# Catena In Epistulam Ad Philemonem ΚΕΦ. Β..1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Philemonem, ΚΕΦ. Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-philemonem/%CE%9A%CE%95%CE%A6.%20%CE%92..1

Σύστασις Ὀνησίμου φυγάδος οἰκέτου, καὶ παράκλησις ὑπὲρ αὐτοῦ σωθέντος διὰ πίστεως. Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. πάλιν οἱ δεσμοὶ δυσωπητικοὶ, καὶ τότε τὸ ὄνομα· οὐ μόνον γὰρ τὸν θυμὸν ἔσβεσεν, ἀλλὰ καὶ ἡσθῆναι πεποίηκεν· οὐ γὰρ ἃν, φησὶν, αὐτὸν τέκνον ἐκάλουν, εἰ μὴ σφόδρα ἦν εὔχρηστος· δεσμὸς αὐτὸν ἐγέννησε, φησὶν, ὥστε καὶ διὰ τοῦτο ἄξιος πολλῆς τυχεῖν τῆς τιμῆς, ὅτι ἐν αὐτοῖς τοῖς ἄθλοις ἀπετέχθη, ἐν τοῖς ὑπὲρ Χριστοῦ πειρασμοῖς. Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον. Ὀμολογεῖ αὐτοῦ τὸ ἁμάρτημα, καὶ τούτῳ σβεννὺς αὐτοῦ τὸν θυμὸν, οἶδα, φησὶν, ὅταν ἄχρηστος ἢν, νῦν δέ σοι χρήσιμος ἔσται. Νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον. Θεόδωροσ. Εἰ Παύλῳ χρήσιμος, τῷ τοιαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ μᾶλλον τῷ δεσπότῃ. ἵνα μὴ δόξῃ τὸν ἀλλότριον οἰκέτην σφετερίζεσθαι, διὰ τοῦτο σοὶ, εἶτα μοί· σοὶ κατὰ τὴν ὑπηρεσίαν, ἐμοὶ κατὰ τὴν βελτίωσιν τοῦ τρόπου. “ ὃν ἔπεμψα “ πρός σε,” καὶ τούτῳ τὸν θυμὸν ἔσβεσε, τῷ παραδοῦναι αὐτόν· μάλιστα γὰρ οἱ δεσπόται ὀργίζονται, ὅταν ὑπὲρ ἀπόντων παρακαλῶνται. Σὺ δὲ αὐτὸν τουτέστι τὰ ἐμὰ σπλάγχνα προσλαβοῦ. Καὶ πάλιν οὐ γυμνὸν τίθησι τὸ ὄνομα, ἀλλὰ μετὰ ῥήματος ἐντρεπτικοῦ, ὃ τοῦ τέκνου θερμότερόν ἐστι· τουτέστι, “ τὰ ἐμὰ “ σπλάγχνα ποοσλαβοῦ·” ἵνα εἴπῃ, οὐχὶ συγγνώμης ἐστὶν ἄξιος, διὰ τί ; τέκνον Παύλου γέγονεν. Ὃν ἐγὼ ἐβουλόμην ὑπὲρ σοῦ κατέχειν, ἵνα διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. Ὅρα πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιμὴν, κἀκεῖνον πόσου ὑπεύθυνον ποιεῖ, καὶ τοῦτον πῶς τιμᾷ· εὗρες, φησὶν, ὅπως ἀποδῷς τὴν πρὸς ἐμὲ λειτουργίαν δι’ αὐτοῦ. Χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι. τοῦτο μάλιστα χαυνοῖ τὸν ἀξιούμενον, ὅταν καὶ πράγματος ὄντος χρησίμου, μέτα τῆς ἐκείνου γνώμης γίνηται καὶ οὐκ εἶπεν, ἵνα μὴ κατὰ ἀνάγκην, ἀλλ’ ὡς κατὰ ἀνάγκην. ᾔδειν μὲν γὰρ, φησὶν, ὅτι καὶ μὴ μαθὼν, ἀλλ’ ἀθρόον γνοὺς, οὐκ ἂν ἠγανάκτησας, ἀλλ’ ομως ἐκ πλείονος περιουσίας. Ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ἦ, ἀλλὰ κατὰ ἑκούσιον. τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχης, οὐκέτι ὡς δοῦλον. Καλῶς τὸ “ τάχα,” ἵνα καὶ εἴξῃ ὁ δεσπότης· ἐπειδὴ γὰρ ἀπ’ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ διεστραμμένης διανοίας, λέγει “ τάχα,” καὶ οὐκ εἶπε διὰ τοῦτο ἔφυγεν, ἀλλὰ “ διὰ τοῦτο ἐχωρί- “σθη,” εὐφημοτέρῳ ὀνόματι, “ πρὸς ὥραν,” καὶ τὸν χρόνον συστέλλει, καὶ τὸ ἁμάρτημα ὁμολογεῖ, καὶ τρέπει εἰς οἰκονομίαν· “ ἵνα “ αἰώνιον,” φησὶν, “ αὐτὸν ἀπέχῃς,” οὐκ ἐν τῷ παρόντι μόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἵνα διὰ παντὸς ἔχῃς αὐτὸν, καὶ οὐκέτι δοῦλον, ἀλλὰ τιμιώτερον δούλου· “ ἀπέχεις” ἀντὶ τοῦ ἀπολαύεις. Οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί. Δοῦλον ἀπώλεσας πρὸς ὀλίγον, καὶ ἀδελφὸν εὗρες εἰς τὸ διηνεκές· ἀδελφὸν οὐ σὸν μόνον, ἀλλὰ καὶ ἐμόν· εἰ δὲ ἐμὸς ἀδελφὸς, οὐκ ἐπαισχυνθήσῃ καὶ σύ· διὰ μὲν οὖν τοῦ τέκνου τὴν στοργὴν ἔδειξε, διὰ δὲ τοῦ ἀδελφοῦ, τὴν εὔνοιαν τὴν πολλὴν καὶ τὴν ἰσοτιμιαν. Ἄδδοσ φησίν· ἀντὶ τοῦ, ἵνα αὐτὸν κομίσῃ, οὐκέτι δουλικὴν εὔνοιαν μόνον ἐπιδεικνύμενον περὶ σὲ, ἀλλὰ καὶ μείζονα ἣ κατὰ δοῦλον, διὰ τὴν τοῦ τρόπου μεταβολήν. Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Οὐδὲν οὕτως πρᾶγμα περαίνειν οἶδεν, ὡς τὸ μὴ πάντα ἀθρόον αἰτεῖν. ὅρα γὰρ μετὰ πόσα τὸ μέγα τοῦτο ἔθηκε τὸ “ ὡς ἐμέ· καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. τοῦτο οὖν φησιν, εἰ τὰ αὐτά μοι φρονεῖς, εἰ ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν ὡς καὶ ἐγώ· ἵνα δὲ μὴ ὑπὲρ τῶν ἀφαιρεθέντων χρημάτων ἐγκαλῇ, εἰκὸς γὰρ αὐτὰ καταναλῶσθαι, ὅρα τι φησιν· οὐκ εἶπεν, εἴ τι ἔκλεψεν, ἀλλ’ εἰ τι ἠδίκησεν· ἅμα καὶ τὸ ἁμάρτημα ὡμολόγηκε, καὶ οὐχ ὡς δούλου ἁμάρτημα, ἀλλ’ ὡς φίλου πρὸς φίλον, τῷ τῆς ἀδικίας μᾶλλον, ἣ τῷ τῆς κλοπῆς ὀνόματι χρησάμενος τοῦτο. Εἰ ’δε τι ἠδίκησε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει. τουτέστι πρὸς ἐμὲ ἔχεις τὴν ὀφειλήν· εἶτα καὶ μετὰ χάριτος τῆς πνευματικῆς. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμὴ χειρί. Καὶ σφόδρα ἐντρεπτικῶς, εἴ γε ὑπὲρ τούτου καὶ γραμματεῖον ἐκτελέσαι Παύλου μὴ παραιτησαμένου, τοῦτον παραιτήσεται λαβεῖν. ἵνα μὴ λέγω, φησὶν, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις, οὐ τὰς αὐτοῦ μόνον, φησὶν, ἀλλὰ καὶ σαυτόν· καὶ τοῦτο ἀπὸ ἀγάπης, καὶ κατὰ τὸν τῆς φιλοστοργίας λόγον. ὁρᾷς πῶς ἀμθοτέρων πανταχοῦ ἐπιμελεῖται, καὶ τοῦ μετὰ πολλῆς ἀσφαλείας ἀξιοῦν, καὶ τοῦ μὴ τοῦτο γενέσθαι τεκμήριον τοῦ μὴ σφόδρα θαρρεῖν αὐτοῖς ; “ ναὶ, ἀδελφὲ, προσλαβοῦ αὐτόν·” ἀφεὶς τὸν Χαριεντίσμον, πάλιν ἔχεται τῶν προτέρων τῶν σπουδαίων, καί τοι καὶ ταῦτα σπουδαῖα, κἂν χαριεντίζηται. Ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. τουτέστι τῷ Κυρίῳ δίδως τὴν χάριν, οὐκ ἐμοὶ τὰ σπλάγχνα τὰ περί σε· “ πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι·” ὅπερ καὶ ἀρχόμενος εἰπε παρρησίαν ἔχων, τοῦτο καὶ ἐνταῦθα εἰς τὸ ἐπισφραγίσαι τὴν Ἐπιστολήν. Εἰδὼς ὅτι ὑπὲρ ὃ λέγω ποιήσεις. Άμα καὶ προετρέψατο, ᾐσχύνθη γὰρ ἃν, εἰ καὶ μηδὲν ἕτερον τοιαύτην δόξαν ἔχων παρ’ αὐτῷ, ὅτι καὶ ὑπὲρ ὃ λέγει, ποιεῖ, μὴ ποιῆσαι τοσοῦτον. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Καὶ τοῦτο ὑπὲρ Ὀνησίμου, ἵνα μὴ ῥᾳθυμήσαντες, ἀλλ’ εἰδότες ὅτι πάντως ἐπανελθὼν ἀκούσει τὰ κατ’ αὐτὸν, πᾶσαν μνησικακία, ἐξέλωσι, καὶ χάριν μᾶλλον δῶσι· πολλὴ γὰρ ἦν ἡ χάρις καὶ ἡ τιμὴ Παύλου ἐνδημοῦντος μετὰ ἡλικίαν τοιαύτην, μετὰ δεσμούς· καὶ πάλιν τῆς ἀγάπης αὐτῶν τεκμήριον τὸ εὔχεσθαι αὐτοὺς καὶ τοσοῦτον αὐτοῖς δοῦναι· εἰ γὰρ καὶ ἐν κινδύνοις εἰμὶ νῦν, ἀλλ’ ὅμως ὄψεσθέ με ἃν εὔχησθε. Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος παρὰ Κολοσσαέων ἦν ἀποσταλεὶς, ὥστε καὶ ἀπὸ τούτου, δηλονότι ἐν Κολοσσαῖς ἦν ὁ Φιλήμων· συναιχμάλωτον δὲ αὐτὸν καλεῖ, δεικνὺς καὶ αὐτὸν ἐν πολλῇ θλίψει· τὸ δὲ “ ἐν Χριστῷ Ιησου· ἀντὶ τοῦ διὰ Χριστοῦ. Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. Τί δὴ τὸν Λουκᾶν τελευταῖον τίθησι, καὶ τοι γε, φησὶ, “ Λουκᾶς “ἐστι μετ’ ἐμοῦ,” καὶ Δημᾶς φησιν, εἶς τῶν ἐγκαταλιπόντων αὐτὸν ἦν καὶ ἀγαπησάντων τὸν νῦν αἰῶνα· οὐδὲ γὰρ ταῦτα ἀνεξέταστα χρὴ ἀφιέναι· τὸν μὲν οὖν Ἐπαφρᾶν ὡς γνώριμον αὐτοῖς καὶ ἐκεῖθεν ὄντα προτίθησι, καὶ Μάρκον ὡς καὶ αὐτὸν θαυμαστόν· τι δὲ πρὸς Δημᾶν; ἴσως μετὰ ταῦτα γέγονε ῥᾳθυμότερος, ὅτε τοὺς κινδύνους εἶδε τοὺς πολλούς· ὁ μέντοι Λουκᾶς ἔσχατος, ὣν ἐγένετο πρῶτος· καὶ ἀπὸ τούτων δὲ αὐτοὺς προσαγορεύει, ἐντρέπων πλέον εἰς τὴν αἴτησιν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριοτοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. Εὐχῇ τὴν Ἐπιστολὴν κατέκλεισεν· ἡ δὲ εὐχὴ μέγα μὲν ἀγαθὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡμετέρων φυλακτήριον, μέγα δὲ, ὅταν ἄξια αὐτῆς πράττωμεν, καὶ μὴ ἀναξίους ἑαυτοὺς κατασκευάζωμεν. τριὰς * μονὰς * ἐλέησον. Τῶν εἰς τὴν πρὸς Φιλήμονα Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος ά. ἠ ἐρμηνεία τῆς ἐπιστολῆς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, Σευηριανοῦ, Θεοδώρου Μαψουεστίας.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Philemonem, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg037.local001/.
