῃ τις τὰ χρώματα, σκιά τίς ἐστιν· ὅταν δὲ τὸ ἄνθος ἐπαλείψῃ τις καὶ ἐπιχρίσῃ τὰ χρώματα, τότε εἰκὼν γίνεται. τοιοῦτόν τι καὶ ὁ νόμος ἦν, τουτέστι τῆς θυσίας τῆς ἀφέσεως.