# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ΙΘ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. ΙΘ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%98..1

Ὅτι φοβερωτέρα τῶν ἐπὶ Μωΰσεως τὰ μέλλοντα, κοὶ πλείονος ἄξα σπουδῆς τὰ νυν. Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ὅρα πῶς τὰς συγκρίσεις τούτων, καὶ εἰκότως αὐτὰ ὕστερον ἔθηκεν· ὅτε γὰρ αὐτοὺς διὰ μυρίων ἔπεισεν, ὅτε καὶ τὸ μέσον ἔθηκεν ἑκατέρους τῆς διαθήκης, τότε λοιπὸν προκατεγνωσμένης αὐτῆς, ῥᾳδίως καὶ τούτοις ἐπιχειρεῖ, καί φησι φοβερὰ ταῦτα, καὶ οὕτω φοβερὰ, ὡς μηδὲ φέρειν τὴν ἀκοὴν, ὡς μηδὲ θηρίον τολμᾷν ἀνιέναι· ἀλλ’ οὐ τοιαῦτα οἷα τὰ με τὰ ταῦτα· τί γὰρ τὸ Σινὰ. πρὸς τὸν οὐρανόν ; τί δαὶ τὸ ψηλαφώμενον πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν ; “ ὁ Θεὸς “ γὰρ πῦρ καταναλίσκον·” “ μὴ λαλείτω γάρ’ φησὶν, “ ἡμῖν ὁ “ Θεὸς, ἀλλὰ λαλείτω ἡμῖν Μωϋσῆς,” καὶ οὕτω φοβερὸν ἦν τὸ διαστελλόμενον· “ κἂν θηρίον θίγῃ τοῦ ὄρους. λιθοβοληθήσεται· καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον. Μωϋσῆς εἶπεν, ἔμφοβός εἰμι καὶ ἔντρομος. Τί θαυμαστὸν, φησὶ, περὶ τοῦ λαοῦ, αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, “ ἔμφοβός εἰμι καὶ ἔντρομος. Ἀλλὰ προσεληλύθατε Σιῶν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Ἀντὶ Μωϋσέως Ἰησοῦς, ἀντὶ τοῦ λαοῦ μυριάδες ἀγγέλων. πρωτοτόκων τίνων φησί; τῶν πιστῶν. “ καὶ πνεύμασι δικαίων τετελειω- “ μένων,” μετὰ τούτων ἐστὲ, φησὶ, “ καὶ διαθήκης μεσίτῃ Ἰησοῦ, “ καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ,” τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησεν ; ναὶ, φησὶ, καὶ δι’ αὐτῆς ἀποθανὼν, ἔτι λαλεῖ· καὶ πάλιν ὁ Θεός φησι, “ φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου “ βοᾷ πρός με·” ἣ τοῦτο ἣ ἐκεῖνο, ὅτι ἔτι καὶ νῦν ᾄδεται, ἀλλ’ οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ, καὶ τοῦτο γὰρ πάντας ἐκάθηρεν, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων. βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ὄν τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀπ’ οὐρανοῦ ἀποστρεφόμενοι· οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. τὸ δὲ, ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὧς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. διὸ βασιλείαν ἀσάλευτον παραλαβόντες, ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας. καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυμασιώτερα καὶ λαμπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα. ἐμοὶ δοκεῖ δι’ ἐκεῖνον αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ ὁ νομοθέτης ἐν πυρὶ φαίνεται, φοβερὸς καὶ κολαστικὸς τοῖς παραβαίνουσιν. τί δαὶ οἱ ἦχοι τῆς σάλπιγγος ; εἰκότως ἅτε ὡς βασιλέως λέως τινὸς παρόντος· τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας, ἐν τῇ ἐσχάτῃ σάλπιγγι πάντα διεγηγέρθαι δεῖ· ἡ δὲ τῆς φωνῆς σάλπιγξ τοῦτο ποιεῖ· πάντα τοίνυν τότε αἰσθητὰ, καὶ ὄψεις καὶ φωνᾶι, πάντα νοητὰ καὶ ἀόρατα νῦν καὶ καπνὸς, φησι, πολὺς ἦν· ἐπειδὴ γὰρ ὁ Θεὸς λέγεται πῦρ εἶναι καὶ ἐν τῇ βάτῳ οὕτως ἐφάνη, καὶ διὰ τοῦ καπνοῦ δείκνυσι τὸ πῦρ· τί δαὶ ὁ γνόφος καὶ τὸ σκότος; πάλιν τὸ φοβερὸν ἐμφαίνει οὕτω καὶ ὁ Ησαΐας φησι, “ καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ·” καὶ ἡ θύελλα τι βούλεται ; ῥᾴθυμον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις· οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχεν· γινομένων τούτων καὶ νομοθετουμένων, Μωϋσῆς ἐλάλει· ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν φωνὴν, ἐπειδὴ διὰ Μωϋσέως ἤμελλε νομοθετεῖν· διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ἐποίει· οὐχ ἑώρων αὐτὸν διὰ ’τον γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον. τι οὖν ; ὁ Θεὸς ἀπεκρίνατο φωνῇ δημηγορῶν, ἀλλ’ ὄνομα αὐτοῦ καλέσεται· “ παρῃτήσαντο, φησὶ, “ μὴ προστεθῆναι “ αὐτοῖς λόγον ἄνωθεν.” ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν· “ λαλείτω ἡμῖν,” φησὶ, “ Μωϋσῆς, καὶ μὴ λα- “ λείτω ἡμῖν ὁ Θεὸς, ” οἱ τὰς συγκρίσεις ποιοῦντες μᾶλλον ἐκεῖνα ἀναιροῦσιν, ἵνα ταῦτα πολλῷ μείζονα δείξωσι· καὶ ταῦτα κρείττονα καὶ ἡμερώτερα καὶ θαυμασιώτερα τὰ ἡμέτερα· οὐκ ἠξιώθησαν, φησὶν, ὧν ἡμεῖς ἐκεῖνοι, ἄλλως δὲ καὶ τὸ ἀόρατον δείκνυσι διὰ τοῦ σκότους καὶ γνόφου· τότε καὶ Μωϋσῆς ἔδεισεν· νυνὶ δὲ οὐδείς· ὥσπερ γὰρ κάτω εἱστήκει ὁ λαὸς τότε, οὕτω καὶ ἡμεῖς· οὐκ ἦσαν κάτω, ἀλλ’ οὐρανοῦ κάτω· ἐγγὺς τοῦ Θεοῦ ὁ Υἱός· ἀλλ’ οὐχ ὡς Μωϋσῆς· ἐκεῖ ἔρημος ἦν, ἐνταῦθα πόλις· “ καὶ μυριά- “ σιν ἀγγέλων πανηγύρει,” ἐνταῦθα τὴν χαρὰν δείκνυσι, τὴν εὐφροσύνην ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησι· πανήγυρις γὰρ καὶ ἑορτὴ ἀγγέλω, ἡ εἰς τὸν Θεὸν δόξα. Καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ πάντων. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἐκεῖνοι οὐ ἀλλὰ πόρρω εἱστήκεσαν καὶ ὁ Μωϋσῆς· ὑμεῖς δὲ προσεληλύθατε· ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν, “ καὶ κριτῇ Θεῷ πάντων,” τουτέστι τῆς οἰκουμένης ἁπάσης, “ καὶ πνεύμασι δικαίων τετελει- “ ωμένων,” τὰς ψυχὰς λέγει τῶν εὐδοκίμων, “ καὶ διαθήκης νέας “ μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, τουτέστι καθαρμοῦ, “ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ·” εἰ δὲ τὸ αἷμα λαλεῖ, πολλῷ μᾶλλον ὁ σφαγιασθεὶς ζῇ· τί δαὶ ἐλάλει ; ἣ πῶς ἐλάλει ; ἔνθα γὰρ ἃν εἰς εἰλικρινῆ διάνοιαν ἐμπέσῃ, διανίστησιν ἱν αὐτὴν καἲ ποιεῖ λαλεῖν. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. τουτέστι, μὴ ἀπογνῶτε. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον τὸν ἐπὶ γῆς παραιτη- σάμενοι χρηματίζοντα. τίνα λέγει ; ἐμοὶ δοκεῖ Μωϋσῆν· ὃ δὲ λέγει τοῦτό ἐστιν· εἰ ἐπὶ γῆς νομοθετοῦντα παραιτησάμενοι οὐκ ἐξέφυγον. ἀπὸ τοῦ οὐρανοῦ νομοθετοῦντα πῶς παραιτησόμεθα ; ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἄλλος ἐστὶν ἐκεῖνος, μὴ γένοιτο, ἀλλ’ αὐτὸς μέν ἐστι καὶ οὗτος κἀκεῖνος· φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως· πόθεν δῆλον ; “ εἰ γὰρ ἐκεῖνοι οὐ παρῃτή- “ σαντο,” φησὶν, “ τὸν ἐπὶ γῆς χρηματίζοντα, πολλῷ μᾶλλον “ ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανοῦ ἀποστρεφόμενοι·” τι οὖν, ἄλλος ἐστὶν οὗτος παρ’ ἐκεῖνον ; πῶς ; “ οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· ” ἡ γὰρ τοῦτο τε δόντος ’τον νόμον φωνὴ τὴν γῆν ἐσάλευσεν. Νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημενων. Ἄρα ἐκ τοῦ μέσου πάντα ἀρθήσεται, καὶ ἐπὶ τὸ βέλτιον συμπαγήσεται ἄνωθεν· τοῦτο τοίνυν αἰνίττεται ἐνταῦθα· τι τοίνυν ἀλγεῖς ἐν κόσμῳ οὐ μένοντι, κόσμῳ θλιβόμενος μικρὸν ὕστερον παροδευομένῳ ; εἰ ἐν ὑστέρῳ τοῦ κόσμου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν, πρὸς τὸ τέλος ὁρῶντα· “ ἵνα μείνῃ,” φησὶ, τὰ μὴ “ σαλευόμενα·” ποῖα δέ ἐστι τὰ μὴ σαλευόμενα ; τὰ μέλλοντα. Σευηριανὸσ δέ φησιν· τοῦτ’ ἔστιν ὃ λέγει ὁ Παῦλος ἀλλαχοῦ· “ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἵνα παρέλθῃ “ τὰ πρόσκαιρα, καὶ ἔλθῃ τὰ αἰώνια.” (Θεόδωροσ.) Θεόδωρος δὲ ὧδε λέγει· καλῶς ἀπὸ τῆς τοῦ προφήτου φωνῆς τῶν τε νῦν τὴν μεταβολὴν καὶ τῶν ὑστέρων τὸ βέβαιον συνίστησιν· τὸ μὲν γὰρ σείειν ἐπαγγείλασθαι τὴν μετάθεσιν αὐτῶν δηλοῖ πάντως ὡς ἐσομένην· τῇ δὲ τοῦ “ ἅπαξ” προσθήκῃ, τῶν μετὰ τοῦτο δηλοῖ τὸ ἀμετάθετον. Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησιν· τουτέστιν, εὐχαριστῶμεν τῷ Θεῷ· οὐ γὰρ μόνον οὐκ ὀφείλομεν δυσπετεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ χάριν αὐτῷ μεγίστην εἰδέναι ἐπὶ τοῖς μέλλουσιν. Δἰ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ. Ἀντὶ τοῦ οὕτως ἐστὶν εὐαρέστως λατρεύειν τῷ Θεῷ· εὐχαριστοῦντα ἐν ἅπασιν· ὃ γὰρ ἃν ἐργάσηται τις γογγύζων, ὑπότεμνέ τᾶι καὶ ἀπώλεσε τὸν μισθόν· οὐκ ἄρα ἐστὶν εὐαρέστως λατρεῦσαι, μὴ χάριν εἰδότας πάντων αὐτῷ, καὶ τῶν πειρασμῶν καὶ τῶν ἀνέσεων· μηδὲν οὖν ἰταμὸν φθεγγώμεθα, μηδὲν ἀναίσχυντον, ἵνα αἰδέσιμοι ὦμεν· τοῦτο γάρ ἐστι μετ’ αἰδοῦς καὶ εὐλαβείας.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
