Ancient Greek
ΚΕΦ. ΙΖ.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ΙΖ..1
Not analysed yet
Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ. τοιγαροῦν ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων. Πολλαχοῦ ἡ γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς, ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προ- φήτης, ἀπὸ καύματος καὶ ἀπὸ σκληρότητος, καὶ ἀπὸ ὑετοῦ· τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων ὥσπερ νέφος φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας, οὕτως τὴν ὑπὸ τῶν κακῶν καταπονουμένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν· καὶ οὐκ εἶπεν, ὑπεραιωρούμενον, ἀλλὰ “περικείμενον ἡμῖν,” ὃ ἐκείνου πλέον, ὥστε ἐν μείζονι εἶναι ἀδείᾳ. ποῖον νέφος μαρτύρων ; εἰκότως μάρτυρας οὐκ ἐν τῇ καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ παλαιᾷ· καὶ γὰρ καὶ οὗτοι ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν εἰς τὸ “ὧν οὐκ ἦν ἄξιος “ὁ κόσμος· οὐ περὶ πάντων λέγει τοῦτο, ἀλλὰ περὶ τούτων τῶν τελευταίων, οὓς καὶ μάρτυρας οἶδεν, ἐπιμέμνηται τῶν κλινάντων παρεμβολὰς, καὶ διὰ τὸ χρήσιμον τοῦ λαοῦ εἰληφότων χάριν. (Θεόδωροσ.) Θεόδωρος δέ φησιν· οὐχ ἁπλῶς εἶπεν ὅτι πᾶσι τῆς ἀνταποδόσεως καιρός· οὐ γὰρ τοῦτο ἦν αὐτῷ προκείμενον· ἀλλ’ ἵνα δείξῃ ὅτι καὶ τοσαῦτα μὲν πεποιηκότες, τοσαῦτα δὲ καὶ πεπονθότες διὰ πίστεως, ὅμως ἔτι περιμένουσι τῶν ἐπαγγελθέντων τὴν ἀπόδοσιν, οὐ δυσχεραίνοντες, εἴ γε μεθ᾿ ἡμῶν κομιοῦνται τῶν ὑστέρων, ὅπερ τὴν ὑπομονὴν αὐτῶν ἐδείκνυ μείζονα· εἴ περ δὴ καὶ μετὰ θάνατον ἔτι περιμένουσι τοὺς ἀγωνίσασθαι ὁμοίως αὐτοῖς ὀφείλοντας, ὥστε μετ’ ἐκείνων τυχεῖν τῆς τῶν καλῶν ἀπολαύσεως· μαρτύρων δὲ ἐνταῦθα, οὐ τῶν πεπονθότων λέγει, ἀλλὰ τῶν μαρτυρουντων πρὸς τὴν πίστιν. Ὄγκον ἀποθέμενοι πάντα. Πάντα τίνα, τουτέστιν τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς· πάντα τὰ ἀνθρώπινα. Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν. “Εὐπερίστατον” ἤτοι τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἣ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, εἰς τὸ “ὄγκον ἀποθέ “μένοι πάντα·” ὄγκος ἐστὶν ἡ ἁμαρτία τῆς κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ εὐπερίστατος ἁμαρτία τίκτεται· “εὐπερί- “στατον” δὲ εἶπε τὴν ἁμαρτίαν, τὴν εὐκόλως ἡμᾶς περιισταμένην, καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα. Άλλοσ δέ φησιν, οὕτω δεῖ ἀναγινώσκειν· “τοιγαροῦν καὶ ἡμεῖς “τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος, μαρτύρων ὄγκον,” τουτέστι τὸν τῶν τοσούτων μαρτυριῶν ὄγκον, ἀποθέμενοι πάντα καὶ τὴν “εὐπερίστατον ἁμαρτίαν·” “δι’ ὑπομονῆς, φησὶ, τρέχο- “με,, τὸν προκείμενον ἡμῖν ἀγῶνα·” ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν, καὶ οὐκ εἶπεν, προσθῶμεν τῷ δρόμῳ, ἀλλ’ ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν, μὴ ἐκλυθῶμεν· εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστὸν, “ἀφορῶντες,” φησὶν, “εἰς τὸν τῆς πίστεως ἀρχη- “γὸν καὶ τελειωτὴν Ἰησοῦν·” ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν, “εἰ τὸν οἰκοδεσπότην, Βεελζεβοὺλ “ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ ”καὶ πάλιν· “οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν “κύριον αὐτοῦ·’ εἰ βουλόμεθα οὖν, φησὶν, μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Κύριον ὁρῶμεν, τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ιησοῦν· τι ἐστι τοῦτο ; τουτέστιν αὐτὸς ἡμῖν τὴν πίστιν ἐνέθηκεν· αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει· καὶ γὰρ ὃ πρὸς τοὺς μαθητὰς ἔλεγεν, “οὐχ ὑμεῖς ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς·” καὶ Παῦλος δέ φησι, “τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.” Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας. Τουτέστιν, ἐξὸν παθεῖν αὐτῷ μηδὲν, εἴγε ἐβούλετο· “οὐδὲ γὰρ “ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” καὶ ὡς αὐτός πού φησιν, “ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ “ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·” εἰ τοίνυν ὁ μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν ἕνεκεν· πόσῳ μᾶλλον ἡμᾶς δίκαιον πάντα γενναίως ὑπομένειν ; τί δέ ἐστιν “αἰσχύνης “καταφρονήσας ”τὸν ἐπονείδιστον θάνατον εἵλετο, φησίν· ἔστω γὰρ, ἀπέθνησκεν τι καὶ ἐπονειδίστως ; δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἡμᾶς διδάσκων μηδὲν ἡγεῖσθαι τὴν παρὰ ἀνθρώπων δόξαν· τι οὖν τὸ τέλος ; “ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν·” ὁρᾷς τὸ ἔπαθλον ; ὅπερ καὶ Παῦλος γράφων φησί· “διὸ καὶ ὁ Θεὸς αὐτὸν “ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ·” τὸ κατὰ σάρκα, φησί· μάλιστα μὲν οὖν εἰ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγμα, πεῖσαι πάντας ἑλέσθαι· νυνὶ δὲ καὶ ἔπαθλα ἡμῖν πρόκειται οὐ τὰ τυχόντα· διὰ τὰ σκώμματα οὖν καὶ τὰς λοιδορίας καὶ τὰς ὕβρεις, καὶ τὰς διώξεις, καὶ πάντα ὅσα ἤκουσέ τε καὶ ἔπαθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ταῦτα εὐεργετῶν, καὶ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύων καὶ ὡς Θεὸς θαυματουργῶν, φησιν, Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. καὶ ἀναλογίσασθε τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ δεσπό- του πόσην ἡμῖν οὐ παρέξει προθυμίαν ; καὶ παρεὶς πάντα εἰπεῖν, διὰ τῆς ἀντιλογίας τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρ- τίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγετας. Εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀμφότερα ἐνταῦθα τέθεικεν· τὸ μὲν γάρ ἐστιν ὅταν πολλὰ λέγωμεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν μάρτυρας πολλούς· ὅπερ ἔθηκεν ἀνωτέρω, εἰπὼν, “ἀναμιμνήσκεσθε τὰς “πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμεί- “νατε παθημάτων·” τὸ δὲ ὅταν λέγωμεν ὅτι οὐ μέγα τι πέπονθας, τὸ μὲν τετρυχωμένην αὐτὴν διαναπαύει, καὶ ἀναπνεῖν ποιεῖ, τὸ δὲ ῥᾳθυμοῦσαν καὶ ὑπτίαν γενομένην ἐπιστρέφει· ἵνα γὰρ μὴ ἐξ ἐκείνης τῆς μαρτυρίας φρόνημα αὐτοῖς τεχθῇ, ὅρα τι ποιεῖ, “οὔπω μέχρις αἵματος ἀντεκατέστητε, πρὸς τὴν ἁμαρτίαν·” ἱκανὸν γὰρ τοῦτο διαναστῆσαι ψυχὴν, ὅταν ἐννοήσῃ ὅτι οὐ πρὸς τὸ πᾶν ἦλθεν, τουτέστιν, οὔπω θάνατον ὑπέστητε, μέχρι χρημάτων ὑμῖν ἡ ζημία, μέχρι δόξης, μέχρι τοῦ ἐλαύνεσθαι· ὁ μέντοι Χριστὸς ὑπὲρ ὑμῶν τὸ αἷμα ἐξέχεεν· ὑμεῖς δὲ οὔπω εἰς κινδύνους ἐνέβητε θάνατον ἀπειλοῦντας. Καὶ ἐκλέλησθε τῆς παρακλήσεως. τουτέστι, καὶ παρήκατε τὰς χεῖρας καὶ ἐξελύθητε· ἐνταῦθα δείκνυσιν καὶ τὴν ἁμαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζομένην. τὸ “ἀντεκατέστητε” πρὸς τοὺς ἑστῶτας εἴρηται. Ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγεται, υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ἐποιήσατο ἀπὸ τῶν πραγμάτων τὴν παράκλησιν ἐκ περιουσίας, καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει· ὁ Θεὸς, φησὶν, ἐστὶν ὁ συγχωρῶν· τοῦτο δὲ οὐ μικρὸν εἰς παράκλησιν, ὅταν μάθωμεν ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ, τὰ τοιαῦτα δυνηθῆναι ἐκείνου συγχωροῦντος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Οὐκ ἔχεις εἰπεῖν ὅτι ἐστι τις δίκαιος θλίψεως χωρὶς, εἰς παιδείαν ὑπομένετε, φησιν, οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν· ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νομίζετε ὅτι ἀφῆκεν ὑμᾶς ὁ Θεὸς, εἰ μὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα υἱὸν μαστιγοῖ ὃν παραδέχεται, ὁ μὴ μαστιζόμενος ἴσως οὐχ υἱὸς, εἰσὶ μὲν γὰρ μαστιζόμενοι πολλοὶ καὶ πονηροὶ, ἀλλ᾿ ἐκεῖνοι τῆς οἰκείας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ μαστιγοῦνται, ἀλλ’ ὡς κακοὶ κολάζονται· ὑμεῖς δὲ ὡς υἱοί. Εἰ δὲ χωρὶς ἐστὲ παιδείας. Ὁρᾷς ὅτι ὅπερ ἔφην εἶπεν, ὅτι οὐκ ἔνι μὴ παιδευόμενον εἶναι υιον ; ὡσπερ γὰρ ἐν ταῖς οἰκίαις τῶν νόθων καταφρονοῦσιν οἱ πατερες, τῶν δὲ γνησίων δεδοίκασι μὴ ῥᾳθυμήσωσιν· εἰ τοίνυν τὸ μὴ παιδεύεσθαι τῶν νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ· εἰ δὲ γνησιότητος τοῦτό ἐστιν, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεὸς διὰ τοῦτο αὐτὸ. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα. Εἰ γὰρ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς τὸν πατέρα τὸν ἐπουράνιον οὐκ αἰδεσθήσεσθε ; καί τοι οὐκ ἀπὸ τούτου μόνου ἡ διαφορὰ, ἀλλὰ καὶ ἀπ’ αὐτῆς τῆς αἰτίας· ἐκεῖνοι μὲν γὰρ πρὸς τὸ αὐτοῖς δοκοῦν, τουτέστιν ἡδονὴν πληροῦντες πολλάκις· οὐ πανταχοῦ τὸ συμφέρον ὁρῶντες· ἐνταῦθα οὐ διά τι τῶν αὐτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι’ ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν· πάντα γὰρ ποιεῖ, ὥστε γενέσθαι ἡμᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὐτοῦ. Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν ἡμᾶς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ σύμφερον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Τουτέστιν τῆς καθαρότητος, ὥστε ἀξίους γενέσθαι κατὰ δύναμιν, ἐκεῖνος σπουδάζει, ἵνα λάβητε, καὶ πάντα ποιεῖ ἵνα δῷ ὑμῖν· ὑμεῖς οὐ σπουδάζετε, ἵνα λάβητε· “εἶτα,” φησὶ, “τοὺς μὲν τῆς “σαρκὸς ἡμῶν πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα, οὐ “πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ “ζήσομεν ”“πνευμάτων,” ἤ τοι τῶν χαρισμάτων, δυνάμεων· ἐὰν οὕτως ἀποθνήσκωμεν, φησὶ, τότε ζησόμεθα. Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Καλῶς εἶπεν “οὐ δοκεῖ·” οὐκ ἔστι, φησὶ, λύπη ἡ παιδεία, ἀλλὰ δοκεῖ· πᾶσα δὲ καὶ ἡ ἀνθρωπίνη καὶ ἡ πνευματικὴ, ποία γὰρ λύπη τίκτουσα χαράν· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν. Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης. Οὐ καρπὸν, ἀλλὰ “καρποὺς,” πλῆθος πολὺ “τοῖς δι’ αὐτῆς,” φησὶ, “γεγυμνασμένοις ”ἀντὶ τοῦ τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν· ἄρα γυμνασία ἐστὶν ἡ παιδεία τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη ἐν τοῖς ἀγῶσι καὶ ἀκαταγώνιστον· μὴ τοίνυν ἐκλειψῆτε περὶ τὴν ἀνταπόδοσιν· ὀρθὰ, φησὶ, βαδίζετε, ὥστε μὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ μετὰ χωλείας τρέχων ἐπιτρίβει τὸ κακὸν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.