Ancient Greek
Chapter 10, Verse 20
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.20.2
Not analysed yet
Θεοδωρήτου. Ἔδειξε τοίνυν κατὰ ταὐτὸν καὶ τῆς τῶν ἐθνῶν θεογνωσίας τὴν πρόρρησιν. καὶ τὴν Ἰουδαίων μιαιφονίαν. τὸ γὰρ ἀποτολμᾷ, τοῦτο δηλοῖ. οὐκ ἔδεισε φησὶν φονῶντας Ἰουδαίους καὶ μεμηνότας, ἀλλὰ σὺν παρρησίᾳ πολλῇ τὴν τῶν ἐθνῶν προεκήρυξε σωτηρίαν. προεθέσπισε δὲ καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. τὸ δὲ “ὅλην τὴν ἡμέραν,” τὸ διηνεκὲς λέγει. τοῦτο γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ἡρμήνευσαν. Καὶ διὰ τῆς ἐκπετάσεως τῶν χειρῶν, δοκεῖ μὲν τὸν λαὸν πρὸς ἑαυτὸν καλεῖν. διὰ δὲ τοῦ αὐτοῦ, καὶ τὸ σχῆμα τοῦ σταυροῦ ἐπιδείκνυται. ἀλλ’ ὅρα πῶς σαφεστάτως ὁ θεῖος Ἀπόστολος τῶν ἔμπροσθεν διαπορηθέντων πάντων τὴν λύσιν ἐπήγαγε. δείξας τὴν γνώμην αὐτῶν αἰτίαν γενομένην τῆς ἀπωλείας, καὶ ὡς πάντοθεν ἀνάξιοι τῆς συγγνώμης εἰσί· καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, καὶ οὐδὲ οὕτω βουληθέντας προσελθεῖν. καὶ τὸ πολὺ πλεῖον, ὅτι οὐ μόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐ μόνον δὲ νοῆσαι, ἀλλὰ καὶ ὃ μείζονα ἰσχὺν ἔχει πρὸς τὸ διεγεῖραι καὶ φιλονεικοῦντας καὶ ἀντιλέγοντας ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε· τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις, πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι. καὶ τί δεῖ λέγειν ἐπ’ ἀνθρώπων τοῦτο ; ὅπου καὶ ἐπὶ ἀλόγων, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναμιν ἐπιδείκνυται. καὶ γὰρ παιδίον πολλάκις παρακαλούμενον, οὐκ εἶξε τῷ πατρὶ, ἀλλ’ ἔμεινε φιλονεικοῦν. ἑτέρου δὲ θεραπευθέντος παιδίου καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικούς. καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις. τοῦτο τοίνυν καὶ ὁ Θεὸς ἐποίησεν. οὐ γὰρ παρεκάλεσε μόνον καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος τοὺς πολλῷ καταδεεστέρους αὐτῶν. ὃ μάλιστα ποιεῖ παραζήλωσιν· εἰσάγων οὐκ εἰς τὰ ἐκείνων ἀγαθὰ, ἀλλ’ ὃ πολλῷ μεῖζον ἢν, καὶ τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ μείζονα ἐκείνων καὶ ἀναγκαιότερα, καὶ ἃ μὴ δὲ ὄναρ αὐτοὶ ποτε ἐφαντάσθησαν. ἀλλ’ οὐδὲ οὕτως εἶξαν. οὐδεμιᾶς οὖν εἶεν ἄξιοι συγγνώμης. ἀλλὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει. καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων αὐτὸ συλλογίζεσθαι.