# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.13.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.13.1

Χρυσοστόμου. Πάλιν ὑποψίας πονηρᾶς ἑαυτὸν ἐσπούδακε. καὶ δοκεῖ μὲν ἐπιπλήττειν τοὺς ἐξ ἐθνῶν, καὶ ταπεινοῦν αὐτῶν τὰ φρονήματα. ἠρέμα δὲ παρακνίζει τὸν Ἰουδαῖον. καὶ περιέρχεται μὲν ἐπιζητῶν περιστεῖλαι καὶ παραμυθήσασθαι τὴν τοσαύτην ἡμῶν ἀπώλειαν. οὐδὲν δὲ εὑρίσκει διὰ τὴν τῶν πραγμάτων φύσιν. καὶ γὰρ ἐξ ὧν εἴρηκε, μείζονος ἦσαν κατηγορίας ἄξιοι· ὅταν τὰ αὐτοῖς ηὐτρεπισμένα, ἕτεροι σφόδρα αὐτῶν ἀποδέοντες, εἰληφότες ὦσι. διὰ δὴ τοῦτο, ἀπὸ τῶν Ἰουδαἰων ἐπὶ τοὺς ἐξ ἐθνῶν μεταβαίνει, καὶ μέσον παρεντίθησι τὸν περὶ τούτων λόγον· ἐνδείξασθαι βουλόμενος ὅτι πάντα ταῦτα λέγει, ἵνα αὐτοὺς μετριάζειν παιδεύσῃ. ἐπαινῶ γὰρ ὑμᾶς, φησι, διὰ δύο ταῦτα. δι’ ἓν μὲν, ὅτι ἀνάγκην ἔχω τὴν διακονίαν ὑμῶν ἐγκεχειρισμένος. δι’ ἕτερον δὲ, ἵνα δι’ ὑμῶν ἑτέρους σώσω. καὶ οὐ λέγει τοὺς ἀδελφούς μου, ἢ τοὺς συγγενεῖς μου, ἀλλὰ “ τὴν σάρκα.” εἶτα τὴν φιλονεικίαν αὐτῶν ἐνδεικνύμενος, οὐ λέγει, εἴ πὼς πείσω, ἀλλὰ “ παραζη- “ λώσω.” καὶ οὐδὲ ἐνταῦθα ἅπαντας, ἀλλὰ “ τινὰς, ἐξ αὐτῶν.” οὕτως ἦσαν σκληροί. καὶ ἐν αὐτῇ δὲ τῇ ἐπιτιμήσει λαμπρὰ δείκνυσι πάλιν τὰ τῶν ἐθνῶν. εἰ γὰρ καὶ αἴτιοι γίνονται σωτηρίας αὐτοῖς, οὐ διὰ τῶν αὐτῶν εἰσιν. οἱ μὲν γὰρ, τούτοις ἐξ ἀπιστίας. οὗτοι δὲ ἐκείνοις ἀπὸ πίστεως πρόξενοι γίνονται τῶν ἀγαθῶν. ὅθεν δοκεῖ καὶ ἰσάζειν καὶ πλεονεκτεῖν τὰ τῶν ἐθνῶν. τι γὰρ ἃν εἴποις, ὦ Ἰουδαῖε, εἰ μὴ ἐξεβλήθημεν ἡμεῖς, οὐκ ἃν ἐκλήθητε εὐθέως ὑμεῖς. τὸ αὐτὸ λέγει καὶ ὁ ἐξ ἐθνῶν· εἰ μὴ ἐσώθην ἐγὼ, οὐκ ἃν ἐζήλωσας σύ. εἰ δὲ ᾧ πλεονεκτοῦμεν βούλει μαθεῖν, ἐγὼ μὲν ἐκ τοῦ πιστεῦσαί σε σώζω. σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡμῖν ἔδωκας σου προτέραν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
