Ancient Greek
Chapter 11, Verse 12
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.12.5
Not analysed yet
Σευηριανοῦ. Ἢ πλοῦτον κόσμου τὸ παράπτωμα αὐτῶν εἰπὼν, δείκνυσιν ὅτι καὶ ἡ τῶν Ἰουδαίων παρανομία σωτηρίας πρόφασις γέγονε τῷ κόσμῳ. Ἰουδαίων γὰρ μὴ φυλαξάντων τὸν νόμον, ἀναγκαῖα ἦν ἡ τοῦ Χριστοῦ ἐπιδημία διὰ τὴν χάριν. ἧκεν οὖν ὁ Κύριος χάριτι τὰ παραπτώματα συγχωρῶν. καὶ ἐπειδὴ οὐ πάντες Ἰουδαῖοι ἐδέξαντο τὸν Χριστὸν, εἰ μὴ μόνον τὸ κατάλειμμα, ἡ ἀπιστία αὐτῶν τὴν χάριν παρεσκεύασεν ἐλθεῖν ἐπὶ τὰ ἔθνη. καὶ τὸ παράπτωμα αὐτῶν, πλοῦτον ἐδωρήσατο τῷ κόσμῳ. τουτέστι, πλῆθος σωζομένων. εἰ δὲ διὰ τὰ ἐπιστρέψαντα ἔθνη ἐπλούτησεν ὁ κόσμος, πῶς οὐκ ἃν εἴη μεῖζον τί ἀγαθὸν καὶ πλοῦτος τελειότατος τῷ κόσμῳ, εἰ μεταγνόντων τῶν Ἰουδαίων, τὸ ἐλλεῖπον αὐτῷ προστεθείη πλήρωμα. ὥστε τὰ ἔθνη καὶ τοὺς Ἰουδαίους πρὸς μίαν τελείαν εὐσέβειαν συνδραμεῖν; πλήρωμα δὲ ἔθος τῷ Ἀποστόλῳ λέγειν, τὸ σύστημα τὸ πεπληρωμένον Πνεύματος Ἁγίου. ἤτοι ἐπειδὴ ἡ ἄνω λογικὴ φύσις ἐδοξολόγει τὸν Θεὸν, ἐνέλειπε δὲ ἡ ἀνθρωπότης ἀποστᾶσα, ὥστε κατὰ τοῦτο ἀπλήρωτον εἶναι τὴν δοξολογίαν, ἦλθεν ὁ Κύριος, ἵνα πιστεύσωσιν οἱ ἄνθρωποι. καὶ τὸ ἐλλεῖπον πληρωθῇ, καὶ εἰρηνεύσῃ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια. πᾶν οὑν σύστημα ἅγιον ὡς ἀναπληροῦν τὸ ἐλλεῖπον, πλήρωμα λέγεται. πλήρωμα δέ ἐστι τὸ ὅλον ὡς πρὸς τὸ ὀλίγον.