# Catena In Epistulam Ad Philemonem ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ.

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Philemonem, ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-philemonem/%CE%95%CE%9E%CE%97%CE%93%CE%97%CE%A3%CE%99%CE%A3%20%CE%95%CE%99%CE%A3%20THN%20%CE%A0%CE%A1%CE%9F%CE%A3%20%CE%A6%CE%99%CE%9B%CE%97%CE%9C%CE%9F%CE%9D%CE%91%20%CE%95%CE%A0%CE%99%CE%A3%CE%A4%CE%9F%CE%9B%CE%97%CE%9D.

Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὑπὲρ οἰκέτου πρὸς δεσπότην ἐστὶ ταῦτα· εὐθέως οὖν ἀπὸ τοῦ προοιμίου τὸ φρόνημα αὐτοῦ κατέσπασε, τὸν θυμὸν ἔσβεσε, δέσμιον ἑαυτὸν καλῶν, κατένυξε καὶ συνέτεινεν, οὐδὲν τὰ παρόντα ἐποίησε δοκεῖν εἶναι πράγματα· εἰ γὰρ δεσμὸς οὐκ αἰσχύνει διὰ Χριστὸν, πολλῷ μᾶλλον δουλεία οὐκ ἐπονείδιστον. (Σευηριανόσ.) Ἄλλος φησί· ἐν πολλαῖς ἐπιστολαῖς ξένον τίθησι ῥῆμα τοῦ μέλλοντος εἰσάγεσθαι λόγου κατασκευαστικὸν, καὶ νῦν ἐπειδὴ ἔμελλεν ἀξιοῦν ὑπὲρ Ὀνησίμου τῇ ἑαυτοῦ ἀξίᾳ, ἀξία δὲ αὐτοῦ τὸ δεδέσθαι, τὸ ἀξιόπιστον τῆς παρακλήσεως δείκνυσιν. ὡς ἃν εἰ ἔλεγεν, δι’ ὑμᾶς τὸν δεσμὸν τοῦτον περίκειμαι. Καὶ Τιμόθεος ὁ ἀδελφός. χρυσοστόμου. Συμπαραλαμβάνει καὶ ἕτερον μεθ’ ὥστε κἀκεῖνον μᾶλλον εἶξαι καὶ δοῦναι τὴν χάριν. Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν. Εἰ ἀγαπητὸς, οὐ τόλμης τὸ θαρρεῖν, ἀλλὰ πολλῆς φιλίας· εἰ συνεργὸς, οὐ μόνον ἀξιοῦσθαι ὑπὲρ τῶν τοιούτων, ἀλλὰ καὶ χάριν εἰδέναι ὀφείλει. Θεόσωροσ. Συνεργὸς δὲ τῷ περὶ τὴν τῶν ἁγίων ἐσπουδακέναι θεραπείαν, οὐ μικρὰ συμβαλλόμενον τοῖς τὸ Εὐαγγέλιον κηρύττειν ἐγκεχειρισμένοις. Καὶ Ἀμφίᾳ τῆ ἀγαπητῇ. Ἐμοὶ δοκεῖ σύμβιον εἶναι τούτου· ὅρα Παύλου τὸ ταπεινόν· οὐ τὸν ἄνδρα μόνον ἀξιοῖ, ἀλλὰ καὶ τὴν γυναῖκα. Θεόδωροσ. Καὶ ὥσπερ ἀγαπητὸν ἐκεῖνον ἐκάλεσεν, οὕτω ταύτην, ἅτε δὴ μηδὲν διαφέρειν κατὰ τὴν εὐσέβειαν ἀνδρῶν τὰς γυναῖκα; ἡγούμενος· ἡγεῖτο δὲ ταύτην ἐπ’ ἐκείνων ἁρμόττειν τὴν προσηγορίαν, ἐφ’ ὧν πάθους αἰσχρότης οὐκ ἐμεσίτευσε. Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν. Ἕτερόν τινα ἴσως φίλον, οὐκ ἐξ ἐπιτάγματος βουλόμενος τὰ τοιαῦτα ἀνύειν, οὐδὲ ἀγανακτῶν εἰ μὴ εὐθέως κελεύσαντι ὐπακούσειεν, ἀλλ’ ἅπερ ἃν ἀνὴρ ἄγνωστος ἐποίησε, ταῦτα ποιεῖν κἀκείνους ἀξιοῖ, ὥστε συναντιλαμβάνεσθαι τῆς δεήσεως. εἰ συστρατιώτης εἶ, καὶ ἐν τούτοις κοινωνεῖν ὀφείλεις. οὗτος δέ ἐστιν Ἄρχιππος, περὶ οὗ γράφων Κολοσσαεῦσιν ἔλεγεν· “ εἴπατε Ἀρχίππῳ τὴν “ διακονίαν ἣν παρέλαβεν ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς·” δοκεῖ μοι αὐτὸς εἰναι τῶν ἐν κλήρῳ κατειλεγμένων. (Θεόδωροσ.) Ἄλλος φησίν· υἱῷ αὐτοῦ λέγει τοῦ τε καὶ τῆς Ἀμφίας. Καὶ τῆ κατ’ οἶκόν σου ἐκκλησίᾳ. Χρυσοστόμου. Οὐδὲ δούλους παρῆκεν ἐνταῦθα, οἶδε καὶ ῥήματα δούλων ἀνατρέψαι τὸν δεσπότην, καὶ μάλιστα ὅταν υπερ δούλου ἡ ἀξίωσις ῇ οὐ τοίνυν ἀφίησιν αὐτοὺς εἰς φθονον ἐμπεσεῖν, τῇ προσηγορίᾳ τιμήσας μετὰ τῶν δεσποτῶν, ἀλλ’ οὐδὲ ’τον δεσπότην ἀγανακτῆσαι συγχωρεῖ, ὀνομαστὶ αὐτῶν μὴ μνημονεύω ὅρα οὖν πῶς συνετῶς εὗρεν καἰ τούτους τῇ μνήμῃ τιμῆσαι, κἀκεῖνον μὴ πλῆξαι· τὸ γὰρ τῆς ἐκκλησίας ὄνομα οὐκ ἀφίησι τοὺς δεσπότας ἀγανακτεῖν, εἴγε συναριθμοῖντο τοῖς οἰκέταις. Χάρις ὑμῖν καὶ εἰρήνη. Εἰς ὑπόμνησιν αὐτὸν ἤνεγκε τῶν οἰκείων ἁμαρτημάτων· ἐννόησον, φησὶ, πόσα σοι συνεχώρησεν ὁ Θεὸς, πῶς χάριτι σὺ ἐσώθης· μίμησαι τὸν δεσπότην.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Philemonem, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg037.local001/.
