# Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.6.5

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 10, Verse 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/10.6.5

Κυρίλλου. Ὅθεν ἐπειδὴ κατὰ τὸν Ἀπόστολον “ καρδίᾳ πιστεύ- “ εἰς δικαιοσύνην. στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” καὶ ἡ ἀμφοτέρων ἐν τούτοις ἐνέργεια ὑποβάλλει τὴν τελειότητα. διὰ τοῦτο καὶ ὁ ψαλμῳδὸς ἀμφότερα ἐν τῷ αὐτῷ συνείληφε, τήν τε τοῦ στόματος ἐνέργειαν, καὶ τὴν τῆς ψυχῆς μελέτην. εἰπὼν, “ τὸ “ στόμα μου λαλήσει σοφίαν. καὶ ἡ μελέτη τῆς καρδίας μου “ σύνεσις.” ἐάν τε γὰρ μὴ ᾖ τὸ ἀγαθὸν ἐν τῇ καρδίᾳ προαποκείμενον, πῶς ἐνέγκῃ τὸν θησαυρὸν διὰ στόματος, ὁ μὴ κεκτημένος ἐν τῷ κρυπτῷ ; ἐάντε ἔχων τὰ τῆς καρδίας ἀγαθὰ μὴ δημοσιεύσῃ τῷ λόγῳ, αὐτῷ λεχθήσεται σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις ; διόπερ εἰς μὲν τὸ ἑτέρων ὠφέλιμον, λαλείτω τὸ στόμα σοφίαν. εἰς δὲ τὴν ἡμετέραν προκοπὴν, ἡ καρδία μελετάτω σύνεσιν. Γρηγορίου Τοῦ Θεολόγου. Οὐδὲν οὖν δεῖ σοι, φησὶ, εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ἱν ἐκεῖθεν ἑλκύσῃς Χριστόν. οὐδὲ εἰς τὴν ἄβυσσον κατελθεῖν, ἵν ἐντεῦθεν αὐτὸν ἐκ νεκρῶν ἀναστήσῃς· ἣ τὴν πρώτην πολυπραγμονῶν φύσιν· ἣ τὴν τελειοτάτην οἰκονομίαν. ἐγγύς σου, φησὶν, τὸ ῥῆμα ἐστίν· ἡ διάνοια τοῦτον ἔχει τὸν θησαυρόν. οὐ μὴν ἀλλὰ καὶ ἡ γλῶττα. ἡ μὲν, πιστεύουσα, ἡ δὲ, ὁμολογοῦσα. τι τούτου συντομώτερον τοῦ πλούτου ; τι τῆς δωρεᾶς εὐκολώτερον ; ὁμολόγησον Χριστὸν Ἰησοῦν, καὶ πίστευσον ὅτι ἐκ νεκρῶν ἐγήγερται, καὶ σωθήσῃ. δικαιοσύνη μὲν γὰρ καὶ τὸ πιστεῦσαι μόνον. σωτηρία δὲ παντελὴς, τὸ καὶ ὁμολογεῖν, καὶ προσθεῖναι τῆ γνώσει τὴν παρρησίαν. σὺ μεῖζον τι σωτηρίας ζητεῖ; τὴν ἐκεῖθεν δόξαν τὲ καὶ λαμπρότητα, ἐμοὶ καὶ τὸ σωθῆναι μέγιστον. καὶ τὰς ἐκεῖσε φυγεῖν βασάνους. Κυρίλλου. Σὺ δέ μοι σκόπει. ὅτι ἀλλαχοῦ εἰπὼν ὁ Ἀπόστολος, “ὅτι ἦτε ποτὲ ἀπεξενωμένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας τοῦ “ Ἰσραήλ· ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. νυνὶ δὲ “ ἐπιγνόντες Θεόν.” ἐνταῦθα τὸν τρόπον τῆς ἐπιγνώσεως αὐτοῖς ἐξηγούμενος λέγει, “ἐγγύς σου τὸ ῥῆμα ἐστὶ τῆς πίστεως, ὃ “ κηρύσσομεν. ὅτι, ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματι σου, ὅτι “ Κύριος Ἰησοῦς. καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς “ αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.” ὅτε τοίνυν ὁ πιστεύων εἰς Χριστὸν Ἰησοῦν, καὶ ὁμολογῶν ὅτι Κύριός ἐστιν, ὡς Θεὸν ἐπι- γνοὺς τὸν ἀληθινὸν δικαιοῦται, πῶς οὐκ ἔστι Θεὸς κατὰ φύσιν ὁ Υἱός ; ὁ δὲ τοῦτο ὢν, πῶς ἃν εἴη καὶ ποίημα ; λέγει γὰρ ἡ γραφή; “πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται. “ οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τὲ καὶ Ἕλληνος. ὁ γὰρ αὐ- “ τὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους “ αὐτόν. πᾶς γὰρ ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθή- “ σεται ”.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
