Ancient Greek
Chapter 10, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.19.1
Not analysed yet
Χρυσοστόμου. Πἀλιν ἑτέραν ἀντίθεσιν εἰσάγει. τί γὰρ εἰ ἤκουσαν μέν, φησιν, οὐκ ἔγνωσαν δὲ τὰ εἰρημένα, οὐ δὲ συνῆκαν ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ ἀποσταλέντες ; οὐκ ἄξιοι συγγνώμης τῆς ἀγνοίας ἕνεκεν ταύτης; οὐδαμῶς. καὶ γὰρ ὁ Hσαίας ἐχαρακτή- ρισε ταύτην εἰπὼν, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.” καὶ πρὸ τούτου πάλιν ὁ νομοθέτης αὐτός. ὥστε κἀντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ’ ὧν ἠπίστησαν οὗτοι μόνον, οὐκ ἀφ’ ωτν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ’ ωY̔ν τὰ ἀγαθὰ εὐηγγελίζοντο ἐκεῖνα, οὐκ ἀφ’ ὧν πανταχοῦ τῆς οἰκουμένης ὁ λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ’ ὣν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι ὄντας τιμῇ. ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μὴ δὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι. ὅπερ ἐπιτεταμένης ἦν τιμῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον ἀγούσης· καὶ εἰς μνήμην τῆς προφητείας Μώσεως, τῆς λεγούσης” παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ “ἔθνει.” οὐ γὰρ δὴ μόνον τὸ μέγεθος τῆς τιμῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐμβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τοσούτων ἀπολαῦσαν, ὡς μὴ δὲ ἔθνος ἄξιον εἶναι λογίζεσθαι. “ἐγὼ “γὰρ παραζηλώσω ὑμᾶς, ἐπ’ οὐκ ἔθνει,” φησὶ, “ἐπὶ ἔθνει ἀσυνέτῳ “παροργιῶ ὑμᾶς.” τι γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τι δὲ τελέστερον ’,ὁρᾷς πῶς διὰ πάντων γνωρίσματα καὶ σημεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν δέδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν; ,ἆρα οὖν Μώσης τοῦτο εἶπε μόνος; ,οὐδαμῶς. ἀλλὰ καὶ ‘Hσαίας μετ’ ἐκεῖνον. διὸ καὶ Παῦλος ἔλεγε, “πρῶτος “Μωσῆς,” δεικνὺς ὅτι καὶ δεύτερος ἥξει, τὰ αὐτὰ λέγων, τρανότερον καὶ σαφέστερον.