# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ΙΓ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. ΙΓ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%93..1

Μαρτυρία περὶ τῆς μόνης καθάρσεως καὶ προσαγωγῆς πρὸς Θεόν. κατ’ ἐνιαυτὸν ταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι. ἐπεὶ οὐκ ἃν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν συνείδησιν ἔχειν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρμένους· ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας· διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά 8σου. ἀνωτέρω λέγων ὅτι θυσίαν καὶ προσφορὰν ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται, τότε εἶπεν, ἰδοὺ ἥκω, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ὁρᾷς πάλιν τὴν περιουσίαν ; μία, φησὶν, αυστηἡ θυσία, ἐκεῖναι lo δὲ πολλαί· διὰ γὰρ τοῦτο οὐκ ἰσχυραὶ, ἐπειδὴ πολλαί. τι γὰρ ἔδει πολλῶν, εἰπέ μοι, τῆς μιᾶς ἀρκούσης ; ὥστε αἱ πολλαὶ καὶ τὸ ἀεὶ προσφέρεσθαι, τὸ μηδέποτε αὐτοὺς καθαίρεσθαι δείκνυσιν· ὥσπερ γὰρ φάρμακον ὅταν ῃτ ἰσχυρὸν καὶ ὑγιείας ποιητικὸν καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν, τὸ πᾶν ἐργά- σῆται, δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν τῷ μηκέτι ἐπιτίθεσθαι· καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ μηκέτι ἐπιτίθεσθαι· ἂν δὲ ἀεὶ ἐπιτί- θεται, δηλονότι τοῦ μηδὲν ἰσχυκέναι ἔστι σημεῖον· φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι καὶ μὴ πολλάκις· οὕτω δὴ καὶ ἐνταῦθα· τί γὰρ δήποτε ταῖς αὐταῖς θυσίαις ἀεὶ θεραπεύονται ; εἰ γὰρ πάντων ἦσαν ἀπηλλαγμένοι τῶν ἁμαρτημάτων, οὐκ ἃν καθ’ ἑκά- στην ἡμέραν προσεφέροντο αἱ θυσίαι· καὶ γὰρ ἦσαν ὡρισμέναι, ὥστε ἀεὶ προσφέρεσθαι ὑπὲρ τοῦ λαοῦ παντὸς, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν ἡμέρᾳ, ὥστε κατηγορία ἁμαρτημάτων, οὐ λύσις ἁμαρτημάτων ἦν τὸ γινόμενον, κατηγορία ἀσθενείας, οὐκ ἰσχύος ἐπίδειξις· τῷ μὲν οὖν προσφέρεσθαι, ἔλεγχος ἁμαρτημάτων, τὸ δὲ ἀεὶ, ἔλεγχος ἀσθενείας· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον, ἅπαξ προσηνέχθη· τὰ ἀντίτυπα ἄρα τύπον ἔχει μόνον, οὐχὶ τὴν ἰσχὺν, ὥσπερ ἐπὶ τῶν εἰκόνων, τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκὼν, οὐχὶ τὴν ἰσχὺν, ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος, δὲ ἰσχὺς οὐκέτι· οὕτω δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τῆς σκηνῆι· ὁ μὲν γὰρ τύπος ἴσος ἦν, ἁγία γὰρ ἦν, ἡ δὲ δύναμις καὶ τὰ ἄλλα οὐ τὰ αὐτά· τί ἐστιν “ εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας “ αὐτοῦ πεφανέρωται ;” τι ἐστιν ἀθέτησις ; τουτέστιν, καταφρό- νῆσις· οὐκέτι παρρησίαν ἔχει, ἠθετήθη γὰρ ἁμαρτία, ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δὲ, τουτέστιν βίαν ἔπαθεν, ὅτε προσεδόκησεν πάντας ἑλεῖν, τότε ἀνῃρέθη. διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται, τουτέστιν, ἐφανερώθη τῷ Θεῷ, καὶ προσῆλθεν· μὴ γὰρ ἐπειδὴ ὁ ἱερεὺς πολλάκις τοῦτο ἐποίει τοῦ ἐνιαυτοῦ, ὥστε εἰκῆ λοιπὸν γίνεται τοῦτο, εἰ καὶ γίνεται· τί γὰρ ἔδει φαρμάκων, οὐκ ὄντων τραυμάτων; τι οὖν ἡμεῖς; καθ’ ἑκάστην ἡμέραν οὐ προσφέρομεν; προσφέρομεν μὲν, ἀλλ’ ἀνάμνησιν ποιούμεθα τοῦ θανάτου αὐτοῦ, καὶ μία ἐστὶν αὕτη, οὐ πολλαί· ἐπειδὴ ἅπαξ προσηνέχθη ἐκείνη, εἰσηνέχθη εἰς τὰ ἅγ ία τῶν ἁγίων· τοῦτο ἐκείνης τύπος ἐστὶν, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέρομεν, οὐ νῦν μὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ’ ἀεὶ τὸ αὐτὸ, ὥστε μία ἐστὶν ἡ θυσία ἐπὶ τῷ λόγῳ τούτῳ· ἐπειδὴ δὲ πολλαχοῦ προσφέρεται, πολλοὶ Χριστοί; οὐδαμῶς, ἀλλ’ εἷς πανταχοῦ ὁ Χριστός· καὶ ἐνταῦθα πλήρης ὣν, καὶ ἐκεῖ πλήρης· εἰ γὰρ σῶμα, ὡσπερ οὑν πολλαχοῦ προσφερόμενον, ἓν σῶμά ἐστι, καὶ οὐ πολλὰ σώματα, οὕτω καὶ μία θυσία ὁ ἀρχιερεὺς ἡμῶν ἐκεῖνός ἐστιν, ὁ τὴν θυσίαν τὴν καθαίρουσαν ἡμᾶς προσενεγκὼν, ἐκείνην προσφέρομεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον· τοῦτο εἰς ἀνάμνησιν γίνεται τοῦ τότε γενομένου· “ τοῦτο “ γὰρ ποιεῖτε,” φησὶν, “ εἰς ἐμὴν ἀνάμνησιν.” (Θεόδωροσ.) Θεόδωρος δέ φησιν· εἰς τὸ “ θυσίαν καὶ “ φορὰν οὐκ ἠθέλησας,” κ. τ. λ. ταῦτα μὲν εἴρηται τοῖς ἐν Βαβυλῶνι πρὸς τὸν Θεὸν, βουλομένοις εἰπεῖν, ὅτι θυσίας με οὐκ ἀπῄτησας, ἀλλὰ μόνον τὸ ὑπακούειν σου καὶ τὸ θέλημά σου ποιεῖν· καὶ εὔθυμοι τὰ τῆς ἐπανόδου λοιπὸν ἀναμφίβολα ἦν· μεταλλάξας οὖν αὐτὴν ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· ταύτῃ, φησὶν, ἀντὶ τοῦ “ωτια, “ σῶμα, εἰπὼν, κατηρτίσω μοι. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· περὶ τοῦτο εἴρηται; περὶ οὐδενὸς, ἀλλ’ ἢ περὶ τοῦ Χριστοῦ. ἐνταῦθα οὐδὲν αἰτιᾶται τοὺς προσφέροντας, δεικνὺς, ὅτι οὐ διὰ τὰς πονηρίας αὐτῶν οὐ δέχεται, καθάπερ ἑτέρωθι φησιν, ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγμα καὶ πεφωρᾶσθαι οὐδεμίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προσήκοντα· τί οὖν τοῦτο πρὸς τὸ πολλάκις προσφέρεσθαι τὰς θυσίας; οὐκ ἀπὸ τοῦ πολλάκις μόνον δῆλον, φησὶν, ὅτι ἀσθενεῖς εἰσιν, καὶ ὅτι οὐδὲν ἤνυσαν, ἀλλὰ καὶ ἀπὸ τοῦ μὴ προσίεσθαι αὐτὰς τὸν Θεὸν ὡς ἀνονήτους καὶ ἀνωφελεῖς, καὶ ἀλλαχοῦ φησιν, ὅτι “ εἰ ἠθέλησα, θυσίαν, ἔδωκα ἄν’ ἄρα καὶ διὰ τούτου δηλοῖ, ὅτι οὐ θέλει· ἄρα οὖν οὐχὶ θυσία τὸ θέλημα τοῦ Θεοῦ, ἀλλ’ ἡ τῶν θυσιῶν ἀναίρεσις· τί ἐστι “ τοῦ ποιῆσαι τὸ “ θέλημά σου ” τοῦ ἐμαυτὸν, φησὶν, ἐκδοῦναι, τοῦτο τοῦ Θεοῦ θέλημα. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμεν. Ἢ καὶ ἄλλως φησὶν, ὅτι οὐχ αἱ θυσίαι τοὺς ἀνθρώπους καθαίρουσιν, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ· ἄρα οὖν τὸ θύειν οὐ θέλημα τοῦ Θεοῦ· καὶ τί θαυμάζεις εἰ νῦν οὐ θέλημα τοῦ Θεοῦ, ὅπου οὐδὲ ἐξ ἠχῆς θέλημα ἦν· “ τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν “ ὑμῶν ” πῶς οὖν αὐτὸς ἐπέταξε; συγκαταβαίνων, ὥσπερ οὑν ὁ Παῦλός φησι· “ θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, “ ἐν ἐγκρατείᾳ·” καὶ πάλιν φησὶ, “ βούλομαι νεωτέρας γαμεῖν, “ τεκνογονεῖν,” καὶ δύο θελήματα τίθησιν, ἀλλ’ οὐ τὰ δύο αὐτοῦ ἐστιν, εἰ καὶ ἐπιτάττει, ἀλλὰ τοῦτο μὲν αὐτοῦ· διὸ καὶ χωρὶς αὐτὸ αἰτίας τίθησιν· ἐκεῖνο δὲ οὐκ αὐτοῦ, εἰ καὶ βούλεται· διὸ καὶ μετὰ αἰτίας πρόσκειται· πρότερον γὰρ κατηγορήσας αὐτῶν ὅτι κατεστρηνίασαν τοῦ Χριστοῦ, τότε φησὶ, “ βούλομαι νεωτέ- “ ρας γαμεῖν, τεκναγονεῖν,” οὕτω δὴ καὶ ἐνταῦθα· οὐκ αὐτοῦ θέλημα ἦν προηγούμενον τὸ τὰς θυσίας γίνεσθαι· ὥσπερ γὰρ, φησὶν, “ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν “ καὶ ζῇν,” καὶ ἀλλαχοῦ λέγει, ὅτι οὐ μόνον ἐβουλήθη, ἀλλὰ καὶ ἐπεθύμησεν τοῦτο· καίτοι ἐναντία ἡ ἐπιτεταγμένη βούλησίς ἐστιν· πῶς οὖν οὐ θέλεις; πῶς ἀλλαχοῦ ἐπιθυμεῖς, ὃ σφόδρα τοῦ θέλειν ἐστὶ σημεῖον; οὕτω δὴ καὶ ἐνταῦθα· “ ἐν ᾧτ’ θελήματι ἡγιασμένοι ἐσμὲν,” φησί· πῶς ἡγιασμένοι; διὰ τῆς προσφορᾶς Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε κἀς ἡμέραν λειτουργῶν καὶ προσφέρων θυσίας. Ἄρα τὸ ἑστάναι τοῦ λειτουργεῖν ἐστι σημεῖον· οὐκοῦν τὸ καθῆσθαι τοῦ λειτουργεῖσθαι. Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους· μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Εἰπεν ὅτι ἐκεῖναι οὐ προσφέρονται, συνελογίσατο ἀπὸ τῶν ἐγγράφων, ἀπὸ τῶν ἀγράφων· ἄλλως δὲ, καὶ ῥητὸν παρέστησεν προφητικὸν, λέγων, “ ὅτι θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας·” εἰπεν ὅτι ἀφῆκεν τὰς ἁμαρτίας, πάλιν καὶ τοῦτο ἀπὸ ἐγγράφων μαρτυρίας πιστοῦται· “ μαρτυρεῖ γάρ’ φησὶν, “ ἡμῖν, καὶ τὸ “ Πνεῦμα τὸ Άγιον·” μετὰ γὰρ τὸ εἰρηκέναι· “ αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει “ κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν “ διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ “ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι· ὅπου δὲ ἄφεσις τούτων, “ οὐκέτι προσφορὰ περὶ ἁμαρτίας·” οὐκοῦν ἀφῆκεν τὰς ἁμαρτίας, ὅτε τὴν διαθήκην ἔδωκεν· εἰ τοίνυν ἀφῆκεν τὰς ἁμαρτίας διὰ τῆς μιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας· “ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος·” τίνος ἕνεκεν ἡ ἀναβολή; “ ἵνα “ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· μιᾷ γὰρ προσ- “ φορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.” ἀλλ’ ἴσως εἴποι τις ἂν, τίνος ἕνεκεν οὐκ εὐθέως τέθεικεν; διὰ τοὺς πιστοὺς τοὺς μέλλοντας τίκτεσθαι καὶ γεννᾶσθαι· πόθεν οὖν ὅτι τεθήσονται; διὰ τοῦ εἰπεῖν ὅτι ἐκάθισεν· ἀνέμνησε πάλιν τῆς μαρτυρίας ἐκείνης τῆς λεγομένης, “ ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον “ τῶν ποδῶν σου·” οἱ δὲ ἐχθροὶ αὐτοῦ οἱ Ἰουδαῖοί εἰσιν· εἰτα ἐπειδὴ εἶπεν, “ ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ,” σφόδρα δὲ ἠπείγοντο· τούτου χάριν πάντα τὰ μετὰ ταῦτα τίθησιν, ὅσα περὶ πίστεως διαλέγεται· τίνες δὲ οἱ ἐχθροί; οἱ ἄπιστοι πάντες, οἱ δαίμονες· καὶ τὸ πολὺ δὲ τῆς ὑποταγῆς αἰνιττόμενος, οὐκ εἰπεν, ὑπαταγῶσιν, ἀλλὰ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔχοντες οὖν, ἀδελφοὶ, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων, ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, ἢν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν. Δείξας τὸ μέσον τοῦ ἀρχιερέως καὶ τῶν θυσιῶν καὶ τῆς σκηνῆς καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ μέσον, εἴ γε πάντα ἐκεῖνα ἐλάττω, ταῦτα δὲ μείζω, φησὶν, ὥσπερ αἰσχύνην ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παρρησίαν τὸ πάντα ἀφεθῆναι ἡμῖν, καὶ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης, εἰς τὴν εἴσοδον ἐνταῦθα τὸν οὐρανὸν, καὶ τὴν πρόσοδον τὴν εἰς τὰ πνευματικὰ, “ ἣν ἐνεκαίνισε,” τουτέστιν, ἣν κατεσκεύασεν, καὶ ἧς ἤρξατο, ἐγκαινισμὸς γὰρ λέγεται ἀρχὴ χρήσεως, λοιπὸν ἣν κατεσκεύσαεν, φησὶ, καὶ δι’ ἧς αὐτὸς ἐβάδισεν “ ὁδὸν πρόσφατον καὶ “ ζῶσαν.” ἐνταῦθα τὴν πληροφορίαν τῆς ἐλπίδος ἐμφαίνει, “ πρόσφατον,” φησὶ, βιάζεται δεῖξαι πάντα μείζονα ἐσχηκότας, εἴ γε νῦν ἀνεῴχθησαν αἱ πύλαι τῶν οὐρανῶν, ὃ μήτε ἐπὶ Ἀβραὰμ ἐγένετο· “ ὁδὸν πρόσφατον,” φησὶ, “ καὶ ζῶσαν·” ἡ γὰρ πρώτη ὁδὸς θανάτου ἦν ἐπὶ τὸν ᾅδην ἄγουσα, αὕτη δὲ ζωῆς, ἀλλὰ ζῶσαν αὐτὴν ἐκάλεσεν, τουτέστιν τὰ προστάγματα τὴν μένουσαν· “ διὰ “ τοῦ καταπετάσματος,” φησὶ, “ τῆς σαρκὸς αὐτοῦ·” ἡ γὰρ σὰρξ αὕτη ἔτεμεν πρώτη τὴν ὁδὸν ἐκείνην· τοῦτο αὐτὴν ἐνεκαίνισεν ἣ ἐβάδισεν· καταπέτασμα δὲ εἰκότως ἐκάλεσεν· ὅτε γὰρ ἤρθη εἰς υψος, τότε ἐφάνη τὰ ἐν τοῖς οὐρανοῖς. Προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πιοτεως. Τίνι προσερχόμεθα; τοῖς ἁγίοις, τῆ πίστει, τῆ πνευματικὴ λατρείᾳ, “ μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως,” ἐπειδὴ οὐδέν ἐστιν ὁρατὸν, οὔτε ὁ ἱερεὺς λοιπὸν οὔτε ἡ θυσία, οὔτε τὸ θυσιαστήριον, καίτοιγε οὐδὲ ἐκεῖνος ὁ ἱερεὺς ὁρατὸς ἦν, ἀλλ’ ἔνδον αὐτὸς εἱστήκει, ἐκεῖνοι δὲ ἔξω πάντες· ἐνταῦθα δὲ . . . . τοῦτο γέγονεν, ὅτι ὁ ἱερεὺς εἰσῆλθεν εἰς τὰ ἅγια, ἀλλ’ ὅτι καὶ ἡμεῖς εἰσερχόμεθα· διὰ τοῦτό φησιν “ ἐν πληροφορίᾳ πίστεως·” ἔστι γὰρ καὶ πιστεύειν ἁπλῶς διστάζοντα, οἱοι πολλοί εἰσι· καὶ νῦν λέγοντες ὅτι ἐνίων ἐστιν ἀνάστασις, ἐνίων οὔ· τοῦτο οὐκέτι πίστις· ἐν πληροφορίᾳ, φησὶ, πίστεως· οὕτω δεῖ πιστεύειν ὥσπερ ὁρωμένων, καὶ πολλῷ πλέον· ἐνταῦθα μὲν γὰρ σφαλῆναι ἐστὶν ἐν ὁρωμένοις, ἐκεῖ δὲ οὔ· ἐνταῦθα μὲν τῇ αἰσθήσει ἐπιτρέπομεν, ἐκεῖ δὲ “ τῷ πνεύ- “ ματι· ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς·” δείκνυσιν ὅτι οὐ πίστις μόνον, ἀλλὰ καὶ βίος ἐνάρετος ἐζητεῦται καὶ τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρόν· οὐ γὰρ δέχεται μετὰ πληροφορίας τὰ ἅγια τοὺς μὴ οὕτω διακειμένους· ἅγια γάρ ἐστι, καὶ ἅγια ἁγίων· ἐνταῦθα δὲ ἄνθρωπος οὐδεὶς βέβηλος εἴσεισιν· ἐκεῖνοι τὸ σῶμα ἐρραντίζοντο, ἡμεῖς τὴν συνείδησιν, ὥστε ἔνεστι καὶ νῦν περιρραντίζεσθαι αὐτῇ τῆ ἀρετῇ, Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ. Τὸ λουτρὸν φησὶν ἐνταῦθα οὐκέτι σωμάτων καθάρσιον, ἀλλὰ ψυχῆς· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος, ὅτι δεῖ ἀπελθεῖν ἐκεῖ, καὶ εἰσελθεῖν εἰς τὴν βασιλείαν· μηδὲν τοίνυν περιεργάζου, μηδὲ λογισμοὺς ἀπαίτει, πίστεως δεῖται τὰ ἡμέτερα.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
