# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ΙΗ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. ΙΗ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%97..1

Περὶ σωφροσύνης ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἡσαῦ. μὴ εὑρὼν τόπον μετανοίας. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε q. Θεόδωροσ φησί· ποῦ εἰσιν οἱ λέγοντες, τὸν Ἀπόστολον ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἀναιρεῖν τὴν μετάνοιαν διὰ τοῦ λέγειν, “ ἀδύνατον γὰρ τοὺς φωτισθέντας καὶ τὰ ἑξῆς, πάλιν ἀνακαινί- “ ζεῖν εἰς μετάνοιαν ” πῶς ἄρα ταῦτα νοοῦσιν ; πῶς “ τὰς παρει- “ μένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα” ἀνωρθωθῆναι κελεύει; χωλοῦ δὲ ἴασιν ποίαν βούλεται γενέσθαι, ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος ; ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον, ἐξ ὧν, φησὶ, πρὸς αὐτοὺς, “ ἀναμιμνήσκεσθε δὲ τὰς πρό- “ τερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε “ παθημάτων.” Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, “ μὴ ἐγκαταλείποντες τὴν “ γωγὴν ἑαυτῶν·” τοῦτο καὶ ἐνταῦθα αἰνίττεται, οὐδὲν γὰρ οὕτως μάλιστα ἐν πειρασμοῖς εὐκαταγωνίστους ποιεῖ καὶ εὐχειρώτους, ὡς τὸ διεσπάσθαι· εἰπὲ γάρ μοι, διάσπασον φάλαγγα ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται κατ’ ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντες ἀσθενεστέρους. εἰ δυνατὸν οὖν τὸ ἐξ ὑμῶν, μετὰ πάντων εἰρηνεύετε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ’ ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. “ καὶ τὸν ἁγια- “ σμόν·” ἀντὶ τοῦ τὴν σωφροσύνην καὶ τὴν κοσμιότητα, εἴτε χωρὶς γάμου ἐστὶ, φησὶ, τίς ἁγνὸς μεινάτω, εἴτε ἐν γάμῳ, μὴ πορνενέτω, ἀλλὰ κεχρήσθω τῇ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασμός· πῶς ; οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ’ ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφεὶς πόρνῃ προσέχειν· ὁ γὰρ γάμος τίμιος, οὐχ ἅγιος· καθαρὸς ὁ γάμος, οὐ μέντοι καὶ ἁγιωσύνην παρέχει, “ οὗ χωρὶς, οὐδεὶς ὄψεται τὸν Κύριον·” ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει, “ μὴ πλανᾶσθε, οὔτε πορνοὶ, οὔτε μοιχοὶ, “ οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεο- “ νέκται, οὔτε κλέπται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονομή- “ σουσι· πῶς γὰρ, ὁ γενόμενος πόρνης σῶμα, πῶς δυνήσεται εἶναι του χρίστου ; Ἐπισκοποῦντες, μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι’ αὑτῆς μιανθῶσιν πολλοί· μή τις πόρνος ἢ βέβηλος. Ὅρα πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν· “ παρακαλοῦντες,” φησὶν, “ ἀλλήλους, καθ’ ἑκάστην ἡμέραν, “ ἄχρις οὗ τὸ σήμερον καλεῖται·” μὴ τοίνυν πάντας ἐπὶ τοὺς διδασκάλους ἐπιρρίπτετε, μὴ πάντας ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶ, ἀλλήλους οἰκοδομεῖν· “ ἐπισκοποῦντες” οὖν φησὶ, τουτέστιν ἀκριβῶς ἐρευνῶντες, καὶ καταμανθάνοντες ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, “ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, τοῦτο ἐν τῷ Δευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν, ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, “ μικρὰ ζύμη ὅλον τὸ φύ- “ ραμα ζυμοῖ·” οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην· καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον, καὶ οὐκ εἶπεν “ ῥίζα” πικρὰ, ἀλλὰ “ πικρίας·” τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνέγκαι γλυκεῖ; τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν, οὐκ ἔνεστι ποτε γλυκὺν ἐνεγκεῖν καρπὸν, καὶ διὰ ταύτης, φησὶ, μιανθῶσιν οἱ πολλοί· τουτέστιν, τοὺς ἀσελγεῖς ἐκκόπτετε. Μῆ τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Καὶ ποῦ πόρνος ἦν ὁ Ἠσαῦ ; οὐ τοῦτό φησιν ὅτι πόρνος ἦν, ἀλλὰ μή τις ὡς Ἠσαῦ βέβηλος, τουτέστιν γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς, τὰ πνευματικὰ ἀπεμπολῶν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γα·στρίμαργος· καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος. Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. Οὐ τὴν μετάνοιαν ἐκβάλλει· οὐ γὰρ ἦν μετανοίας τὰ ῥήματα· καὶ μετὰ ταῦτα ὁ φόνος ἔδειξεν· καὶ γὰρ αὐτὸς τῇ προαιρέσει ἀνεῖλεν τὸν Ἰακώβ· “ ἐγγυσάτωσαν γὰρ,” φησὶν, “ αἱ ἡμέραι “ τοῦ πάθους τοῦ πατρὸς, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου·” οὐκ ἴσχυσαν τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι, ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον. ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, καὶ ἄγνοιαν ὑποκρίνεσθαι, ἱν ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπαγάγῃ, ὥστε μὴ ἀπαναισχυντῆσαι· ἣ οὖν οὐχ εὗρεν μετάνοιαν, ἣ μετανοίας μείζονα ἥμαρτεν· ἔστι γὰρ ἁμαρτήματα μετανοίας μείζονα, τουτέστιν, μὴ πέσωμεν πτῶμα ἀνίατον· τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, φησὶν, ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν, τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τὰ ἐναντία φησὶν, οὕτω λέγων, “ τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς “ ἐν ὑμῖν,” καὶ πάλιν, “ ὅτι τινὲ, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάρι- “ τος ἐξεπέσατε·” δοῦ μαρτυρεῖ ὅτι ἐξέπεσαν· ὁ μὲν γὰρ ἑστὼς ἀκούων ὅτι πεσόντα οὐκ ἐστι συγγνώμης τυχεῖν, ἀσφαλέστερος ἔσται περὶ τὴν στάσιν· ἃν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῆ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· οὐ μόνον δὲ, φησὶν, ἐδάκρυσεν, ἀλλὰ καὶ ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, ἀλλ’ ἀσφαλίζεται αὐτοὺς πρὸς τὸ μὴ πεσεῖν. Θεόδωροσ δέ φησιν, οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται, ἀλλὰ διδάξαι ὡς οὐκ ἔνεστιν ἐν καιρῷ τὴν προσήκουσαν διόρθωσιν ἐπιδεξαμένους, ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεως καιρὸς καταλλήλως ἐπάγεσθαι τῷ ἑκάστου τρόπῳ μέλλῃ. οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς· γνοίη δ’ ἄν τις ἐκ τοῦ παραδείγματος, ὁ φησι· πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἠσαῦ, τότε μὲν ἀθυμήσαντος, ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μέτα τοῦτο ἔπειτα οὔχι συγχωρήσεως αμαρτημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος· οὐ γὰρ τοῦτο ᾔτει τότε· ἀλλ’ εὐλογίας, ἣ κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν, ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόντε ἦν καὶ δοθῆναι τούτῳ πάλιν. ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο, ἀμέλει φαίνεται ὁ πατὴρ μετὰ τοῦτο παθὼν ἐπ’ αὐτῷ, καὶ τινὰς εὐλογίας αὐτῷ δεδωκώς· οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
