Ancient Greek
Chapter 10, Verse 4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.4.1
Not analysed yet
Θεοδωρήτου. Οὐ γὰρ ἐναντία τῷ νόμῳ, φησὶ, ἡ εἰς Χριστὸν πίστις, ἀλλὰ καὶ μάλα σύμφωνος. ὁ γὰρ νόμος ἡμᾶς πρὸς τὸν δεσπότην Χριστὸν ἐποδήγησε. τὸν τοῦ νόμου τοίνυν πληρῶν σκοπὸν, ὁ πιστεύων τῷ δεσπότῃ Χριστῷ. καλῶς δὲ πάλιν “παντὶ τῷ “πιστεύοντι” τέθεικε. συμπεριέλαβε γὰρ, πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν. κἂν γὰρ Ἕλλην ᾐ, κἂν βάρβαρος, πιστεύσῃ δὲ, τῆς σωτηρίας μεταλαγχάνει.