# Catena In Epistulam Ad Hebraeos ΚΕΦ. Κ.

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ΚΕΦ. Κ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-hebraeos/%CE%9A%CE%95%CE%A6.%20%CE%9A.

Περὶ φιλαδελφίας καὶ φιλοξενίας. Ἡ φιλαδελφία μενέτω· τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Οὐκ εἰδότες ἐξένισαν· διὰ τοῦτο καὶ μέγας ὁ μισθός. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι· τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἢ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Ὅρα πόσος περὶ σωφροσύνης λόγος αὐτῷ· δείκνυσιν ὅτι δικαίως τὰ ἑξῆς ἐπήγαγεν· εἰ γὰρ ὁ γάμος συνεχωρήθη, δικαίως ὁ πόρνος κολάζεται, δικαίως ὁ μοιχὸς τιμωρεῖται· ἐνταῦθα πρὸς τοὺς αἱρετικοὺς ἀποδύεται· οὐκ εἶπε πάλιν, μηδεὶς ἔστω πόρνος, ἀλλ᾿ ἅπαξ εἰπὼν τότε ἐπήγαγεν, ὡς κοινὴν παραίνεσιν, οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος· “ ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενος “ τοῖς παροῦσιν·” εἶτα καὶ ἐνταῦθα ἡ παραμυθία. Αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλείπω, ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Πάλιν ἐν τοῖς πειρασμοῖς ἡ παραμυθία· “ μνημονεύετε τῶν “ ἡγουμένων ὑμῶν·” τοῦτο ἄνωθεν ὤδινεν εἰπεῖν· διὰ τοῦτο ἔλεγεν, “ εἰρήνην διώκετε μετὰ πάντων.” (Θεόδωροσ.) Θεόδωρος δέ φησιν· ἡγουμένους τοὺς παρ’ αὐτοῖς καταγγείΛαντας τὸν λόγον τῆς εὐσεβείας, καὶ τελειωθέντας ὑπὸ Ιουδαίων αὐτόθι· πολλοὶ δὲ ἦσαν, οὔτε Στέφανος μόνον καὶ Ἰάκωβος, ὁ μαχαίρᾳ ἀναιρεθεὶς, ἀλλὰ καὶ ὁ τοῦ Κυρίου ἀδελφὸς Ἰάκωβος, ἕτεροι δὲ πλεῖστοι, σιωπῇ παραδεδομένοι. Οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πιστιν. Θεωροῦντες γὰρ αὐτῶν τὸν βίον, φησὶ, μιμεῖσθε τὴν πίστιν· ἀπὸ γὰρ βίου καθαροῦ ἡ πίστις. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας· διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Τὸ “ χθὲς” τὸν παρελθόντα λέγει χρόνον, τὸ “ σήμερον” τὸν ἐνεστῶτα αἰῶνα, καὶ τὸν μέλλοντα, τὸν ἄπειρον· τουτέστιν ἀρχιερέα ἠκούσατε, ἀλλ’ οὐκ ἀρχιερέα λήγοντα, ἀεὶ ὁ αὐτός ἐστιν, ὡς ὄντων τινῶν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν, ἕτερος ἥξει· ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι λέγουσιν, καὶ τοῦ ὄντως ἀποστερήσαντες ἑαυτοὺς, τῷ ἀντιχρίστῳ περιπεσοῦνται.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg038.local001/.
