Ancient Greek
Chapter 10, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.6.6
Not analysed yet
Χρυσοστόμου. Ἐπειδὴ μέγα εἴρηκε, πάλιν ἀπὸ τῆς γραφῆς αὐτὸ πιστοῦται καὶ τῆς πίστεως καὶ τῆς ὁμολογίας παρέχων μάρτυρας. τῷ μὲν γὰρ εἰπεῖν “ὅτι πᾶς ὁ πιστεύων,” τὴν πίστιν ἐδήλωσε· τῷ δὲ εἰπεῖν “ὅτι πᾶς ὃς ἂν ἐπικαλέσηται,” τὴν ὁμολο- γίαν ἐνέφηνεν. εἶτα πάλιν τὸ κοινὸν ἀνακηρύττων τῆς χάριτος. “ὁ γὰρ αὐτός,” φησι, “Κύριος πάντων, πλουτῶν εἰς πάντας.” ὁρᾷς πῶς δείκνυσιν αὐτὸν σφοδρῶς ἐφιέμενον ἡμῶν τῆς σωτηρίας, εἴγε καὶ πλοῦτον οἰκεῖον ἡγεῖται ταύτην ; ὥστε μὴ δὲ νῦν αὐτοὺς ἀπο- γνῶναι, μὴ δὲ νομίσαι, εἴγε βουληθεῖεν μετανοῆσαι, ἀσυγγνώστους εἶναι. ὁ γὰρ πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν ἡμᾶς, οὐ παύ- σεται πλουτῶν. ἐπεὶ καὶ τοῦτο πλοῦτος, τὸ εἰς πάντας ἐκχεῖσθαι τὴν δωρεάν. ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει τὸ προεδρίας ἀπολαύοντας ὑπὲρ τὴν οἰκουμένην ἅπασαν, νῦν ἐκ τῆς πίστεως ἀπὸ τῶν θρόνων καταβιβάζεσθαι ἐκείνων, καὶ μηδὲν πλέον τῶν λοιπῶν ἔχειν, συνεχῶς τοὺς προφήτας εἰσάγει ταύτην ἐπά- δόντας αὐτοῖς τὴν ἰσοτομίαν. “πᾶς γάρ,” φησι, “ὁ πιστεύων ἐπ’ “αὐτῷ οὐ καταισχυνθήσεται.” καὶ, “πᾶς ὃς ἃν ἐπικαλέσηται “τὸ ὄνομα Κυρίου σωθήσεται.” καὶ πανταχοῦ τὸ πᾶς τέθειται, ἵνα μὴ ἀντιλέγωσι· καὶ τὸ ἐκείνων φύσημα καταστέλλων. ἃ διὰ πολλῶν ἔμπροσθεν ἀπέδειξε, ταῦτα ἐν βραχέσι πάλιν ἀναμιμνήσκει· δεικνὺς, ὅτι οὐδέν τι μέσον Ἰουδαίου καὶ ἀκροβύστου. “οὐ “γάρ ἐστι διαστολή,” φησι, “Ἰουδαίου καὶ Ἕλληνος.” καὶ ὃ περὶ τοῦ Πατρὸς εἴρηκεν ἐν τῇ περὶ τούτων ἀποδείξει, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ λέγει ἐνταῦθα. ὥσπερ γὰρ ἔμπροσθεν αὐτὸ κατασκευάζων ἔλεγεν, “ἢ Ἰουδαίων μόνων ὁ Θεὸς, οὐχὶ καὶ ἐθνῶν ;” ναὶ καὶ ἐθνῶν. ἐπείπερ εἷς ὁ Θεὸς, οὕτω καὶ ἐνταῦθα φησί. ἀλλ’ οὐδὲν κενοδοξίας χεῖρον, αὕτη γὰρ, αὕτη μάλιστα πάντων αὐτοὺς ἀπώλεσε. διὸ καὶ ὁ Χριστὸς αὐτοῖς ἔλεγε, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες ;