# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ΙΔ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. ΙΔ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%94..1

Προτροπὴ σπουδῆς κατὰ φόβον τῆς μελλούσης κρίσεως. Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Καὶ πάλιν ἑτέρωθι, “ ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· νῦν “ γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ὁ καιρὸς συνεσταλμένος ἐστὶ “ τὸ λοιπόν·” τί ἐστι “ μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν “ ἑαυτῶν ” οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς ἐπισυναγωγῆς πολλὴν οὖσαν τὴν ἰσχὺν, “ ὅπου γάρ εἰσι δύο ἢ τρεῖς,” φησὶ, “ συνηγμένοι “ εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν,” καὶ πάλιν, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς· καὶ “ πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ “ μία·” οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ τὰ τῆς ἀγάπην αὔξεται διὰ τῆς ἐπισυναγωγῆς, τῆς δὲ ἀγάπης αὐξομένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι· ἀλλὰ μὴ εἰς ζῆλον, φησὶν, ἀλλ’ “ εἰς “ παροξυσμὸν ἀγάπης,” εἰς τὸ μᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· καὶ καλῶν ἔργων, ὥστε ζῆλον λαβεῖν· εἰ γὰρ τὸ ποιεῖν τοῦ λέγειν μείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν, πολλοὺς ἔχετε καὶ ὑμεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν ἔργων τοῦτο ποιοῦντας· τί ἐστι “ προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ;“ τουτέστι χωρὶς ὑποκρίσεως, μηδὲ ὀλιγοψυχῶμεν· τοῦτο γὰρ ἀληθινῆς καρδίας· ἀπὸ γὰρ τοῦ μὴ πιστεύειν τὸ ὀλιγοψυχεῖν γίνεται· πῶς δὲ ἔσται τοῦτο ; ἐὰν πληροφορῶμεν ἑαυτοὺς διὰ τῆς πίστεως ὡς ἐρραντμ σμένοι τὰς καρδίας· διὰ τί μὴ εἶπε, κεκαθαρμένοι ; τὴν διαφορὰν τῶν π εριρραντηρίων δεῖξαι βουλόμενος, καὶ τὸ μὲν τοῦ Θεοῦ φησι, τὸ δὲ ἡμέτερον· τὸ μὲν γὰρ λοῦσαι καὶ περιρρᾶναι τὴν συνείδησιν, τοῦ Θεοῦ, τὸ δὲ μετὰ ἀληθείας προσελθcν, καὶ ἐν πληροφορίᾳ πίστεως, ἡμέτερον· εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαμένου· τί ἐστι “ καὶ λελουμένοι τὸ σῶμα “ ὕδατι καθαρῷ ;“ τῷ καθαροὺς ποιοῦντι, ἣ τῷ μὴ ἔχοντι αἷμα· εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην· " μὴ ἐγκαταλείποντες τὴν “ ἐπισυναγωγὴν ἑαυτῶν, ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνό- συνόδους διατέμνουσιν· ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· ἀλλὰ “ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγά- “ πης·” τί ἐστι “ κατανοῶμεν ἀλλήλους ;“ οἷον εἴ τις ἐνάρετος, τοῦτον μιμώμεθα, βλέπωμεν εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνεται· μέγα γὰρ ἀγαθὸν ἡ σύνοδος· αὐτὴ γὰρ αὐτὴν θερμοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται τὰ ἀγαθά. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ἐκαθαρίσθης, ἀπηλλάγης ἐγκλημάτων, γέγονας υἱός· ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔμετον ὑποστρέψῃς, πάλιν ἀποκήρυξις μένει, καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γάρ ἐστι θυσία δευτέρα. πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι μὲν λέγοντες ὅτι οὐκ ἀσφαλὲς αὐτοὺς τῷ βαπτίσματι προσελθεῖν, εἴγε οὐκ ἔστιν ἄφε- σις δευτέρα· οὗτοι δὲ φάσκοντες οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε μὴ ἔστιν ἄφεσις δευτέρα. τί οτυν πρὸς ἀμφοτέρους ἐροῦμεν; ὅτι οὐ τὴν μετάνοιαν ἐνταῦθα ἀναι- ῥεῖ, οὐδὲ τὸν μετὰ μετανοίας ἐξιλασμόν· οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, ἀλλὰ τὸ δεύτερον ἀναιρεῖ λουτρόν· οὐ γὰρ εἶπεν, οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ οὐκέτι ἐστιν ἄφεσις, ἀλλὰ θυσία οὐκέτι ἐστι· τουτέστι σταυρὸς δεύτερος οὐκέτι ἐστί· θυσίαν γὰρ τοῦτο καλεῖ. (Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀνάγκη τοὺς ἐνταῦθα τὰ χείρω μεταστάντας ἀπὸ τῶν κρειττόνων, ἀναστάντας τῆ κολάσει παραδοθῆναι λοιπὸν, οὐκ ἐπιδεχομένους τότε μετάνοιαν· οὐδὲ γὰρ ἐπὶ τοῦ παρόντος βίου τὴν μετάνοιαν ἀναιρεῖ, ἀλλὰ τὸ μὴ εἰναι τότε συγχώρησιν λαβεῖν, τὸν ἐπὶ τοῦ πταίειν ἐνταῦθα μεμενηκότα, καὶ μηδεμίαν ἐπὶ τὸ πταίειν δεξάμενον αἴσθησιν, ἀλογίᾳ τινὶ μετὰ πολλῆς ἡδονῆς ἅπαν ἐπιτελῶν ἁμάρτημα. Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, οὐχ ὥσπερ τὰ Ἰουδαικά· διὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας ὅτι μία· ἢ τοῦτο μόνον βουλόμενος δεῖξαι, ὅτι διενήνοχε τῶν Ἰουδαϊκῶν τοῦτο, ἀλλὰ καὶ ἀσφαλεστέρους ποιῆσαι, ὥστε μηκέτι προσδοκᾷν κατὰ τὸν Ἰουδαϊκὸν νόμον ἄλλην θυσίαν· “ ἑκουσίως γὰρ,” φησὶν, “ ἁμαρτανόντων “ ἡμῶν·” ὅρα πῶς συγγνωμονικός ἐστιν· ἑκουσίως, φησὶν, ἁμαρτανόντων ἡμῶν, ὥστε τῶν ἀκουσίων ἐστὶ συγγνώμη, μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας, ἤ τοι τοῦ Χριστοῦ, φησὶν, ἤ τοι τῶν δογμάτων ἁπάντων· οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, ἀλλὰ τί; “ φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος, “ ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.” ὑπεναντίους οὐ τοὺς ἀπίστους φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἣ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ δήξεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους· εἶτα τὸ διαβρωτικὸν αὐτοῦ δηλῶν, ὥσπερ ἐψύχωσεν αὐτὸ, καθάπερ θηρίον παραξυνόμενον καὶ σφόδρα χαλεπὸν καὶ ἐξηγριωμένον, οὐκ ἃν παύσοιτο, ἕως ἂν λάβοι τινὰ καὶ καταφάγοι, οὕτω καὶ τὸ πῦρ ἐκεῖνο, καθάπερ τις ὑπὸ ζήλου κεντούμενος, ὃν ἃν ἐπιλάβηται οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ· εἰτα καὶ τὸν λόγον ἐπάγει τῆς ἀπειλῆς, εἰκότως, ὅτι δικαίως, ὅπερ εἰς πίστιν ἐστὶ συμβαλλόμενον· ὅταν δείξωμεν ὅτι δικαίως γίνηται. Ἀθετήσας τις νόμον Μωυσέως, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἣ τρισὶν μάρτυσιν ἀποθνήσκει. Ὥστε οὐδεμία σνγΤώμη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε σέως ὁ νόμος ἐστι· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο· τι ἐστιν ἐπὶ δυσὶν ἣ τρισίν ; ἃν δύο καὶ τρεῖς μαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν· εἰ τοίνυν ἐπὶ τῆς παλαιᾶς, ἔνθα ὁ Μώσεως ἀθετειται νόμος, τοσαύτη τιμωρία, Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Καὶ πῶς καταπατεῖ τις τὸν υἱὸν τοῦ Θεοῦ ; ὅταν γὰρ αὐτοῦ μετέχων ἐν τοῖς μυστηρίοις ἁμαρτίαν ἐργάσηται, φησὶν, οὐχὶ κατεπάτησεν αὐτόν ; οὐχὶ κατεφρόνησεν αὐτοῦ ; “ καὶ τὸ αἷμα “ κοινὸν,” φησὶν, “ ἡρράμενος,” τουτέστιν, ἀκάθαρτον, ἢ τῷ μηδὲν πλέον ἔχειν τῶν λοιπῶν· “ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας·” ὁ γὰρ τὴν εὐεργεσίαν μὴ παραδεχόμενος, ὕβρισε τὸν εὐεργετήσαντα· ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι· ε7τα καὶ μαρτυρίαν ἐπάγει λέγων, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· γέγραπται γὰρ, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Ἐμπεσούμεθα, φησὶν, εἰς χεῖρας Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀν- θρώπων· ἀλΑ· ἐὰν μὴ μετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐμπεσεῖσθε· ἐκεῖνο φοβερὸν, τοῦτο οὐδέν ἐστι, τὸ εἰς χεῖρας ἀνθρώπων ἐμπεσεῖν· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ· ἅμα καὶ ἕτερον αἰνίττεται ἐνταῦθα· ἐμοὶ γὰρ ἐκδίκησις, φησὶν, ἐγὼ ἀνταποδώσω· ἐπὶ τῶν ἐχθρῶν τοῦτο εἴρηται τῶν κακῶς πασχόντων· ἐνταῦθα καὶ παραμυθεῖται αὐτοὺς, μονονουχὶ λέγων· μένει διὰ παντὸς ὁ Θεὸς καὶ ζῆ, ὥστε κάν μὴ νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται, ἐκείνους δεῖ στε- νάζειν, οὐχ ἡμᾶς· ἡμεῖς μὲν γὰρ εἰς τὰς ἐκείνων ἐμπεσούμεθα χεῖρας, ἐκεῖνοι δὲ εἰς τὰς τοῦ Θεοῦ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
