Ancient Greek
ΚΕΦ. ΙΕ.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ΙΕ..1
Not analysed yet
Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν. Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Κατασείσας αὐτῶν τὰς ψυχὰς τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὥστε πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας, ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραμυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως, καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει· ὡσανεὶ ἔλεγεν, ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν ἦτε, τοσαύτην προθυμίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα, νῦν δὲ οὐκέτι· καὶ ὁ παρακαλῶν οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων· καὶ οὐχ ἁπλῶς εἶπεν ἄθλησιν ὑπεμείνατε, ἀλλὰ πολλήν· καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλ’ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα, καὶ ἐπαίνων μεγίστων· εἶτα καὶ καταλέγει, κατὰ μέρος πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν· πῶς ; “τοῦτο μὲν ὀνειδισμοῖς,” φησὶ, “καὶ θλίψει θεατριζόμενοι·” μέγα γὰρ ὀνειδεισμὸς καὶ ἱκανὸν διαστρέψαι ψυχὴν καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ, τί φησιν ὁ προφήτης, “ἐν τῷ λέγεσθαι μοι καθ’ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου ”καὶ πάλιν “ὅτι “εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν·” καὶ οὐχ ἁπλῶς εἶπεν ὀνειδισμὸν, ἀλλὰ καὶ αὐτὸ μετ’ ἐπιτάσεως πολλῆς, “θεατριζό- “μένοι·” ὅταν μὲν γάρ τις ὀνειδίζηται, καθ’ ἑαυτὸν λυπηρὸν μὲν, πολλῷ δὲ πλέον ὅταν ἐπὶ πάντων· εἰπὲ γάρ μοι, ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ’ αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν· οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, οὐκ ἠλγεῖτε δὲ, ἀλλὰ καὶ σφόδρα ἐχαίρετε· καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, “κοινωνοὶ τῶν οὕτως “πασχόντων γενηθέντες·” οὐ μόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε τοῖς ταῦτα παθοῦσιν· τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν· οὐκ εἶπε, φέρετε τὰς θλίψεις τὰς ἐμὰς, ἀλλὰ τὰς ὑμετέρας αἰδέσθητε· “καὶ γὰρ τοῖς “δεσμοῖς μου συνεπαθήσατε·” ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι, καὶ τῶν ἄλλων τῶν δεδεμένων ; οὕτως οὐχ ἡγήσασθε δεσμὰ εἶναι τὰ δεσμὰ, ἀλλ’ ὥσπερ ἀθληταὶ γενναῖοι οὕτως ἔστητε, ὅτι οὐ μόνον ἐν τοῖς ὑμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνεσθε παράκλησις· “καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ “χαρᾶς προσεδέξασθε·” βαβαὶ πόση πληροφορία πίστεως ; εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ μόνον πρὸς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως· τὸν ὑμέτερον πλοῦτον, φησὶν, ἁρπαζόμενον ὁρῶντες, ἠνέγκατε, καὶ ὃ πολλῷ τούτου μεῖζον ἐστὶν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν. Γινώσκοντες ἔχειν ἑαυτοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Ἀντὶ τοῦ βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην ὥσπερ ταύτην· εἶτα ἐπαινέσας αὐτοὺς, φησί· “μὴ ἀποβάλητε οὖν τὴν παρρη- “σίαν μεγάλην·” οὐκ εἶπεν ὅτι ἀπεβάλητε καὶ ἀνακτήσασθε, ἀλλ’ ὃ μᾶλλον ἐποίει αὐτοὺς ῥωσθῆναι, ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος· τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτως· “μὴ ἀποβάλητε “οὖν, ”φησὶ, “τὴν παρρησίαν ὑμῶν·” ὥστε ἐν παρρησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν· “ἢ τις ἔχει μισθαποδοσίαν μεγάλην·” καὶ πότε αὐτὰ ληψόμεθα, φησί· εἰ ἐν οὐρανοῖς γινώσκητε, φησὶν, ἔχειν ὕπαρξιν κρείττονα, μηδὲν ἐνταῦθα ζητεῖτε, “ὑπομονῆς γὰρ ἔχετε “χρείαν,” οὐχὶ προσθήκης, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρηθέν· ἵνα πρὸς τὸ τέλος ἐλθόντες “κομίσησθε τὴν “ἐπαγγελίαν.” Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιει. Ἵνα γὰρ μὴ λέγωσι καὶ πότε ἥξει, ἀπὸ τῆς γραφῆς αὐτοὺς παρακαλεῖ, ὥστε καὶ τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Μεγάλη αὕτη παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατορθωκότας καὶ διὰ μικρὰς ῥᾳθυμίας ἀπολλύντας αὐτό.