Ancient Greek
10.16.2 to 10.16.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.16.2-3
Not analysed yet
Θεοδωρήτου. Οὐκοῦν ὁ ἀπιστῶν τοῖς θείοις λόγοις, διαπιστεῖ. καὶ ὁ πιστεύων θεία δεχόμενος ῥήματα, καρπὸν προφέρει τῆς ἀκοῆς τὴν πίστιν. Θεοδώρου Μονάκου. Ἤρτηται μὲν οὖν ἡ πίστις, ἀκοῆς. ἡ δὲ ἀκοῆς ῥήματος. ὅμως θεῖον ἦν τὸ ῥῆμα, καὶ πάντως πιστὸν, καὶ ἐγγυώμενον τῶν λόγων τὴν ἀψεύδειαν. ἀλλ’ οὐκ ἐπίστευσαν. τὸ μέντοι “τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν,” καὶ οὕτω νοηθήσεται. οἷς ἠκούσαμεν παρὰ σοῦ, καὶ ἐκηρύξαμεν, τίς ἐπίστευσεν ;