# Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.4.3

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 10, Verse 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/10.4.3

Χρυσοστόμου. Καὶ ὅρα πάλιν σύνεσιν. ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην. ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων, τὴν μὲν, ἔχειν, τῆς δὲ, ἀπεστερῆσθαι, καὶ παρανομίας κρίνεσθαι. καὶ γὰρ καὶ τούτους οὐχ ἧττον δεδοικέναι ἐχρῆν, ἔτι νεήλυδας ὄντας· μὴ δὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν· καὶ εἴπωσιν, ὅτι εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν, ὅρα τί κατασκευάζει· καὶ δείκνυσιν, ὅτι μία πίστις ἐστὶν ἡ δικαιοσύνη· καὶ ἐκείνη, εἰς ταύτην ἀνακεφαλαιοῦται. καὶ ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν διὰ πίστεως, κἀκείνην ἐπλήρωσεν. ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης μετὰ ταύτης ἐξέπεσεν. εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει. ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ ᾖ κατωρθωκὼς τὸν νόμον, τὸ πᾶν εἴληφε. καὶ γὰρ τέλος ἰατρικῆς, ὑγεία. ὥσπερ οὖν ὁ δυνάμενος ὑγιᾶ ποιεῖν, κἂν μὴ τὴν ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει. ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τοῦ νόμου καὶ τῆς πίστεως. ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει. ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἔστιν ἀλλότριος. τι γὰρ ἐβούλετο ὁ νόμος ; δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ; ἀλλ’ οὐκ ἴσχυσεν. οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. τοῦτο οὑν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπεν. ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσε μειζόνως ὁ Χριστὸς διὰ τῆς πίστεως· μὴ τοίνυν φοβηθῇς, φησι, ὡς τὸν νόμον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες. τότε γὰρ αὐτὸν παραβαίνεις, ὅταν δι’ αὐτὸν τῷ Χριστῷ μὴ πιστεύσῃς. ὡς ἃν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἣ ἐκέλευε. πολλῷ γὰρ μείζονα δικαιοσύνην ἔλαβες.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
