# Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.14.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 10, Verse 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/10.14.1

Χρυσοστόμου. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. ἐπειδὴ γὰρ εἶπεν, “ ὅτι μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον ἔχουσιν ἀλλ’ οὐ κατ’ “ ἐπίγνωσιν.” καὶ “ ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, τῇ δικαιο- “ σύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν,” δείκνυσι λοιπὸν ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. καὶ οὐ λέγει μὲν οὕτως. κατασκευάζει δὲ τοῦτο· κατ’ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατὰ ἀντίθεσιν καὶ λύσιν, ἅπαν ὑφάναι τουτὶ τὸ χωρίον. σκόπει ’δε ἄνωθεν. εἶπε, φησὶν, ὁ προφήτης, “ πᾶς ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.” ἀλλ’ ἴσως ἔχοι τίς ἃν εἰπεῖν, καὶ πῶς ἠδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ ἐπίστευσαν ; εἶτα, ἐρώτησις παρ’ αὐτοῦ μετὰ τὴν ἀντίθεσιν. καὶ διατί οὐκ ἐπίστευσαν ; καὶ πάλιν ἀντίθεσις. πάντως ἔχει τίς εἰπεῖν, καὶ πῶς εἶχον πιστεῦσαι, μὴ ἀκοῦ. σαντες; καὶ μὴν ἤκουσαν φησί. εἶτα ἕτερα πάλιν ἀντίθεσις. καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος ; εἶτα πάλιν λύσις. καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί. καὶ πόθεν δῆλον ; ὅτι οὗτοι εἰσὶν ἐκεῖνοι οἱ ἀποσταλέντες. τότε δὴ λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα, “ ὡς ὡραῖοι οἱ πόδες.” ὁρᾷς πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος, δείκνυσι τοὺς κήρυκας ; οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχοῦ λέγοντες, ἀλλ’ ἣ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γενομένην εἰρήνην. ὥστε ἀπιστοῦντες, οὐχ ἡμῖν ἀπιστεῖτε φησί· ἀλλὰ τῷ Ἠσαίᾳ τῷ πρὸ πολλῶν ἐπῶν εἰπόντι ὅτι καὶ ἀποσταλησόμεθα καὶ κηρύξομεν, καὶ ἐροῦμεν ἅπερ εἰρήκαμεν. εἰ τοίνυν τὸ μὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι· τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι ἐστί· τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι ἐκ τοῦ ἀποσταλῆναι· ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν· καὶ μετ’ αὐτῶν ὁ προφήτης περιῄει, δεικνὺς αὐτοὺς, καὶ ἀνακηρύττων ὅτι οὗτοι εἰσὶν οὓς πρὸ πολλῶν ἄνωθεν ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεγκωμίαζον διὰ τὸν τοῦ κηρύγματος τρόπον, εὔδηλον ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνων. καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
