# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. Ι..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%99..1

“Οτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐ διὰ νόμου σαρκίνου. Διὰ τῆς Λευιτικῆς ἱερωσύνης, ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα. Εἰ μὲν οὖν τελείωσις τουτέστι τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις, διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, εἰπὼν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ, δεικνὺς ὅτι βελτίων αὕτη ἐκείνης, λοιπὸν καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι μετὰ Ἀαρὼν, δηλονότι ὡς ἀμείνων· καὶ τί βούλεται τὸ ἑξῆς; “ ὁ λαὸς “ γὰρ ἐπ’ αὐτῇ, φησὶ, νενομοθέτηται,” τί ἐστιν “ ἐπ’ αὐτῇ;’ αὐτῇ στοιχεῖ, δι’ αὐτῆς ἅπαντα πράττει, αὐτῇ κέχρηται καὶ ἐχρήσατο. τίς οὖν ἑτέρας ἱερωσύνης ἦν χρεία· “ μετατιθεμένης “ γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται·” εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι μᾶλλον, ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι, τοῦτο πρὸς τοὺς λέγοντας, τί ἔδει καινῆς διαθήκης; εἰ τοίνυν ἱερωσύνη εἰσῆκται, ἄλλην δεῖ διαθήκην εἶναι· οὔτε γὰρ ἐστιν ἱερέα διαθήκης χωρὶς εἶναι καὶ νόμων, καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι· εἰτα ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἃν εἴη, μὴ ὣν Λευΐτης; τοῦτο διὰ τὸν ἄνω προκαταβαλὼν οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ’ ἐν παραδρομῇ εἰσάγει αὐτό· εἶπεν, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη, οὐκοῦν καὶ ἡ διαθήκη· μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον, οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ἡ αὐτὴ καὶ βασιλικὴ εἴη καὶ ἱερατική· βασιλεὺς γὰρ ὣν, ἀρχιερεὺς γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβε καὶ τὴν θυσίαν προσήγαγε· καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας θίας ἀπαιτούσης εἰσάγει· “ ἐφ’ ὃν γὰρ λέγεται, ” φησὶ, “ ταῦτα, “ φυλῆς ἑτέρας μετέσχηκε·” κἀγώ φημι καὶ δἰδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν, μετάθεσις γάρ ἐστιν· ἐγὼ δὲ καὶ ἄλλην δείκνυμι, διαφορὰν, οὐ μόνον ἀπὸ τῆς φυλῆς, οὐδὲ μόνον ἀπὸ τοῦ προσωπου, οὐδὲ ἀπὸ τοῦ τρόπου, οὐδὲ ἀπὸ τῆς διαθήκης, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ του τύπου. Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Γέγονε, φησὶν, ἱερεὺς, “ οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς,” ὁ γὰρ νόμος ἐκεῖνος, τὰ πολλὰ ἄνομος ἦν· τί ἐστιν “ ἐντολῆς σαρκικῆς; περίτεμε, φησὶ, τὴν σάρκα· χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, ἄργησον τῇ σαρκί· καὶ τὴν ἐπαγγελίαν δὲ τῶν μισθῶν σωματικὴν, γῆν ῥέουσαν μέλι καὶ γάλα, εἰρήνην καὶ τρυφὴν σαρκικήν· ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν Ἀαρών· ὁ μέντοι Μελχισεδὲκ οὐχ οὕτως. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος. Τί δέ ἐστι “ κατάδηλον;” τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρα, τὸ διάφορον, ὅσον κρεῖττον, “ ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς “ γq́ονεν·” τίς; ὁ Μελχισεδέκ; οὔ· ἀλλ’ ὁ Χριστός· “ ἀλλὰ κατὰ “ δύναμιν ζωῆς ἀκαταλύτου·” μαρτυρεῖ γὰρ ὅτι “ σὺ εἰ ἱερεὺς εἰς “ τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·” τουτέστιν, οὐ πρὸς καιρὸν, οὐδὲ πέρας ἔχων, ἀλλὰ κατὰ δύναμιν, τουτέστι, διὰ ζωῆς ἀκαταλύτου· καί τοι ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ κατὰ πνευματικὴν, ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα τὰ δικαιώ- “ μάτα τῆς σαρκὸς, κατὰ δύναμιν ζωῆς,” τουτέστιν οἰκείᾳ δυνάμει ζῆ, εἶπεν ὅτι καὶ νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε, ζητεῖ λοιπὸν τὴν αἰτίαν καὶ τὸν λόγον, καθ’ ὃν τοῦτο γίνεται, ὃ μάλιστα πληροφορεῖ τὰς ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντων εἰδέναι· “ ἀθέτησις μὲν γὰρ γίνεται,” φησὶ, “ προαγούσης ἐντολῆς διὰ τὸ “ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·” ἐνταῦθα οἱ αἱρετικοὶ ἐπιφύονται, ἀλλ’ ἄκουε ἀκριβῶς· οὐκ εἶπε διὰ τὸ πονηρὸν, οὐδὲ διὰ τὸ μοχθηρὸν, ἀλλὰ “ διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελές·” καὶ ἀλλαχοῦ δείκνυσι τὸ ἀσθενὲς, ὡς ὅταν λέγῃ, “ ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκός·” οὐκ ἄρα αὐτὴ ἀσθενὴς, ἀλλ’ ἡμεῖς, “ οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος,” ἀντὶ τοῦ οὐδένα τέλειον εἰργάσατο παρακουόμενος· ἄλλως δὲ, οὐδὲ εἰ εἰσηκούσθη, τέλειον ἐποίησεν ἃν καὶ ἐνάρετον· τέως δὲ οὐ τοῦτό φησιν ἐνταῦθα, ἀλλ’ ὅτι οὐδὲν ἴσχυσεν· καὶ εἰκότως· γράμματα γὰρ ἦν κείμενα ὑποτιθέμενα μονονουχὶ καὶ δύναμιν ἐντιθέντα. ἀθέτησις τι ἐστιν; ἐκβολὴ, ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις, ἐπειδὴ μηδὲν ὤνησεν· οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; καὶ σφόδρα, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους, οὐκ ὠφέλησε· κατὰ τοῦτο λέγει, πάντα τύποι ἦσαν, πάντα σκιά· οὐκ ἴσχυσεν διαβῆναι εἰς τὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται. Ἐπ’ εἰσαγωγῇ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ. καὶ καθόσον οὐ χωρὶς ὁρκομοσίας. Ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ γέγονε τὸ τοῦ νόμου ἐνταῦθα; ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς ὑπὲρ πλείονος πληροφορίας· εἶχε μὲν γὰρ κἀκεῖνα ἐλπίδα, ἀλλ’ οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες καθείξειν τὸν οὐρανὸν, μᾶλλον δὲ ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐγγὺς γενέσθαι τοῦ Θεοῦ, παρ’ αὐτὸν ἥκειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετ’ Ἀγγέλων. τι ἐστι “ καὶ καθόσον οὐ χωρὶς “ ὁρκομοσίας ” τουτέστιν, ἰδοὺ καὶ ἄλλη διαφορά· καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν. Οἱ μὲν γὰρ χωρὶς ὁρκομοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μεθ’ ὁρκομοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε Κύριος, οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Δύο τίθησι διαφοράς· ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική· τοῦτο δ’ ἐποίει ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος· κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου. ποιεῖ δὲ αὐτὸ ἀπὸ τοῦ ὅρκον, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος· εἰ γὰρ ἐπειδὴ ἀσθενὲς ἦν ἐκείνη, ἐξεβλήθη, αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκεν· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως· πῶς; ὅτι εἷς ἐστιν· οὐκ ἃν εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν· ὥσπερ γὰρ πολλοὶ ἱερεῖς διὰ τὸ θνητοὶ εἶναι, οὕτω εἷς διὰ τὸ ἀθάνατος εἶναι. (Θεόδωροσ.) Θεόδωρος δέ φησι· δείκνυται, φησὶ, τούτου πρὸς ἐκεῖνον τὸ διάφορον, ἀπὸ τοῦ μεθ’ ὅρκου λαβεῖν τὴν ἱερατείαν· οἱ μὲν γὰρ ἄνευ ὅρκων ἐγίνοντο, διὰ τὸ δεῖν αὐτοὺς καὶ παύεσθαι ποτε τῆς ἱερατείας, οὑτοσὶ δὲ μεθ’ ὅρκων, ἐπειδὴ μένειν ἔμελλεν ἐπὶ τῆς ἀξίας. οὕτω μείζονα πολλῷ τῶν ἐν νόμῳ τὴν ἀξίαν ἐδέξατο, ἐπειδὴ μείζονα καὶ παρέχειν τοῖς προσιοῦσιν ἔμελλε· τὸ γὰρ “ ἔγγυος” οὕτω λέγει, ὡς ἃν τὸ καταστῆναι ἐγγυωμένου ἡμῖν τὸ κέρδος, ἐπεὶ καὶ οὕτως ἔχει τὸ γὰρ ἀναστῆναι πρῶτος, καθὰ καὶ ἀρχιερέα αὐτὸν καλεῖ, ἐγγυᾶται ἡμῖν τὴν τῆς ἀναστάσεως ὁμοιότητα. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχανειν ὕπερ ἀυτῶν. Ὁ μακάριος Ἰωάννης φησίν· ὁρᾷς ὅτι εἰς τὸ κατὰ σάρκα ταῦτα φησίν· ὅταν γὰρ ὡς ἱερεὺς, τότε καὶ ἐντυγχάνει· ὥστε καὶ ὅταν λέγῃ Παῦλος, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, τὸ αὐτὸ αἰνίττεται· ὡς ἀρχιερεὺς ἐντυγχάνει, ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς ὡς θέλει καὶ ζωοποιεῖ, καὶ οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι δεῖ, ἐντυγχάνει, ὁ πᾶσαν τὴν κρίσιν ἔχων; πῶς ἐντυγχάνει ὁ ἀποστέλλων τοὺς Ἀγγέλους, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι; “ ὅθεν,” φησὶ, “ καὶ σώζειν δύναται·” διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει, ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, οὐ δύναται πάντων προΐστασθαι· ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς καὶ θαυμαστὸς ἦν μέχρι τοῦ καιροῦ ἐκείνου, ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι, μετὰ δὲ ταῦτα οὐκέτι, ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ “ σώζει εἰς τὸ παντελές·” τι ἐστιν “ εἰς τὸ παντελές ” μυστήριόν τι αἰνίττεται, οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει “ τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ,” πῶς σώζει; πάντοτε ζῶν εἰς τὸ εντνγχανειν ὕπερ ἀυτῶν, ἀντὶ τοῦ οὐ πρὸς καιρὸν μόνον, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ· ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἃν ἔχοι λόγον; καὶ ἄνθρωποι μὲν πολλάκις δίκαιοι ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, οὗτος δὲ ἀεὶ δεῖται,. τίνος οὖν ἕνεκεν συγκάθηται; ὁρᾷς ὅτι συγκατάβασίς ἐστι, τουτέστι μὴ δείσητε, μὴ εἴπητε, ναὶ φιλεῖ μὲν ἡμᾶς, καὶ παρρησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ’ οὐκ ἀεὶ δύναται ζῆν· ἀεὶ γὰρ ζῇ. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν. Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται; ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἐχούσης λέγω· οὐ διαιρῶν, ἀλλ’ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν, εἶπε τὴν διαφορὰν τοῦ ἀρχιερέως· ἀνεκεφαλαιώσατο τὰ λεχθέντα· “ ἄκακος” τι ἐστιν; ἀπόνηρος· ὃ λέγει ἕτερος προφήτης, “ δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” τουτέστιν, οὐχ ὕπουλος· τοῦτο οὐκ ἄν τις περὶ Θεοῦ εἴποι, ὅτι οὐκ ἔστιν ὕπουλος· περὶ μέντοι τοῦ κατὰ σάρκα ἔχοι ἃν λόγον· “ ἀμίαντος,” καὶ τοῦτο οὐ περὶ Θεοῦ εἴποι τις ἄν· ἔχει γὰρ φύσιν μὴ μιαίνεσθαι· “ κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν·” τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἢ καὶ αὐτὴ ἡ θυσία, πῶς; Οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ ὁ ἀρχιερεὺς ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ἀναφέρειν θυσίας· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. τοῦτο ποῖον; ἐνταῦθα προανακρούεται λοιπὸν τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολήν· μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας ἀεὶ ἱερᾶσθαι νόμιζε, ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν, ἵνα μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμά ἐστιν· ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτως καὶ ἱερεὺς καὶ λειτουργός· ἀλλ’ ὥσπερ δοῦλος γενόμενος, οὐκ ἔμεινε δοῦλος, οὕτως καὶ λειτουργὸς γενόμενος οὐκ ἔμεινε λειτουργός· οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι· τοῦτο οὖν αἰνίττεται ἐνταῦθα· καὶ τῆς θυσίας τὸ μεγαλεῖον, ἣ ἤρκεσεν μία οὖσα καὶ ἅπαξ προσενεχθεῖσα τοσοῦτον, ὅσον καὶ πᾶσαι οὐκ ἴσχυσαν· ἀλλ’ οὔπω πέρι τούτων· τοῦτο γὰρ ἐποίησε, φησὶ, τοῦτο ποῖον; “ ἀναγκαῖον γὰρ ἔχειν,” φησὶ, “ τί καὶ τοῦτον, ὃ προσε- “ νέγκῃ,” οὐ τὸ ὑπὲρ ἑαυτοῦ, πῶς γὰρ ὑπὲρ ἑαυτοῦ προσέφερεν; ἀλλ’ ὑπὲρ τοῦ λαοῦ· τι λέγεις, καὶ ἰσχύει τοῦτο; ναὶ, φησὶν, “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν·” καὶ οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ; οὓ, φησὶν, ἵνα μὴ τοῦτο νομίσῃς τὸ “ ἐποίησεν ἐφάπαξ” καὶ οὐ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τι φησιν· “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, “ ἔχοντας ἀσθένειαν·” διὰ τοῦτο καὶ ἀεὶ, καὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ο μέντοι δυνατὸς, ο μὴ ἔχων ἁμαρτίαν, τινος ἕνεκεν η πέρι ἑαυτοῦ προσφέρει, ἣ περὶ τῶν ἄλλων πολλάκις; Ὁ λόγος δὲ τῆς ὁρκομοσίας τῆς κατὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Εἰπὼν “ ἔχοντας ἀσθένειαν,” οὐκ εἶπεν, υἱὸν δυνατὸν, ἀλλὰ “ τετελειωμένον,” τουτέστι δννατὸν, ὡς ἃν εἴποι τις· ὁρᾷς ὅτι τὸ υἱὸς ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται; ἀσθένειαν δὲ ἢ ἁμαρτίαν φησὶν ἣ θάνατον· τί ἐστιν “ εἰς τὸν αἰῶνα ” οὐ νῦν μόνον ἀναμάρτητον, ἀλλ’ ἀεί· εἰ τοίνυν τέλος ἐστὶν, εἰ μηδέποτε ἁμαρτάνῃ, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλὰς ὑπὲρ ἡμῶν θυσίας; ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ του μὴ προσφέρειν αὐτὸν ὕπερ ἑαυτοῦ τοῦτο ἰσχυρίζεται. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον γὰρ ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς, ὁ ἀεὶ τὸν διδάσκαλον μιμούμενος τὸν αὐτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἢν. τοῦτο γοῦν καὶ ἐνταῦθα ποιεῖ, εἰπὼν ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, τί φησι; “ κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, “ τοιοῦτον ἔχομεν γὰρ ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης,” καί τοι τοῦτο οὐχ ἱερέως, ἀλλὰ τούτου, ᾧτ’ ἱερᾶσθαι ἐκεῖνον χρὴ, “ τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς ἢν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος·” ὁρᾷς τὴν συγκατάβασιν; οὐχὶ πρὸ μικροῦ διέστειλε λέγων, “ οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “ πνεύματα ” καὶ διὰ τοῦτο, φησὶν, οὐκ ἀκούουσι, Κάθου ἐκ δεξιῶν μου, ὡς τοῦ καθημένου οὐκ ὄντος λειτουργικοῦ; πῶς οὖν λειτουργὸς ἐνταῦθα εἴρηται; καὶ λειτουργὸς τῶν ἁγίων· τὴν γὰρ σκηνὴν ἐνταῦθά φησιν· ἐπειδὴ γὰρ εἰκὸς ἦν τοὺς ἐξ Ἰουδαίων φαντάζεσθαι ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, ἰδοὺ, φησὶν, ὁ ἱερεὺς καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου· καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκε, καὶ ἦν μὲν αὕτη δήλη ἡ διαφορά· αὐτὸς δὲ καὶ ἑτέραν ἐπινοεῖ, καὶ φησὶν, “ ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος·” ποῦ εἰσιν οἱ λέγοντες δινεῖσθαι τὸν οὐρανόν; ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα, ἀνῄρηται ἐνταῦθα. “ κεφά- “ λαιον δὲ ἐπὶ τοῖς λεγομένοις,” τὸ κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται· πάλιν κατάγει τὸν λόγον, εἰπὼν τὸ ὑψηλόν· εἶτα ἵνα μάθῃς ὅτι λειτουργὸς περὶ τῆς ἀνθρωπότητος φησίν· ὅρα πῶς πάλιν ἐπισημαίνεται. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ο προσενέγκῃ. Μῆ ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὗθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι· ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς οὐδ’ ἃν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, ὥσπερ οὖν καὶ ἐστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον· ἐπὶ γῆς μὲν γὰρ ὣν, οὐκ ἃν ἢν ἱερεύς· πῶς γάρ; οὐ προσήνεγκεν, οὔχι ἱεράσατο· καὶ εἰκότως, ητσαν γὰρ οἱ ἱερεῖς· δείκνυσιν ὅτι οὐδὲ δυνατὸν ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γὰρ οὐκ ἐπανάστασις ἦν, φησίν; ἐνταῦθα ἀναγκαῖον παραπέμψαι τὸν νοῦν καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν· πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης. Οἵ τινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανιων. Τίνα λέγει ἐνταῦθα ἐπουράνια; τὰ πνευματικά· εἰ γὰρ καὶ ἐπὶ γῆν τελεῖται, ἀλλ’ ὅμως τῶν οὐρανίων ἐστὶν ἄξια· ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾐ, ὅταν υἱοὶ γινώμεθα διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὠσι τῶν ἐν οὐρανοῖς, πῶς οὐκ ἐπουράνια πάντα τνγχάνει; ἀλλὰ τι; οἱ ὕμνοι οὐκ οὐράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμενοι ; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; πῶς οὐ πάντα πνευματικὰ γίνεται τὰ προκείμενα; πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα; ὅταν γὰρ λέγῃ, “ ἄν τινων κρατήσωσι τὰς ἁμαρτίας, κεκράτηνται, ἄν “ τινων ἀφήσωσον, ἀφίενται·” καὶ τὰς κλεῖς ἔχουσι τοῦ οὐρανοῦ· πως οὐκ οὐράνια πάντα; Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Επειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν. οὐ γὰρ οὕτως ἅπερ ἃν ἀκούσωμεν τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἃν ἴδωμεν αὐταῖς ὤρεσιν· ἔδειξεν αὐτῶ πάντα· ἤτοι οὖν τοῦτο λέγει ὑποδείγματι καὶ σκιᾷ, ἣ περὶ τοῦ ναοῦ ἐπήγαγε γὰρ, “ ὅρα, ποιήσεις, φησὶ, κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ “ ὅρει·” ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνου, ἢ καὶ περὶ τῶν θυσιῶν εἰδεν καὶ τῶν ἄλλων ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἣ ἐκκλησία, ἣ οὐρανὸς. Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονος ἐστὶ διαθήκης μεσίτης. Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴγε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια; ἀλλ’ οὐδὲν τοῦτο ὠφελεῖ τοὺς ἀκούοντας, οὐδὲ ηὔφραινε· διά τοι τοῦτο ὃ μάλιστα αὐτοῖς ηὔφραινεν, λέγει. Ἥ τις ἐν κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Πόθεν τοῦτο δῆλον; ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων· ὥσπερ γὰρ λέγει, ὅτι εἰ τελείως δι’ αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτως καὶ ἐνταῦθα τῶ αὐτῶ συλλογισμῷ κέχρηται λέγων.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
