# Catena In Epistulam Ad Philemonem ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Philemonem, ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-philemonem/%CE%A4%CE%A9%CE%9D%20%CE%95%CE%99%CE%A3%20THN%20%CE%A0%CE%A1%CE%9F%CE%A3%20%CE%A6%CE%99%CE%9B%CE%97%CE%9C%CE%9F%CE%9D%CE%91%20%CE%95%CE%A0%CE%99%CE%A3%CE%A4%CE%9F%CE%9B%CE%97%CE%9D%20%CE%A0%CE%91%CE%A5%CE%9B%CE%9F%CE%A5%20%CE%A4%CE%9F%CE%A5%20%CE%91%CE%A0%CE%9F%CE%A3%CE%A4%CE%9F%CE%9B%CE%9F%CE%A5%20%CE%95%CE%9E%CE%97%CE%93%CE%97%CE%A4%CE%99%CE%9A%CE%A9%CE%9D%20%CE%95%CE%9A%CE%9B%CE%9F%CE%93%CE%A9%CE%9D%20%CE%A4%CE%9F%CE%9C%CE%9F%CE%A3%20%CE%91.

ΑΝΗΡ τις ἦν Φιλήμων τῶν πιστῶν καὶ γενναίων ἀνδρῶν, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστῶν, καὶ οὕτω πιστῶν, ὡς καὶ ἐκκλησίαν αὐτὴν ὀνομάζεσθαι. μαρτυρεῖ δὲ αὐτῷ καὶ πολλὴν ὑπακοὴν, καὶ ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀνεπαύσατο εἰς αὐτόν. δοκεῖ δέ μοι καὶ καταγώγιον ἁγίων εἶναι ἡ οἰκία ἐκείνου, πάντων ἕνεκεν. οὗτος παῖδά τινα εἶχεν Ὀνήσιμον κλέψαντά τι παρὰ τοῦ δεσπότου καὶ δραπετεύσαντα, ὃς ἐλθὼν πρὸς τὸν Παῦλον εἰς τὴν Ρώμην, μὴν, καὶ εὑρὼν αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἀπολαύσας τῆς παρ’ αὐτοῦ διδασκαλίας, τοῦ βαπτίσματος ἔτυχεν ἐκεῖ. καὶ τοῦτο δηλοῖ ὁ Ἀπόστολος λέγων “ ὃν “ ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.” γράφει τοίνυν ὁ Παῦλος συνιστῶν αὐτὸν πρὸς τὸν δεσπότην ὡς ἀναγεννηθέντα νῦν. ἀλλ’ ἐπειδὴ τινές φασι περιττὸν εἰναι τὸ καὶ ταύτην προσκεῖσθαι τὴν Ἐπιστολὴν, εἴ γε ὑπὲρ πράγματος μικροῦ ἠξίωσε, μαθέτωσαν ὅτι μυρίων ἐγκλημάτων εἰσὶν ἄξιοι, ὅσοι ταῦτα ἐγκαλοῦσιν. οὐ μόνον γὰρ τὰς οὕτω μικρὰς ἐπιστολὰς καὶ ὑπὲρ οὕτω πραγμάτων ἀναγκαίων ἐπεσταλμένα, ἔδει ἐγγεγράφθαι, ἀλλ᾿ εἴθε γὰρ ἐνῆν εὐπορῆσαι ἅπασαν τῶν Ἀποστόλων καὶ τὴν ἄλλην ἀναστροφήν· οὕτω πάντα τὰ πη αὐτῶν γενόμενα πολλῆς ὠφελείας γέμει. ὅτι δὲ περὶ ἀναγκαίων ἡ Ἐπιστολὴ διεπέμπετο, μαθεῖν ὑμᾶς χρήσιμον· ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖόν τινα εἶναι περὶ πάντα· εἰ γὰρ Παῦλος ὑπὲρ λῃστοῦ καὶ δραπέτου τοσαύτην ποιεῖται πρόνοιαν, οὐδὲ παραιτεῖται ἣ αἰσχύνεται, πολλῷ μᾶλλον οὐδὲ ἡμᾶς ῥαθύμους εἶναι προσήκει περὶ τὰ τοσαῦτα· δεύτερον ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν· τρίτον ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσποτῶν οὐ προσήκει. εἰ γὰρ Παῦλος ὁ οὕτω θαρρῶν τῷ Φιλήμονι τὸν Ὀνήσιμον τὸν οὕτως εὔχρηστον καὶ χρήσιμον αὐτῷ πρὸς διακονίαν οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ δεσπότου, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή· πρὸς τούτοις διδάσκει ἡμᾶς μὴ ἐπαισχύνεσθαι τοὺς οἰκέτας εἰ ἐνάρεστοι εἶεν. προσέχωμεν τοίνυν παρακαλῶ τῇ παρὰ τοῦ Ἀποστόλου γραφείσῃ Ἐπιστολῇ· τοσαῦτα γὰρ ἤδη κερδάναντες, πλέονα κερδανοῦμεν ἀπὸ τῆς ὑφῆς.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Philemonem, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg037.local001/.
