Ancient Greek · ~10 min
ΚΕΦ. Α.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Philemonem ΚΕΦ. Α.
Not analysed yet
Επαινος Φιλήμονος καὶ εὐχαριστία ὑπὲρ αὐτοῦ. Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἢν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ πρὸς πάντας τοὺς ἁγίους· ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται, ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάσας καὶ ἐπαινέσας, ἐπὶ τοῖς κατορθώμασι καὶ τῆς ἑαυτοῦ ἀγάπης δείξας τεκμήριον οὐ μικρὸν, τὸ διὰ παντὸς αὐτοῦ μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν ὅτι πολλοὶ ἀναπαύονται, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται, τότε καὶ ἑαυτὴν τελευταίαν τίθησιν· οὐκ εἶπε δὲ ἡ πίστις σου, ἀλλ’ “ἡ κοινωνία τῆς πίστεως “σου,” συνάπτων αὐτὸν ἑαυτῶ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσωπῶν. Χαρὰν γὰρ ἔσχον καὶ πολλὴν παράκλησιν ἐπὶ τῇ ἀγάπη σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Οὐδὲν οὕτω δυσωπεῖ ὡς τὸ τὰς ἑτέρων εὐεργεσίας προφέρειν, καὶ μάλιστα ὅταν ἐκείνων αἰδεσιμώτερος ἦν· τοῦτο οὖν βούλεται εἰπεῖν· σύ μοι παρρησίαν ἔδωκας ἐκ τῶν εἰς ἑτέρους γεγενημένων καὶ παράκλησιν, τουτέστιν, οὐ μόνον ἡδόμεθα, ἀλλὰ καὶ παραμυθούμεθα· μέλος γὰρ ἡμῶν ἐκεῖνοι· καὶ ἐμφαντικώτερον δὲ αὐτό φησιν, “ὅτι τὰ σπλάγχνα τῶν ἁγίων,” ὡς ἃν εἰ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου· οὕτως ἡ ἀγάπη δείκνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώμενον παρ’ αὐτῶν. Διὸ πολλὴν ἔχων παρρησίαν ἐν Χριστῷ. Ὅρα πῶς ἀσφαλίζεται, μή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγομένων πλήξει τὸν ἀκροατήν· ὅθεν ἐκ περιουσίας πολλὴν τίθεται τὴν προδιόρθωσιν. ὡς ἃν εἰ ἔλεγεν, παρρησίαν ἡμῖν ἔδωκας οὐ, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν Χριστῷ, οὐχ ὡς ἐν τῷ κόσμῳ λαμπρότερος ὣν, ἀλλὰ διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν, καὶ τότε ἔθηκε τὸ ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἀνῆκον, τουτέστιν εὔλογον πρᾶγμα· διὰ ταῦτα μὲν οὖν οἶδα, ὅτι καὶ ἐπιτάττων ἀνύω μετὰ πολλῆς τῆς ἐξουσίας, πλὴν ἐπειδὴ περὶ τοῦ πράγματος πολλὴν ποιοῦμαι σπουδήν. Παρακαλῶ, τοιοῦτος ὣν ὡς Παῦλος πρεσβύτης. βαβαὶ, πόσα δυσωπητικὰ ἀπὸ τῆς ποιότητος τοῦ προσώπου, ὅτι Παῦλος· ἀπὸ τῆς ἡλικίας, ὅτι πρεσβύτης· ἀπὸ τοῦ δικαιοτέρου πάντων, ὅτι καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. τοσούτοις προλεήνας αὐτοῖς τὴν ψυχὴν, ἔτι τὸ ὄνομα ἀναβάλλεται· ἴστε γὰρ θυμοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ μάλιστα ὅταν μετὰ κλοπῆς τοῦτο ἐργάσωνται· παρασκευάσας οὐν αὐτοῦ τὴν ψυχὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι,