Ancient Greek
Chapter 10, Verse 4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.4.5
Not analysed yet
Τοῦ Αὐτοῦ. Μετερρυηκότων λοιπὸν εἰς ἀλήθειαν τῶν πραγμάτων, καὶ τῶν ἐν τύποις καὶ αἰνίγμασι τὴν εἰς τὰ ἀμείνω λαβόντων μεταβολὴν, οὐ καταλελύσθαι φαμὲν τὸν νόμον· ἐκπεπεράνθαι δὲ μᾶλλον ἐπὶ καιροῦ, καθ’ ὃν ἡμῖν ἐπέλαμψεν ἡ ἀλήθεια. τουτέστι, Χριστός. τέλος γὰρ νόμου καὶ προφητῶν, ὁ Χριστός. ὃς οὐκ ἃν διαψεύσαιτο λέγων, “οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη- “ρῶσαι.” ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς, ἐν καιρῷ προσενηνεγμένον· ἥκιστα μὲν ἀναιρεῖ, μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν· κατὰ τὸν ἶσον τουτωῒ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν.